152
συγκλείοντος τὰς θυ σίας ἐκείνας, ὁ προφήτης λέγων ἐν παντὶ τόπῳ θυμίαμα μέλλειν προσάγεσθαι καὶ θυσίαν καθαράν, ἐναντιοῦται καὶ μάχεται τῷ Μωϋσῇ. ἀλλὰ μὴ γένοιτο· περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε θυσίας καὶ περὶ ἑτέρας οὗτος. ἀκούσατε δὴ Σοφωνίου φωνοῦντος τὰ αὐτὰ καὶ λέγοντος "ἐπιφανήσεται κύριος ἐπὶ πάντα τὰ ἔθνη, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἀπὸ τοῦ τόπου αὐτοῦ." καίτοι γε τοῦτο οὐκ ἐφεῖτο, ἀλλ' εἰς ἕνα τόπον ἐθέσπισε Μωϋσῆς λατρεύειν. ὅταν οὖν ἀκού σητε τῶν προφητῶν προλεγόντων καὶ προαναφωνούντων ὅτι οὐκέτι εἰς μίαν πόλιν οὐδὲ εἰς ἕνα τόπον ἀναγκασθήσονται ἄνθρωποι 1.415 πάντοτε συνάγεσθαι, ἀλλ' οἴκοι καθήμενος ἕκαστος θεραπεύσει τὸ θεῖον, τίνα ἂν ἔχοιτε εἰπεῖν ἕτερον καιρὸν ἀλλ' ἢ τὸν παρόντα τοῦτον, καθ' ὃν τὰ μὲν ἡμέτερα διαλάμπουσι κατὰ πᾶσαν τὴν οἰκουμένην, τὰ δὲ ὑμέτερα κατεσβέσθη καὶ ἐν σκότει διαπορεύε σθε κατὰ πᾶσαν τὴν οἰκουμένην; ὅτι δὲ πάλιν οὐ παρὰ τὴν ἀρ χὴν ὑμῖν δοῦναι τὰς τοιαύτας ἐβούλετο θυσίας, ἀκούσατε τί φησιν Ἠσαΐας. "τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος. καὶ τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;" εἰ δὲ ταῦτα παρὰ τὴν ἀρχὴν ἐζήτει, καὶ τοὺς παλαιοὺς πάντας τοὺς παρ' ὑμῖν λάμψαν τας πρώτους ἂν εἰς τὴν πολιτείαν ἤγαγε ταύτην. πῶς οὖν ταῦτα, φησίν, ἐπέτρεψε; τῇ ὑμετέρᾳ συγκαταβαίνων ἀσθενείᾳ. καὶ καθάπερ ἰατρὸς πυρέττοντα ἰδὼν ἄνθρωπον δυσάρεστόν τε καὶ ἀκαρτέρητον, ἐπιθυμοῦντα ψυχροποσίας καὶ ἀπειλοῦντα εἰ μὴ λάβοι ἑαυτὸν ἀναιρήσειν, βουλόμενος τὸ μεῖζον κωλῦσαι κακὸν τὸ ἔλαττον δίδωσι πρὸς ἀλλαγὴν τελευτῆς βιαίας, οὕτω δὴ καὶ ὁ θεὸς ἐποίησεν. ἐπειδὴ γὰρ εἶδε μαινομένους, ἀγχομένους, ἐπι θυμοῦντας θυσιῶν, καὶ παρεσκευασμένους εἰ μὴ λάβοιεν αὐτομο λήσειν πρὸς τὰ εἴδωλα, μᾶλλον δὲ οὐ παρεσκευασμένους ἀλλὰ καὶ αὐτομολήσαντας ἤδη, ἐπέτρεψε τὰς θυσίας. καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, δῆλον ἐντεῦθεν· μετὰ γὰρ τὴν μυσαρὰν ἑορτὴν ἣν ἐπε τέλεσαν τοῖς