148
συνεχώρησεν ὥστε αὐτοὺς ἐκκαθᾶραι καὶ δεῖξαι τοὺς ἐν αὐτοῖς δοκίμους. εἶτα διηγούμενος αὐτοῦ ἐκείνου τὴν δύναμιν ἔφη "καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ὑψωθήσεται καὶ μεγαλυνθήσεται." καὶ μέντοι καὶ τὴν βλάσφημον αὐτοῦ γνώμην λέγων προσέθηκεν ὅτι ἐπὶ τὸν θεὸν τῶν θεῶν λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ μέχρι συντελεσθῆναι τὴν ὀργήν, δεικνὺς ὅτι οὐκ ἀπὸ τῆς οἰκείας γνώμης ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ θεοῦ τὴν κατὰ τῶν Ἰουδαίων οὕτως ἐκεῖνος ἐκράτει καὶ ἴσχυεν. εἰπὼν οὖν δι' ἑτέρων πλειόνων ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον καὶ τὴν Πα λαιστίνην, καὶ πῶς ἐπανήξει καὶ τίνος καλοῦντος καὶ ποίας αἰτίας καταναγκαζούσης, λέγει λοιπὸν καὶ τὴν μεταβολὴν τῶν πραγμά των τούτων, καὶ ὅτι δίκην δόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἁπάν των τεύξονταί τινος ἀντιλήψεως, ἀγγέλου πεμφθέντος εἰς τὴν ἐκείνων βοήθειαν· "ἐν τῷ καιρῷ" γάρ φησιν "ἐκείνῳ ἀναστήσε ται Μιχαὴλ ὁ μέγας ἄρχων, ὁ ἐφεστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου. καὶ ἔσται καιρὸς θλίψεως οἷος οὐ γέγονεν ἀφ' οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς καὶ ἕως τοῦ καιροῦ ἐκείνου. καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται λαὸς πολὺς ὁ γεγραμμένος ἐν τῇ βίβλῳ," 1.405 τουτέστιν οἱ σωτηρίας ὄντες ἄξιοι. ἀλλὰ τὸ ζητούμενον οὔπω καὶ νῦν ἀποδέδεικται. τί δὴ τοῦτό ἐστιν; ὅτι καὶ χρόνους ὥρισεν ἐν τοῖς κακοῖς τούτοις, ὥσπερ ἐκεῖ ἔτη τετρακόσια καὶ μετὰ ταῦτα ἑβδομήκοντα. ἴδωμεν τοίνυν καὶ ἐνταῦθα εἴ τινα χρόνον ὁρίζει. ποῦ δὴ τοῦτο ἔστιν εὑρεῖν; ἐν τοῖς μετὰ ταῦτα λεχθησομένοις. ἐπειδὴ γὰρ τὰ πολλὰ καὶ μεγάλα ἤκουσε κακά, τὸν ἐμπρησμὸν τῆς πόλεως, τὴν ἀνατροπὴν τοῦ νόμου, τὴν αἰχμαλωσίαν, ἐπι θυμεῖ λοιπὸν τὸ τέλος αὐτῶν μαθεῖν, καὶ εἴ τις ἔσται τῶν συμ φορῶν τούτων μεταβολή. καὶ διερωτῶν ἔλεγεν οὕτως "κύριε, τί τὰ ἔσχατα τούτων; καὶ εἶπε· δεῦρο ∆ανιήλ, ὅτι ἐμπεφραγμένοι εἰσὶν οἱ λόγοι ἕως καιροῦ πέρας," τὸ ἀσαφὲς τῶν εἰρημένων αἰ νιττόμενος. εἶτα