151
1.412 καὶ πόθεν δῆλον, φησίν, ὅτι τέλεον ἀπεστράφη ὑμᾶς ὁ θεός; τῶν πραγμάτων αὐτῶν βοώντων καὶ σάλπιγγος λαμπροτέραν ἀφιέντων φωνὴν διὰ τῆς καταστροφῆς τῆς πόλεως, διὰ τῆς ἐρη μώσεως τοῦ ναοῦ, διὰ τῶν ἄλλων ἁπάντων. ἀλλ' ἄνθρωποι, φησίν, ἐπήγαγον, οὐχ ὁ θεός. εἰ γοῦν ἀνθρώπων ἔργα ταῦτα καὶ οὐχὶ τῆς ὀργῆς τοῦ θεοῦ, ἔδει μέχρι τῆς ἁλώσεως τὰ ὑμέτερα στῆναι καὶ μὴ περαιτέρω προελθεῖν ὑμῖν τὴν ἀτιμίαν καὶ κάκωσιν. πλὴν ἔστω κατὰ τὸν ὑμέτερον λόγον, ὅτι τὰ τείχη κατέστρεψαν ἄνθρωποι καὶ τὴν πόλιν καθεῖλον καὶ τὸν βωμὸν ἀνέστρεψαν. μὴ καὶ τοὺς ἀνθρώπους ἄνθρωποι κατέπαυσαν; μὴ καὶ τὴν τοῦ πνεύματος χάριν καὶ τἆλλα τὰ σεμνὰ τὰ παρ' ὑμῖν αὐτὰ κατέλυ σαν, οἷον τὸ φωνὴν ἐκ τοῦ ἱλαστηρίου φέρεσθαι, τὴν ἐπὶ τῷ χρίσματι γενομένην ἐνέργειαν, τὴν ἐπὶ τὸν λίθον τοῦ ἱερέως δή λωσιν; καὶ γὰρ ἡ Ἰουδαϊκὴ πολιτεία οὐχὶ κάτωθεν εἶχε τὰς ἀρχὰς ἁπάσας, ἀλλὰ τὰς πλείους καὶ σεμνοτέρας ἄνωθεν ἐκ τῶν οὐρα νῶν. οἷον τί λέγω; θυσίας γίνεσθαι συγχωρήσας, ὁ μὲν βωμὸς ἦν κάτω καὶ τὰ ξύλα καὶ ἡ μάχαιρα καὶ ὁ ἱερεύς, τὸ δὲ πῦρ τὸ μέλλον ἐν τοῖς ἀδύτοις τοῖς ἐκείνοις ἰέναι καὶ δαπανᾶν τὰς θυσίας ἄνωθεν τὴν ἀρχὴν εἶχεν· οὐ γὰρ ἄνθρωπος εἰς τὸν ναὸν εἰσῆγε πῦρ, ἀλλὰ φλὸξ ἄνωθεν κατενεχθεῖσα τὴν ἐπὶ τῆς διακονίας ἐπλή ρου θυσίαν. πάλιν εἴ ποτε ἔδει τιμαθεῖν, ἀναμέσον τῶν Χε ρουβὶμ καὶ τοῦ ἱλαστηρίου φωνή τις ἐφέρετο καὶ τὰ μέλλοντα προέλεγεν. ὡσαύτως ἐπὶ τὸν λίθον τὸν ἐπὶ τοῦ στήθους τοῦ ἀρ χιερέως, ὅπερ ἐκάλουν δήλωσιν, ἐγίνετό τις ἔλλαμψις, καὶ τὰ 1.413 μέλλοντα προεσήμαινεν. ὁμοίως ἡνίκα χρίεσθαι ἔδει τινά, πνεύ ματος ἐφίπτατο χάρις καὶ τὸ ἔλαιον ἀνεπήδα. καὶ προφῆται διη κόνουν τοῖς πράγμασι τούτοις, καὶ νεφέλη πολλάκις καὶ καπνὸς τὰ ἄδυτα κατελάμβανεν. ἵνα τοίνυν μὴ ἀναισχυντῆτε μηδὲ ἀν θρώποις λογίζησθε τὴν ἐρήμωσιν αὐτῶν, οὐχὶ τὴν πόλιν μόνην ἀφῆκε πεσεῖν καὶ τὸν ναὸν ἐρημωθῆναι, ἀλλὰ καὶ τὰ πράγματα ἐκεῖνα, ἅπερ ἐκ τῶν οὐρανῶν τὰς ἀρχὰς εἶχεν, ἐκποδὼν