153
θυσίας, ἐξαμαρτανόντων εἰς αὐτὸν πολλάκις, καὶ οἰομέ νων διὰ θυσίας ἀλλ' οὐ διὰ μετανοίας αὐτὸν ἐξευμενίζεσθαι. φησὶ γὰρ διὰ τῶν προφητῶν "ἵνα τί μοι φέρετε λίβανον ἐκ Σαβᾶ καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστι δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι. καὶ συναγά γετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε τὰ κρέα, ὅτι οὐκ ἐνετειλάμην ὑμῖν, ἡνίκα ἐξήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, περὶ θυσιῶν καὶ ὁλοκαυτωμάτων." καὶ "τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ' ἂν ἔρχεσθε ὀφθῆναί μοι. τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσετε ἔτι. ἐὰν φέρητε μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι. τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. ἐγενήθητέ μοι εἰς πλησμονήν." καὶ "ἀπόστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμοῦ ὀργάνων σου οὐκ ἀκούσομαι." καὶ "οὐ δέξομαι ἐκ τοῦ 1.418 οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. ἐμὴ γάρ ἐστιν οἱ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. μὴ φάγωμαι κρέατα ταύρων, ἢ αἷμα τράγων πίωμαι; θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως." καὶ "θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον." καὶ ἁπλῶς ἐν πάσαις ταῖς γραφαῖς ὁμοίως τὰς θυσίας ἀπαναίνεται διὰ τὸ ἐξαμαρτάνειν αὐτοὺς εἰς αὐτὸν ἐξ ἄκρας κακίας τε καὶ ἀπει θείας καὶ σκληροκαρδίας. θυσίαι γὰρ ἀσεβῶν βδέλυγμα κυρίῳ· καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς, καὶ θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς, καὶ πάντες οἱ ἐσθίοντες αὐτὰς μολυνθή σονται. διὸ δὴ καὶ τῷ Σαοὺλ ὁ θεῖος Σαμουὴλ ἔλεγεν "ἀκοὴ ἀγαθὴ ὑπὲρ θυσίαν, καὶ ἀκρόαμα ὑπὲρ στέαρ κριῶν. ἰδοὺ γὰρ θέλει κύριος θυσίαν ὡς τὸ εἰσακούειν αὐτοῦ." εἰ τοίνυν καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ὑπὲρ θυσίαν καρδίαν καθαρὰν ἐπεζήτει καὶ πνεῦμα συντετριμμένον, πολλῷ μᾶλλον ἐλθὼν ἔπαυσε τὰς δι' αἱ μάτων θυσίας, οὐδὲ πάλαι δεόμενος αὐτῶν, ὡς εἴρηται, ἀλλ' εἰ βουληθῶσι συγχωρῶν, καὶ εἰ ἀπὸ γνώμης ὀρθῆς προσοίσουσιν. εἰ θύειν ἐπιθυμεῖς, οὐ δεομένῳ μοι θύε. ὁπότε δὲ τούτου ἀμνή μονες ἐγένοντο, καὶ μόσχον ἀντὶ θεοῦ θεὸν ἐπεκαλέσαντο, καὶ τούτῳ τὴν αἰτίαν τῆς ἐξ Αἰγύπτου πορείας ἐπεγράψαντο, λέγον τες "οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰ γύπτου," καὶ ἀπαρνησάμενοι θεὸν τὸν διὰ Μωϋσέως ἐπισκεψά μενον αὐτοὺς ἐν τῇ θλίψει αὐτῶν, τὸν τὰ σημεῖα περὶ χειρὸς καὶ ῥάβδου ποιησάμενον, τὸν Αἰγυπτίους δεκαπλήγῳ πατάξαντα, τὸν τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις διελόντα καὶ διαγαγόντα 1.419 αὐτοὺς ἐν μέσῳ τοῦ ὕδατος ὡς διὰ ξηρᾶς, τὸν τοὺς ἐχθροὺς αὐ τῶν βυθίσαντα, τὸν Μερρὰν τὴν πηγὴν τὴν πικρὰν γλυκάναντα, τὸν ἐκ πέτρας ἀκροτόμου ὕδωρ εἰς πλησμονὴν ἀναβλύσαντα, τὸν στύλῳ νεφέλης καὶ στύλῳ πυρὸς σκιάζοντα αὐτοὺς διὰ θάλπος ἄμετρον, καὶ φωτίζοντα καὶ ὁδηγοῦντα τοὺς οὐκ εἰδότας ὅπου πορευθῶσι, τὸν ἐξ οὐρανοῦ μαννοδοτήσαντα αὐτοῖς καὶ ἐκ θα λάσσης κρεωδοτήσαντα ὀρτυγομήτραν, τὸν ἐν τῷ ὄρει νομοθετή σαντα αὐτοῖς, οὗ τῆς θείας καὶ βροντοφώνου φωνῆς ἠξιώθησαν ἀκοῦσαι. τοῦτον ἀπηρνήσαντο, εἰπόντες τῷ Ἀαρών "ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν," καὶ ἐμοσχοποίησαν χω νευτόν, καὶ ἔθυσαν τῷ εἰδώλῳ. κἀντεῦθεν οὖν ὀργισθεὶς ὁ μα κρόθυμος θεός, ἅτε δὴ ἀχαριστηθεὶς ὑπ' αὐτῶν, ἔδησεν αὐτοὺς δεσμοῖς ἀλύτοις, στιβάσι φορτισμοῦ καὶ σκληρότητι κλοιοῦ· καὶ οὐκέτι εἶπεν, ἐὰν ποιήσῃς, ὡς πρὸ τῆς μοσχοποιίας εἴρηκεν, ἀλλὰ ποίησον θυσιαστήριον καὶ θύε διηνεκῶς· ἐπιλήσμων γὰρ ὑπάρχεις καὶ ἀχάριστος, ἵνα συνεχῶς ἐπιμιμνήσκῃ μου. ἐπεὶ οὖν τῇ ἐξουσίᾳ κακῶς ἐχρήσαντο οἱ τάλανες καὶ ἀγνώμονες, ἀνάγκην ἐπέθηκε λοιπὸν θύειν καὶ βρωμάτων ἀπέχεσθαι τινῶν, καὶ ζῴων διαφορὰς καθαρῶν καὶ ἀκαθάρτων διέστειλε, καίτοι παντὸς ζῴου καθαροῦ τυγχάνοντος· πάντα γὰρ ὅσα ἐποίησεν ὁ θεὸς καλὰ λίαν. καὶ δὴ καὶ