καὶ τὴν αἰτίαν τῆς συγχωρήσεως τῶν κακῶν· "ἕως ἂν ἐκλεγῶσι καὶ ἐκλευκανθῶσι καὶ πυρωθῶσι πολλοί, καὶ ἀνομήσουσιν ἄνομοι, καὶ οὐ συνήσουσι πάντες ἀσεβεῖς, καὶ νοή μονες νοήσωσιν." εἶτα τὸν καιρὸν προλέγων ὅσον μέλλει κατέχειν αὐτοὺς τὰ δεινά, φησίν "ἀπὸ καιροῦ παραλλάξεως ἐνδελεχισμοῦ." ἐνδελεχισμὸς δὲ ἐκαλεῖτο ἡ καθημερινὴ θυσία· τὸ γὰρ ἐνδελεχὲς τὸ πυκνὸν καὶ συνεχές ἐστιν. ἔθος γὰρ ἦν τοῖς Ἰουδαίοις καὶ ἐν πρωῒ καὶ ἐν ἑσπέρᾳ καὶ καθ' ἑκάστην ἡμέραν τῷ θεῷ θύειν, καὶ διὰ τοῦτο ἡ θυσία ἐκείνη ἐνδελεχισμὸς ἐλέγετο. "καὶ ἤλλαξε." διὰ τοῦτό φησιν ὁ ἄγγελος ὅτι ἀπὸ καιροῦ τῆς ἀλλάξεως τοῦ ἐν δελεχισμοῦ, τουτέστιν ἀπὸ τῆς καταλύσεως τῆς θυσίας, εἰσὶ δὲ ἡμέραι αςʹ, ὅπερ ἐστὶν ἔτη τρία ἥμισυ. εἶτα δηλῶν ὅτι καὶ λύσις τῶν κακῶν τούτων ἔσται καὶ ἀπαλλαγή, ἐπήγαγε "μακά 1.406 ριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας #22ατλεʹ," ταῖς #22ασλʹ μεʹ προθείς, ἐπειδὴ ἐν μηνὶ καὶ ἥμισυ μηνὸς τὴν συμβολὴν συνέβη γενέσθαι, ἐν ᾗ γέγονε καθαρὰ ἡ νίκη καὶ ἡ παντελὴς τῶν ἐπικει μένων κακῶν ἀπαλλαγή. εἰπὼν γάρ "μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας #22ατλεʹ" τὴν ἀπαλλαγὴν ἐδήλωσε. καὶ οὐχ ἁπλῶς εἶπεν "ὁ φθάσας." ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀσεβησάντων εἶδον τὴν μεταβολήν, οὐκ ἐκείνους μακαρίζει, ἀλλὰ τοὺς ἐν τοῖς καιροῖς τῶν κακῶν ὑπομείναντας καὶ μὴ προδόντας τὴν εὐσέ βειαν καὶ τῆς ἀνέσεως τυχόντας. ἆρά τι τούτων σαφέστερον γένοιτ' ἄν; Ὥρα δὴ λοιπὸν ἐπὶ τὸ ζητούμενον ἐλθεῖν καὶ τὴν παροῦσαν αἰχμαλωσίαν καὶ δουλείαν, δι' ἣν καὶ πάντα κεκινήκαμεν ταῦτα. ὅτι μὲν οὖν αἱ τρεῖς προανηγορεύθησαν αἰχμαλωσίαι, ἡ μὲν ἔτη ἔχουσα υʹ, ἡ δὲ οʹ, ἡ δὲ τρία ἥμισυ, ἱκανῶς ἐντεῦθεν ἡμῖν, ὡς οἷόν τε, ἀποδέδεικται. φέρε δὴ λοιπὸν καὶ περὶ ταύτης εἴπωμεν. ὅτι γὰρ καὶ περὶ τῆς ἐσχάτης τετάρτης καὶ τελευταίας προανεφώ νησεν ὁ προφήτης οὗτος, αὐτὸν παρέξομεν τὸν Ἰώσηπον μάρτυρα, τὸν τὰ ἐκείνων φρονοῦντα. ἐπειδὴ γὰρ εἶπε τὰ περὶ τῆς Ἀντώχου αἰχμαλωσίας καὶ μάρτυρα τὸν προφήτην παρήγαγεν, ἐπάγει καὶ περὶ ταύτης, καὶ