γενέσθαι πεποίηκε. τίνος οὖν ἕνεκεν οὐκ ἔχετε νῦν προφήτας οὐδέ τι τῶν λοιπῶν ἐκείνων θείων; οὐκ εὔδηλον ὅτι τοῦ θεοῦ τὰ καθ' ὑμᾶς ἀποστραφέντος; καὶ πόθεν, φησί, τοῦτο δῆλον; ἀφ' ὧν πρὸ τούτου μὲν ἀσεβοῦντες ἐτυγχάνετε πάντως, νῦν δὲ δοκοῦντες ἐπιει κέστερον ζῆν μετὰ τὸν σταυρὸν μείζονα τιμωρίαν ὑπομένετε καὶ οὐδενὸς ἀπολαύετε τῶν προτέρων, οὔτε μὴν ἀπολήψεσθε, καθὼς αἱ θεῖαι προρρήσεις ἐναργῶς δηλοῦσιν. εἰ δὴ βούλεσθε, καὶ ἑτέρους προφήτας ἐφοπλίσομεν λέγοντας φανερῶς ὅτι τὰ μὲν ὑμέ τερα τέλος λήψεται, τὰ δὲ ἡμέτερα ἀνθήσει, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκταθήσεται τὸ κήρυγμα, καὶ θυσίας ἑτέρας προσε νεχθήσεται τρόπος, ἐκείνων τῶν παρ' ὑμῖν καταλυθεισῶν. οὐδὲ γὰρ Ἠσαΐαν παράγω τέως μάρτυρα οὔτε Ἰερεμίαν οὔτε τοὺς ἄλλους πρὸ τῆς αἰχμαλωσίας, ἵνα μὴ λέγητε ὅτι τὰ δεινὰ ἐκεῖνα ἃ ἔλεγον περὶ τῆς αἰχμαλώσεως ἐξέβη, ἀλλὰ Μαλαχίαν τὸν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν τῆς πόλεως ἀποκατάστασιν σαφῶς περὶ τῶν πραγμάτων ὑμῶν προφητεύσαντα. ἐπειδὴ γὰρ ἐπανῆλθον καὶ τὴν πόλιν ἀπέλαβον καὶ τὸν ναὸν ᾠκοδόμουν καὶ 1.414 τὰς θυσίας ἐπετέλουν, τὴν μέλλουσαν παντελῆ ταύτην καὶ τελευ ταίαν ἐρήμωσιν καὶ τὴν ἀναίρεσιν τῶν θυσιῶν προλέγων φησίν "εἰ λήψομαι ἐκ τῶν χειρῶν ὑμῶν θυσίαν, λέγει κύριος παντο κράτωρ. ὅτι ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. ὑμεῖς δὲ βεβη λοῦτε αὐτήν." πότε οὖν ταῦτα πεπλήρωται, ὦ Ἰουδαῖοι, καὶ πότε ἐν παντὶ τόπῳ θυμίαμα προσηνέχθη τῷ θεῷ καὶ θυσία κα θαρά; οὐκ ἂν ἔχοιτε εἰπεῖν ἕτερον καιρὸν ἀλλ' ἢ τοῦτον τὸν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν. ὡς εἰ μὴ τοῦτον προλέγει τὸν και ρόν, μηδὲ τὴν ἡμετέραν θυσίαν ἀλλὰ τὴν Ἰουδαϊκήν, παράνομός ἐστιν ἡ προφητεία. εἰ γὰρ τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα τόπον ἀνάγεσθε θυσίαν ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἐξελέξατο κύριος ὁ θεός, καὶ εἰς ἓν χωρίον ἐν Ἱερουσαλὴμ