δαιμονίοις μοσχοποιήσαντες, τότε τὰς θυσίας ἐπέ τρεψε, μονονουχὶ λέγων "μαίνεσθε καὶ βούλεσθε θύειν; οὐκοῦν ἐμοὶ θύετε." ἀλλ' ὅμως καὶ τοῦτο ἐπιτρέψας οὐ μέχρι τέλους 1.416 ἀφῆκεν, ἀλλὰ διὰ σοφωτάτης μεθόδου πάλιν ἀνήγαγε. καὶ ὥσπερ ὁ ἰατρὸς ἐκεῖνος συγχωρήσας τῇ ἐπιθυμίᾳ τοῦ κάμνοντος, εἶτα φιάλην οἴκοθεν κομίσας κελεύσει ταύτῃ μόνῃ τῆς ψυχροπο σίας μεταλαβεῖν, καὶ τοῦ κάμνοντος πεισθέντος λάθρᾳ τοῖς ἐπι τηδείοις ἐπιτάξειε συντρῖψαι τὴν φιάλην αὐτήν, ἵνα λανθανόντως καὶ ἀνυπόπτως αὐτὸν ἀπαγάγῃ τῆς ἐπιθυμίας αὐτῆς, οὕτω καὶ ὁ θεὸς ἐποίησε· θύειν ἐπιτρέψας ἐν οὐδενὶ τόπῳ τῆς οἰκουμένης εἴασε τοῦτο γενέσθαι ἀλλ' ἢ ἐν τοῖς Ἱεροσολύμοις καὶ μόνον. ὅθεν φησὶν ὁ ∆αβίδ "σοὶ πρέπει ὕμνος ὁ θεὸς ἐν Σιών, καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλήμ." εἶτα ἐπειδὴ χρόνους τινὰς ἔθυσαν, καθεῖλε τὴν πόλιν. ὥσπερ ὁ ἰατρὸς διὰ τῆς τοῦ σκεύους συντριβῆς, οὕτως καὶ ὁ θεὸς διὰ τῆς καταστροφῆς τῆς πόλεως καὶ ἄκοντας αὐτοὺς ἀπήγαγε τοῦ πράγματος. ἐπεὶ γὰρ εἰ φανε ρῶς εἶπεν ἀπόστητε, οὐκ ἂν ἠνέσχοντο ῥᾳδίως, διὰ τῆς κατὰ τὸν τόπον ἀνάγκης λανθανόντως αὐτοὺς ἀπήγαγε τῆς περὶ τὸ πρᾶγμα μανίας. ἔστω τοίνυν ὁ μὲν ἰατρὸς ὁ θεός, ἡ δὲ φιάλη ἡ πόλις, ὁ δὲ νοσῶν ὁ δυσάρεστος δῆμος τῶν Ἰουδαίων, ἡ δὲ ψυχροποσία ἡ τῶν θυσιῶν ἐπιτροπὴ καὶ ἐξουσία. εἰ γὰρ μὴ τοῦτο ἠβούλετο κατασκευάσαι, τίνος ἕνεκεν εἰς τόπον ἕνα συνέκλεισε τὴν τοιαύτην θυσίαν ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; τίνος χάριν τὴν μὲν λατρείαν εἰς θυσίας, τὰς δὲ θυσίας εἰς τόπον, τὸν δὲ τόπον εἰς καιρόν, τὸν δὲ καιρὸν εἰς μίαν πόλιν συναγαγὼν αὐτὴν πάλιν ἐκείνην κατέστρεψε τὴν πόλιν; καὶ τὸ δὴ θαυμαστὸν καὶ παρά 1.417 δοξον, ὅτι πᾶσα μὲν ἡ οἰκουμένη τοῖς Ἰουδαίοις ἀνεῖται, ἔνθα οὐκ ἔξεστι θύειν, μόνη δὲ ἡ Ἱερουσαλήμ, ἐν ᾗ καὶ μόνον ἐξῆν, ἄβατος καὶ ἔρημος γέγονε. περὶ ὧν μέντοι κἀν ταῖς ἀποστολι καῖς διατάξεσί φησιν ὁ θεῖος λόγος. ἤδη δὲ καὶ πρὸ τῆς ἐνσάρ κου οἰκονομίας ἐναργῶς ὁ θεὸς εὖ μάλα παρῃτεῖτο τὰς τῶν Ἰου δαίων