147
καὶ παρὰ τίνι καὶ τίνι τρόπῳ, καὶ ποῦ τελευτήσει, καὶ τίνα λήψεται μεταβολήν. εἴ σεσθε σαφέστερον αὐτῆς ἀκούσαντες τῆς ὁράσεως, ἃ διὰ παρα βολῆς ὑμῖν ὁ προφήτης ἀνήγγειλε. κριὸν μὲν καλεῖ τὸν τῶν Περ σῶν βασιλέα ∆αρεῖον, τράγον δὲ τὸν τῶν Ἑλλήνων Ἀλέξανδρον, βασιλέα τῶν Μακεδόνων. τέσσαρα δὴ κέρατα λέγει τοὺς μετ' ἐκεῖνον ἀναστάντας, ἀφ' ὧν ὕστερον κέρας αὐτὸς ὁ Ἀντίοχος ἔφυ. φησὶ γάρ "εἶδον ἐν ὁράματι, καὶ ἰδοὺ κριὸς ἑστηκώς, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου. καὶ τὸ ὑψη 1.402 λὸν ἀνέβαινεν ἐπ' ἐσχάτων. καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ τὰ θηρία πάντα οὐ στήσεται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ. καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη." τὴν δύναμιν λέγει τὴν Περσικήν, ἣ πᾶσαν ἐπέδραμε τὴν γῆν. εἶτα περὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου διαλεγόμενός φησι "καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ Λιβὸς καὶ ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς. καὶ τῷ τράγῳ ἐκείνῳ κέρας ἐθεωρεῖτο ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ." εἶτα λέγων τὴν πρὸς ∆αρεῖον προσβολὴν καὶ συμβολὴν αὐτοῦ γενομένην καὶ τὴν κατὰ κράτος νίκην, "ἦλθε" φησίν "ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, καὶ ἠγριώθη, καὶ ἔπαισε τὸν κριόν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ." ἔπειτα διηγούμενος τὴν Ἀλεξάνδρου τελευτὴν καὶ τὴν τῶν τεσσάρων βασιλέων διαδοχήν, ἐπάγει λέγων "καὶ ἐν τῷ ἰσχῦ σαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα, καὶ ἀνέβη κέρατα τέσσαρα ὑποκάτωθεν αὐτοῦ, εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ." ἐντεῦθεν λοιπὸν ἐπὶ τὴν Ἀντιόχου βασιλείαν ἐλθών, καὶ δεικνὺς ὅτι ἐξ ἑνὸς ἐκείνων τῶν τεσσάρων ἐστί, πάλιν φησί "καὶ ἐξῆλθεν ἐκ τοῦ ἑνὸς ἰσχυρόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς νότον καὶ πρὸς ἀνατολήν." καὶ σημαίνων ὅτι τὴν Ἰουδαϊκὴν πολιτείαν καθελεῖ, φάσκει "καὶ δι' αὐτὸν θυσία ἐταράχθη παραπτώματι, καὶ ἐγενήθη καὶ κατευωδώθη αὐτό. καὶ τὸ ἅγιον ἐρημωθήσεται, 1.403 καὶ γενήσεται περὶ τὴν θυσίαν ἁμαρτία." τοῦ γὰρ βωμοῦ καθαι ρεθέντος καὶ τῶν ἁγίων καταπατηθέντων εἴδωλον ἔστησεν ἔνδον, καὶ θυσίαν ἐπετέλει τοῖς δαίμοσι παρανόμως. ὅθεν φησίν "ἐρρίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ ἐποίησε, καὶ εὐωδώθη." εἶτα πάλιν ἐκ δευτέρου τὴν αὐτὴν βασιλείαν Ἀντιόχου ἐπιφανοῦς λέγων καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν ἅλωσιν καὶ τὴν ἐρήμωσιν τοῦ ἱεροῦ, προστί θησι καὶ τὸν χρόνον. ἀρξάμενος γὰρ ἀπὸ τῆς Ἀλεξάνδρου βασι λείας, αὖθις πρὸς τῷ τέλει τοῦ βιβλίου καὶ τὰ μεταξὺ πάντα διη γησάμενος ὅσα οἱ Πτολεμαῖοι καὶ οἱ Σέλευκοι συρραγέντες ἀλλή λοις ἐποίησαν καὶ οἱ στρατηγοὶ τούτων εἰργάσαντο, τοὺς δόλους τὰς νίκας τὰς στρατείας τὰς μάχας τὰς ναυμαχίας τὰς πεζο μαχίας, προϊὼν εἰς Ἀντίοχον τελευτᾷ πάλιν, καὶ φησί "βραχίονες ἐξ αὐτοῦ στήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα, καὶ μετα στήσουσι τὸν ἐνδελεχισμόν," τὰς συνήθεις λέγων θυσίας καὶ καθημερινάς, "καὶ δώσουσιν εἰς αὐτὸν βδέλυγμα, καὶ τοὺς ἀνο μοῦντας διαθήκην" τουτέστι τοὺς παραβαίνοντας τῶν Ἰουδαίων "ἀπάξουσιν ἐν ὀλισθήμασι μεθ' ἑαυτῶν καὶ μεταστήσουσι, καὶ λαὸς γινώσκων τὸν θεὸν αὐτοῦ κατισχύσουσι" τὰ ἐπὶ τῶν Μακ καβαίων λέγων καὶ τὰ ἐπὶ Ἰούδα καὶ Σίμωνος καὶ Ἰωάννου, "καὶ οἱ συνετοὶ λαοῦ συνήσουσιν εἰς πολλά. καὶ ἀσθενήσουσιν ἐν ῥομ φαίᾳ καὶ ἐν φλογί" τὸν ἐμπρησμὸν τῆς πόλεως ἐξηγούμενος πάλιν "καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν· καὶ ἐν τῷ ἀσθενῆ σαι αὐτοὺς βοηθήσονται βοήθειαν μικράν" ἐμφαίνων ὅτι μεταξὺ τῶν κακῶν ἐκείνων δυνήσονται ἀναπνεῦσαι καὶ ἀνενεγκεῖν ἐκ τῶν 1.404 κατειληφότων αὐτοὺς δεινῶν, "καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι, καὶ ἀπὸ τῶν συνιόντων ἀσθενήσουσι" δεικνὺς ὅτι πολλοὶ καὶ τῶν ἑστώτων πεσοῦνται. εἶτα καὶ τὴν αἰτίαν δι' ἣν συνεχώρησεν αὐτοὺς ὁ θεὸς ἐν τοσούτοις κακοῖς γίνε σθαι. τίς δὲ αὕτη; "τοῦ πυρῶσαι" φησίν "ἐν αὐτοῖς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἐκλευκᾶναι ἕως καιροῦ πέρας." ταῦτα γάρ φησιν ὁ θεὸς