154
ἀφορισμοὺς προσέταξε καὶ καθα ρισμοὺς καὶ βαπτισμοὺς καὶ δεκατισμοὺς καὶ ἁγνείας καὶ ἀργίας διαφόρους, ὧν παρακούοντι τιμωρίαν ὡρίσατο, ἵνα πιεζόμενοι 1.420 καὶ ὑπὸ τοῦ κλοιοῦ ἀγχόμενοι τῆς πολυθέου πλάνης ἐκστήσονται. οὐκοῦν διὰ τὴν σκληροκαρδίαν αὐτῶν ἐπέδησεν αὐτούς, ὅπως διὰ τοῦ θύειν καὶ ἀργεῖν καὶ ἁγνίζεσθαι καὶ τὰ τοιάδε παρατηρεῖσθαι εἰς ἔννοιαν ἔρχωνται θεοῦ τοῦ ταῦτα διαταξαμένου αὐτοῖς καὶ νομοθετήσαντος, οἵγε μοχθηρίᾳ τρόπου καὶ γνώμης ἀγνώμονος οὐ διελίμπανον ἄνωθεν καὶ ἐξ ἀρχῆς μέχρι τέλους ἐπιλανθανόμε νοι τοῦ θεοῦ, καὶ παρατρεπόμενοι προσεκύνουν ἀντὶ τοῦ κτίστου τὴν κτίσιν, καὶ ποτὲ μέν, ὡς εἴρηται, μοσχοποιήσαντες, ποτὲ δὲ τῷ Βεελφεγὼρ προσκυνήσαντες, ἄλλοτε δὲ τῷ Βάαλ καὶ τῷ Χαμὼς καὶ τῇ Σιδωνίᾳ Ἀστάρτῃ καὶ τῷ Μολχώμ, καὶ ποτὲ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τοῖς ἄστροις, ἃ ὁ θεὸς εἰς φαῦσιν ἀν θρώποις ἐποίησε καὶ οὐκ εἰς προσκύνησιν· ποτὲ δὲ καὶ ἄλογα ζῷα ἐτίμων, ὡς παρ' Αἰγυπτίοις τὸν Ἆπιν βοῦν καὶ τὸν Μενδήσιον τράγον, καὶ θεοὺς ἀργυροῦς καὶ χρυσοῦς, ὡς ἐν τῇ Ἰουδαίᾳ. ταύτῃ τοι προδήλως ἀπειλῶν αὐτοῖς ὁ θεὸς ἔλεγε διὰ τοῦ προφή του· "μὴ μικρὸν τοῦτο τῷ οἴκῳ Ἰούδα, ποιεῖν τὰ βδελύγματα ταῦτα ἃ ἐποίησαν; ὅτι ἔπλησαν τὴν γῆν ἀνομίας τοῦ παροργίσαι με." διὸ τοίνυν εἰκότως ἐξωλοθρεύθησαν ὡς τὸν θεὸν παροργί ζοντες καὶ τὴν ἁγίαν γῆν ἐκείνην καταμιαίνοντες ἀπ' ἀρχῆς ἕως τῆς ἐσχάτης καὶ τελευταίας ταύτης ἁλώσεως ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου. καὶ γὰρ διαφόρων ταύτην ἑλόντων καὶ καθελόντων, φησὶ Θεοδώρητος, πάλιν εἰς τὸ ἀρχαῖον ἀποκατέστησαν ἀξίωμά τε καὶ σχῆμα· ἀλλὰ νῦν οὐκέτι. πρῶτος μὲν γὰρ Θελαφάλασαρ δορυάλωτον ἔλαβε τῶν δέκα φυλῶν τὸ πλεῖστον, δεύτερος δὲ Σα 1.421 λαμανασὰρ τὴν Σαμάρειαν καὶ τὰς περὶ αὐτὴν ἐξηνδραπόδισε πό λεις, τρίτος δὲ ὁ Σεναχηρεὶμ τὰς μὲν ἄλλας τῆς Ἰουδαίας ἐπολιόρ κησε πόλεις καὶ πολλοὺς μετῴκισεν αἰχμαλώτους, ἐπιστρατεύσας δὲ τοῖς Ἱεροσολύμοις ἀλαζονικῶς τε καὶ δυσσεβῶς ἐκομίσατο δι καίως τῆς βλασφημίας τὰ ἐπίχειρα· θεηλάτῳ πληγῇ τὴν στρατιὰν ἀπολέσας, καὶ μετ' αἰσχύνης ἀναζεύξας, ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρεῖται. μετὰ δὲ τοῦτον Ναβουχοδονόσορ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας Ἰωακεὶμ τοῦ υἱοῦ Ἰωσίου μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἀφικόμενος, καὶ πολλὰ τάλαντα χρυσίου καὶ ἀργύρου λαβὼν καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμαλώτους πολλοὺς καὶ μέ ρος ἐκ τῶν ἱερῶν σκευῶν, ὑπέστρεψε δασμὸν ἐπιθείς. καὶ μετ' ὀλίγον χρόνον ὁ μὲν Ἰωακεὶμ τὸν φόρον ἠθέτησεν, ὁ δὲ Ναβου χοδονόσορ τῷ ἑνδεκάτῳ ἔτει τῆς τούτου βασιλείας, ὀγδόῳ δὲ τῆς οἰκείας ἡγεμονίας πάλιν ἐκστρατεύει τοῖς Ἱεροσολύμοις, καὶ τὸν μὲν Ἰωακεὶμ ἀνελὼν καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι κελεύσας ἄτα φον ἐπί τινα χρόνον κατέλιπε, περὶ οὗ καὶ Ἱερεμίας φησί "τάδε λέγει κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα. οὐαὶἐπὶ τὸν ἄνδρα τοῦτον. οὐ μὴ κόψονται αὐτόν, ὦ ἀδελφέ, οὐδ' οὐ μὴ κλαύσονται αὐτόν, οἴμοι κύριε καὶ οἴμοι ἀδελφέ· ἀλλὰ ταφὴν ὄνου ταφήσεται, καὶ συμψηφισθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ," τοὺς δὲ ἐν τέλει πάντας αἰχμαλώτους λα βών, καὶ τοῖς ὑπολειφθεῖσι χειροτονήσας βασιλέα Ἰεχονίαν υἱὸν Ἐλιακείμ, ἀπῆρεν εἰς Βαβυλῶνα. εἶτα καὶ τοῦτον μαθὼν στα 1.422 σιάσαντα μετὰ μῆνας τρεῖς πάλιν ἔρχεται, καὶ τοῦτον πεδήσας μετὰ πολλῶν νεωτέρων δοριάλωτον ἄγει, καταστήσας ἀντ' αὐτοῦ βασιλεύειν τῶν ὑπολοίπων Σεδεκίαν πατράδελφον αὐτοῦ, ὅρκοις κατὰ τοῦ θεοῦ περὶ τοῦ μὴ ἀποστῆναι καταδεσμήσας. ἀλλὰ καὶ τούτου παραβάντος τοὺς ὅρκους καὶ μήτε τὸν δασμὸν ἀποδοῦ ναι θελήσαντος μήτε μὴν εὔνοιαν φυλάξαντος ἀλλ' Αἰγυπτίοις προσφυγόντος, αὖθις παρεγένετο, καὶ τὸν μὲν Σεδεκίαν χειρω σάμενος καὶ ἐκτυφλώσας, καὶ τὴν πόλιν αὔτανδρον εἰληφώς, τά τε βασίλεια καὶ τὸν θεῖον ναὸν καὶ πᾶσαν ἐμπρήσας οἰκίαν, αἰχμαλώτους ἀπήγαγε τοὺς διασωθέντας ἐκ τοῦ λιμοῦ καὶ τοῦ πολέμου καὶ τὰ διαφέροντα σκεύη τοῦ ναοῦ κυρίου. τὸ πλῆθος τοίνυν τῶν συμφορῶν αὐτῶν καὶ Ἰωὴλ διηγούμενος πρῶτον μὲν