149
φησί "τὸν αὐτόν γέ τοι τρόπον ∆ανιὴλ καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψε, καὶ ὅτι ὑπ' αὐτῶν ἐρημωθή σεται τὰ Ἱεροσόλυμα καὶ ὁ ναὸς καταλυθήσεται." σὺ δέ μοι σκόπει τὸ φιλάληθες τοῦ ἀνδρός, ὃς εἰ καὶ Ἰουδαῖος ἦν, ἀλλ' οὐκ 1.407 ἠνέσχετο ζηλῶσαι τὴν Ἰουδαϊκὴν φιλονεικίαν τε καὶ ψευδηγορίαν. εἰπὼν γὰρ ὅτι ἐρημωθήσεται τὰ Ἱεροσόλυμα καὶ ὁ ναὸς κατα λυθήσεται, ἔγραψεν, ὅτι δὲ στήσεταί που τὰ τῆς ἐρημώσεως οὐκέτι προσέθηκεν, ἐπειδὴ μηδὲ τὸν προφήτην εὗρε τοιοῦτόν τι προσθέντα. ποῦ τοίνυν εἶπε ∆ανιὴλ ὅτι ὁ ναὸς ἐρημωθήσεται; ἄκουσον. ἐπειδὴ γὰρ τὴν προσευχὴν ἐκείνην τὴν ἐν σάκκῳ καὶ σποδῷ ἐποιήσατο, ἦλθε Γαβριὴλ πρὸς αὐτόν, καὶ φησίν "ἑβδο μήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν." ἰδοὺ καὶ ἐνταῦθα χρόνος εἴρηται οὐ τῆς αἰχμα λωσίας, ἀλλὰ μεθ' ὅσον χρόνον ἔμελλεν ἡ αἰχμαλωσία ἀπαντή σεσθαι. εἶτα πάλιν φησὶν ἀκριβέστερον "καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσα λήμ, ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδας ζʹ καὶ ἑβδομάδας ξβʹ." ἐνταῦθά μοι νουνεχῶς πρόσεχε· τὸ γὰρ πᾶν ἐνταῦθά ἐστι τὸ ζη τούμενον. ἑβδομάδες οὖν ζʹ καὶ ἑβδομάδες ξβʹ υπγʹ ἔτη εἰσίν. ἑβδομάδας γὰρ οὐχ ἡμερῶν ἐνταῦθα λέγει, οὐδὲ μηνῶν, ἀλλ' ἑβδομάδας ἐνιαυτῶν. ἀπὸ δὲ Κύρου ἐπὶ Ἀντίοχον τὸν ἐπιφανῆ καὶ τὴν αἰχμαλωσίαν ἐκείνην ἔτη εἰσὶ τδʹ.
Eἶτα διδάσκων ἡμᾶς πόθεν ἀριθμεῖν δεῖ, ὅτι οὐκ ἀπὸ τῆς ἡμέρας τῆς ἐπανόδου ἀλλ' ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερου σαλήμ. οὐκ ἐπὶ Κύρῳ δὲ ᾠκοδομήθη, ἀλλ' ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ μακρόχειρος. μετὰ γὰρ τὴν κάθοδον ἐπανῆλθε Καμβύσης, εἶτα οἱ Μάγοι, καὶ μετ' ἐκείνους ∆αρεῖος Ὑστάσπου, μεθ' ὃν Ξέρξης ὁ ∆αρείου καὶ Ἀρταβάνης. εἶτα Ἀρταξέρξης ὁ μακρόχειρ 1.408 ἐβασίλευσε τῆς Περσίδος· ἐν τῷ κʹ ἔτει τῆς βασιλείας αὐτοῦ Νεεμίας ἀνελθὼν τὴν πόλιν ἀνέστησεν, ἅπερ ὁ Ἔσδρας ἀκριβῶς ἡμῖν διηγήσατο. ἂν τοίνυν ἐντεῦθεν τετρακόσια ὀγδοήκοντα τρία θῶμεν ἔτη, ἥξομεν πάντως ἐπὶ τὴν κατασκαφὴν ταύτης, ὡς καὶ Ἰώσηπος αὖθις μαρτυρεῖ λέγων "τὴν δὲ τῆς πόλεως καὶ τοῦ ναοῦ ἐρήμωσιν συνέβη γενέσθαι κατὰ τὴν ∆ανιὴλ προφητείαν, πρὸ υʹ καὶ ηʹ γενομένην ἐτῶν." διὰ τοῦτό φησιν, οἰκοδομηθήσεται πλα τεῖα καὶ περίτειχος. ἐπειδὰν οὖν ἀναστῇ καὶ τὸ οἰκεῖον ἀπολάβῃ σχῆμα, ἀπ' ἐκείνου τὰς οʹ ἑβδομάδας ἀρίθμει. μετὰ δὲ τὰς ἑβδομάδας ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔσται ἐν αὐτῷ, καθὼς προείρηται. μετὰ γὰρ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν ἐπὶ Ἀδριανοῦ συστάντες οἱ Ἰουδαῖοιἐσπούδαζον ἐπὶ τὴν προτέραν πολιτείαν ἐπανελθεῖν οἱ μάταιοι θεο μαχοῦντες. χειρωσάμενος δὴ αὐτοὺς ὁ βασιλεὺς καὶ τὴν πόλιν πᾶσαν καταστρέψας καὶ τὰ λείψανα ἀφανίσας πάντα, καὶ μετὰ ταῦτα αὐτὴν ἀνεγείρας, Αἰλίαν αὐτὴν προσηγόρευσε κατὰ τὴν αὐτοῦ ἐπωνυμίαν. ὅθεν ὁ Χριστὸς μετὰ Ἀντίοχον τὸν ἐπιφανῆ παραγενόμενος, καὶ προαναφωνῶν τὴν μέλλουσαν ἔσεσθαι αἰχμα λωσίαν, καὶ δεικνὺς ὅτι ὁ ∆ανιὴλ περὶ αὐτῆς προεῖπε, φησίν "ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ ∆ανιὴλ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω." ἐπειδὴ γὰρ ἅπαν εἴδωλον καὶ πᾶν ἐκτύπωμα ἀνθρώπου βδέλυγμα παρὰ τοῖς Ἰουδαίοις ἐκαλεῖτο, αἰνιγματωδῶς ἐμφαίνων τὸν ἀνδριάντα ἐκεῖνον, ὁμοῦ καὶ πότε καὶ ὑπὸ τίνος ἔσται ἡ αἰχμαλωσία προανήγ 1.409 γειλεν. ὅτι δὲ περὶ τῶν Ῥωμαίων εἴρηται ταῦτα, καὶ Ἰώσηπος μαρτυρεῖ, καθὼς προέφημεν. τίς οὖν αὐτοῖς ὑπολείπεται λοιπὸν λόγος; ὅταν τὰς μὲν αἰχμαλωσίας οἱ προφῆται φαίνωνται μετὰ διωρισμένων χρόνων εἰπόντες, ταύτῃ δὲ μηδένα χρόνον ὁρίσαντες, ἀλλὰ τοὐναντίον εἰπόντες ὅτι μέχρι συντελείας ἔσται ἡ ἐρήμωσις. ὅτι μὲν εἰ τέλος ἡ παροῦσα ἔμελλε δουλεία λήψεσθαι, καὶ τοῦτο ἂν προεῖπον οἱ προφῆται καὶ οὐκ ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν, τὰς αἰχμαλωσίας ἁπάσας μετὰ προρρήσεως δείξαντες ἐπενεχθείσας αὐτοῖς· ἑκάστης γὰρ τούτων καὶ τρόπους καὶ χρόνους προανακη