150
ρυχθέντας διὰ τῶν θείων γραφῶν ἀπεδείξαμεν. τῇ παρούσῃ δὲ οὐδεὶς προφήτης ὥρισε χρόνον, ἀλλ' ὅτι μὲν ἥξει καὶ ἐρημώσει πάντα καὶ μεταστήσει τὴν πολιτείαν, καὶ μετὰ πόσον χρόνον τῆς ἐκ Βαβυλῶνος ἐπανόδου συμβήσεται, προεῖπεν ὁ ∆ανιήλ, ὅτι δὲ τέλος ἕξει καὶ στήσεταί που τὰ κακὰ ταῦτα, οὔτ' ἐκεῖνος ἐδήλω σεν οὔτ' ἄλλος τις προφήτης, ἀλλὰ καὶ τοὐναντίον, ὡς εἴρηται, προεῖπον ὅτι ἕως συντελείας καθέξει αὐτοὺς ἡ ταλαιπωρία αὕτη. καὶ μάλα εἰκότως· καὶ γὰρ μαρτυρεῖ τοῖς εἰρημένοις ὁ τοσοῦτος διαγενόμενος χρόνος καὶ οὔτε ἴχνος οὔτε προοίμιον χρηστῆς μετα βολῆς ἐνδειξάμενος, καὶ ταῦτα πολλάκις ἐπιχειρησάντων αὐτῶν ἀναστῆσαι τὸν ναόν, ἐπὶ Ἀδριανοῦ καὶ Κωνσταντίνου καὶ Ἰουλιανοῦ, καὶ διακωλυθέντων πρῶτον μὲν ὑπὸ στρατιωτῶν, ὕστερον δὲ ἐπὶ τοῦ παραβάτου πυρὸς τῶν θεμελίων ἐκπηδήσαντος καὶ κατασχόντος αὐτοὺς τῆς ἀκαίρου φιλονεικίας τε καὶ παραβάσεως. 1.410 ὅθεν τοίνυν λεγέτωσαν ἡμῖν, τίνος ἕνεκα ἐν Αἰγύπτῳ μὲν τοσοῦτον διατρίψαντες χρόνον ἐν κακουχίᾳ ἐλέους ἔτυχον, καὶ εἰς Βαβυ λῶνα πάλιν ἀπενεχθέντες ἐπανῆλθον εἰς τὰ ἴδια, καὶ ὑπ' Ἀντιό χου τοσαῦτα κακὰ παθόντες αὖθις πρὸς τὸ πρότερον ἐπανῆλθον ἀξίωμα, νῦν δὲ οὐδὲν τοιοῦτον γεγένηται, ἀλλὰ πεντακοσίων ἐτῶν, νῦν δὲ χιλίων ἐξ ἐκείνου διελθόντων οὐδὲ αἴνιγμα τοιαύτης μετα βολῆς ὁρῶμεν φαινόμενον οἷον τὸ πρότερον. εἰ δὲ τὰς ἁμαρτίας αὐτῶν προβάλοιντο, καὶ εἴποιεν, ἐπεὶ ἡμάρτομεν τῷ θεῷ, διὰ τοῦτο οὐκ ἀπολαμβάνομεν τὴν οἰκείαν χώραν, πάλιν δ' ἂν εἰκό τως αὐτοὺς ἐρήσομαι· διὰ τὰς ἁμαρτίας ὑμῶν, ὦ Ἰουδαῖοι, ἔξω τῆς Ἱερουσαλὴμ διατρίβετε χρόνον τοσοῦτον; καὶ τί τὸ καινὸν καὶ παράδοξον; μὴ γὰρ νῦν ἐν ἁμαρτίαις ζῆτε μόνον, παρὰ δὲ τὴν ἀρχὴν ἐν δικαιοσύνῃ καὶ κατορθώμασιν; οὐκ ἄνωθεν καὶ ἐξ ἀρχῆς συνανετράφητε παρανομίαις; οὐχὶ τῆς θαλάσσης σχιζομέ νης καὶ τῶν πετρῶν ῥηγνυμένων καὶ τοσούτων θαυμάτων γινομέ νων περὶ τῆς ἐρήμου προσεκυνήσατε μόσχῳ; οὐ τὸν