146
Ἱερουσαλὴμ παρὼν τῷ πολέμῳ συνέγραψε μυριάδας τʹ ἀπολεσθῆναι τῶν Ἰουδαίων. περὶ δὲ τούτων ἐν τῇ τοῦ Νέρω νος βασιλείᾳ ἐξηγησάμεθα. Ὁ δέ γε θεῖος Χρυσόστομος τὴν τούτων ἄνοιαν διελέγχων πρὸς πλείοσιν ἄλλοις καὶ ταῦτα φάσκει. "εἰ δὲ φιλονεικεῖς, ὦ Ἰουδαῖε, περὶ τοῦ τέλους, ἀπὸ τῶν φθασάντων μάνθανε καὶ τὰ παρόντα. σκόπει γάρ. κατέβης εἰς Αἴγυπτον, ἀλλ' ἐγένοντο ἔτη υʹ, καὶ ταχέως σε τῆς δουλείας ἐκείνης ὁ θεὸς ἀπήλλαξε, καίπερ ἀσεβοῦντα καὶ πορνεύοντα πορνείαν τὴν χαλεπωτάτην. ἀπηλλάγης Αἰγύπτου καὶ προσεκύνησας μόσχῳ, ἔθυσας τοὺς υἱοὺς καὶ τὰς θυγατέρας σου τῷ Βεελφεγὼρ καὶ τοῖς δαιμονίοις, τὸν ναὸν ἐμόλυνας, τὴν φύσιν ἠγνόησας. τὰ ὄρη, τὰς νάπας, τοὺς βουνούς, τὰς πηγάς, τοὺς ποταμούς, τοὺς κήπους τῶν μυ σαρῶν θυσιῶν ἐπλήρωσας. προφήτας ἔσφαξας, θυσιαστήρια κατέσκαψας, πᾶν εἶδος κακίας ἐπῆλθες καὶ πᾶσαν ὑπερβολὴν ἐπεδείξω πονηρίας καὶ ἀσεβείας. ἀλλ' ὅμως ἑβδομήκοντα ἔτη σε παραδοὺς Βαβυλωνίοις πάλιν ἐπὶ τὴν προτέραν ἐπανήγαγεν ἐλευ θερίαν, καὶ τὴν πατρίδα καὶ τὸν ναὸν ἀπέδωκε καὶ τὸ πάλαι τῆς προφητείας χάρισμα, καὶ πάλιν προφῆται καὶ πνεύματος ἁγίου χάρις. μᾶλλον δὲ οὐδ' ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ἐγκατε λείφθης, ἀλλὰ καὶ ἐκεῖ ∆ανιὴλ καὶ Ἰεζεχιήλ, καὶ ἐν Αἰγύπτῳ Ἱερεμίας, καὶ μέντοι καὶ πρὸ τούτων Μωϋσῆς καὶ Ἀαρὼν ἐν τῇ ἐρήμῳ. καὶ μετ' ἐκεῖνα πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες κα κίαν, καὶ ἐξεβακχεύθης, καὶ πρὸς τὴν Ἑλληνικὴν μετετάξω πο 1.400 λιτείαν ἐπὶ τοῦ ἀσεβοῦς Ἀντιόχου. ἀλλά γε καὶ τότε παραδοθέντες Ἀντιόχῳ ἔτη τρία, τὰ λαμπρὰ διὰ τῶν Μακκαβαίων αὖθις ἐστήσατε τρόπαια. ἀλλὰ νῦν τοιοῦτον οὐδέν, ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν. ὃ καὶ μάλιστα ἔστι θαυμάσαι, ὅτι τὰ μὲν τῆς κακίας ἔληξε, τὰ δὲ τῆς τιμωρίας ἐπιτέταται καὶ οὐδ' ἐλπίδα τινὰ μεταβολῆς ἔχει. οὐ γὰρ οʹ ἔτη παρῆλθε μόνον ἀλλὰ καὶ πολλῷ πλείονα, καὶ οὐδὲ ἐλπίδος σκιὰν ἔστιν εὑρεῖν, καὶ ταῦτα οὐδὲ εἰδωλολατρούντων ὑμῶν, οὔτε ἄλλο τι ποιούντων ἅπερ ἔμ προσθεν ἐτολμᾶτε." Ἵνα δὲ σαφέστερον καὶ διεξοδικώτερον τὰ περὶ τούτων εἴπω μεν, ἄνωθεν πάλιν ἀρξώμεθα. τρεῖς δουλείας ὑπέστησαν οἱ Ἰουδαῖοι χαλεπωτάτας, καὶ οὐδὲ μίαν χωρὶς προρρήσεως αὐτοῖς ἐπήγαγεν ἡ θεία δίκη, ἀλλὰ προλεχθῆναι παρεσκεύασεν αὐτοῖς καὶ τόπον καὶ χρόνον καὶ τρόπον καὶ κάκωσιν καὶ τὴν ἐπάνοδον καὶ τἆλλα πάντα μετὰ πολλῆς ἀκριβείας. καὶ περὶ μὲν τῆς ἐν Αἰγύπτῳ πρώτης διαλεγόμενος ὁ θεὸς οὕτως ἔφη τῷ Ἀβραάμ "γινώσκων γνῶθι ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλο τρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια, τε τάρτῃ δὲ γενεᾷ ἐλεύσονται ὧδε." περὶ δὲ τῆς δευτέρας εἶπεν Ἱερεμίας "οὕτως εἶπε κύριος. ὅταν μέλλῃ πληροῦσθαι τῇ Βα βυλῶνι οʹ ἔτη, ἐπισκέψομαι ὑμᾶς, καὶ ἐπιστήσω ἐφ' ὑμᾶς τοὺς ἀγαθοὺς λόγους μου τοῦ ἀποστρέψαι εἰς τὸν τόπον ὑμῶν, καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν ὑμῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ τῶν ἐθνῶν πάντων καὶ ἐκ τῶν τόπων ὑμῶν πάντων, οὗ διέσπειρα ὑμᾶς ἐκεῖ, φησὶ κύριος. καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὸν τόπον ὅθεν 1.401 ἀπῴκισα ὑμᾶς ἐκεῖθεν." δύο μὲν τοιαύτας δουλείας ὁ λόγος διὰ συντόμου ἀπέδειξε, μετὰ προφητείας ἐπελθούσας αὐτοῖς, καὶ οὐχ ἁπλῶς οὐδὲ ἀπροσδοκήτως. λείπεται οὖν δὴ λοιπὸν τὴν τρί την ἐπαγαγεῖν. εἶτα καὶ περὶ τῆς νῦν τετάρτης κατεχούσης αὐ τοὺς εἰπεῖν δεῖ, καὶ δεῖξαι σαφῶς ὅπως οὐδὲ εἷς προφήτης ἐπηγ γείλατο λύσιν ἔσεσθαί τινα τῶν κατεχόντων αὐτοὺς κακῶν οὔτε μὴν ἀπαλλαγὴν τὸ σύνολον. Τίς οὖν ἐστὶν ἡ τρίτη; ἡ ἐπὶ Ἀντιόχου τοῦ ἐπιφανοῦς. ἐπειδὴ γὰρ Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ∆αρεῖον καθε λὼν εἰς ἑαυτὸν περιέστησε τὴν ἀρχήν, τελευτήσαντος τούτου πολ λοὶ μετ' ἐκεῖνον ἐγένοντο βασιλεῖς, ἀφ' ὧν εἷς καὶ οὗτος ὁ Ἀντίο χος μετὰ πολὺν ὕστερον χρόνον τό τε ἱερὸν ἐνέπρησε, τά τε ἅγια τῶν ἁγίων ἠρήμωσε, τάς τε θυσίας καθεῖλε, τούς τε Ἰουδαίους ὑπέταξε, καὶ τὴν πολιτείαν αὐτῶν κατέλυσε πᾶσαν. καὶ ταῦτα πάντα μετὰ ἀκριβείας ἁπάσης καὶ μέχρι μιᾶς ἡμέρας προηγόρευτο παρὰ τοῦ ∆ανιήλ, καὶ πότε ἔσται καὶ πῶς