Μωϋσέα λί θοις βάλλοντες καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις, καὶ τὸν θεὸν παρωργίζετε βλασφημοῦντες; οὐ τῷ Βεελφεγὼρ ἐτελέσθητε; οὐ τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ἐθύσατε τοῖς δαιμονίοις καὶ τοὺς ἀλλοτρίους θεοὺς ἐθεραπεύσατε; οὐ πᾶν εἶδος ἁμαρτίας καὶ κακίας ἐπεδείξασθε; πῶς οὖν ὑμᾶς οὐκ ἀπεστράφη τότε ὁ θεός, ἀλλὰ μετὰ τὰς παιδοκτονίας καὶ τὰς εἰδωλολατρίας, μετὰ τὴν πολλὴν ἀγνωμοσύνην, καὶ προφήτας ἀφῆκε παρ' ὑμῖν εἶναι διαφόρους, καὶ σημεῖα εἰργάζοντο καὶ θαύ 1.411 ματα παράδοξα; τίνος οὖν ἕνεκεν πάλαι μὲν ἀσεβοῦντες καὶ μυρία διαπραττόμενοι δεινὰ τοσαύτης εὐνοίας ἀπηλαύσατε παρὰ θεοῦ καὶ προστασίας καὶ προμηθείας, νῦν δὲ οὔτε εἰδωλολατροῦντες οὔτε παιδοκτονοῦντες ἐν αἰχμαλωσίᾳ καὶ ταλαιπωρίᾳ διάγετε; μὴ γὰρ ἕτερος ἦν θεὸς τότε καὶ ἕτερος νῦν; οὐκ αὐτός ἐστι καὶ ὁ ἐκεῖνα οἰκονομῶν καὶ ταῦτα νῦν ἐργαζόμενος; διὰ τί, ὅτε μείζω μὲν ἦν τὰ ἁμαρτήματα, πολλὴ δόξα ὑμῖν ἦν παρὰ θεοῦ, ὅτε δὲ ἐλάττονα πλημμελεῖτε νῦν, παντελῶς ὑμᾶς ἀπεστράφη καὶ ἀτιμίᾳ παρέδωκεν ἀπεράντῳ; ἀλλὰ κἂν ὑμεῖς σιγήσητε, οἱ λίθοι κεκρά ξονται. ἐπειδὴ γὰρ κατὰ τοῦ δεσπότου τὰς χεῖρας ἐξετείνατε, διὰ τοῦτο οὐκ ἔσται ὑμῖν διόρθωσις οὐδὲ συγγνώμη λοιπὸν οὐδὲ ἀπολογία. τότε μὲν γὰρ εἰς δούλους ἦν τὰ τολμώμενα, νῦν δὲ πάντα ἐκεῖνα τὰ παλαιὰ σαφῶς ἀπεκρύψατε διὰ τῆς εἰς τὸν κοινὸν δεσπότην Χριστὸν μανίας. ὅθεν καὶ μειζόνως κολάζεσθε, καὶ οὐδ' οὕτως ἀπέχεσθε τῆς πατρικῆς ἐμβροντησίας τε καὶ λύσσης, πλάνον αὐτὸν καὶ παράνομον ἀποκαλοῦντες. εἰ γοῦν πλάνος ἦν ὁ Χριστός, ὡς φατέ, καὶ παράνομος, ἐχρῆν μᾶλλον ὑμᾶς εὐδο κιμῆσαι, ὅτι αὐτὸν ἀπεκτείνατε. εἰ γὰρ Φινεὲς ἕνα τινὰ παρα νομοῦντα ἀνελὼν ὁλόκληρον τὴν κατὰ τοῦ ἔθνους ὀργὴν κατέπαυ σεν (ἔστη γὰρ Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην), πολλῷ μᾶλλον ἐφ' ὑμῶν ἔδει τοῦτο γενέσθαι, εἴ γε παράνομος ἦν ὁ ὑφ' ὑμῶν σταυρωθείς.