157
ἑτέρα φύσις, οὐ μικρὰν ἡμῖν παρέχουσα χρείαν, ἀλλὰ τοσαύτην ὥστε εἰς τὸ πολὺ τῆς ζωῆς ἡμῖν συντελεῖν, κεκμηκότα ἀνακτᾶσθαι τὰ σώματα. τοῦτο γὰρ ἔργον ἀνέμων, ἀναρριπίζειν τὸν ἀέρα, ὥστε μὴ ἀκίνητον ὄντα διαφθείρεσθαι, πεπαίνειν δὲ τοὺς καρποὺς καὶ τρέφειν τὰ σώματα. τί ἄν τις εἴποι τὰς ἐν ναυτιλίᾳ χρείας αὐτῶν, καὶ τοὺς καιροὺς οἷς τεταγμένως ἐφίστανται καὶ παραχωροῦσιν ἀλλήλοις, χορεύοντες ἐν τῷ πελάγει 1.428 καὶ τοὺς πλωτῆρας διαβιβάζοντες; καὶ ὁ μὲν παρέπεμψεν, ὁ δὲ διεδέξατο. καὶ ἐναντίας ὁδευόντων ὁδοὺς καὶ διακονούντων ἡ μάχη αὐτῶν πάλιν τῷ βίῳ γίνεται χρήσιμος. καὶ μυρία ἄν τις εἴποι τῶν ἀνέμων ἔργα. ἀλλ' ὅμως πάντα ταῦτα παραδραμὼν ὁ προφήτης καὶ καταλιπὼν ἀναλέγεσθαι, αὐτὸ μόνον τὴν εὐκολίαν τῆς δημιουργίας παρέστησε. τὸ γὰρ εἰπεῖν «ἐκ θησαυρῶν αὐτῶν» οὐ τοῦτο δηλοῦντός ἐστιν, ὅτι θησαυροί τινές εἰσιν ἀνέμων, ἀλλὰ τὴν εὐκολίαν τοῦ ἐπιτάττοντος καὶ τὸ ἕτοιμον τῆς βουλῆς καὶ παρεσκευασμένον. ὥσπερ γὰρ ὁ ἔχων ἐν θησαυρῷ μετὰ ἀδείας ἐξάγει πάντα, καὶ ὅτε βούλεται πάλιν εἰσάγει, οὕτως ὁ τοῦ παν τὸς δημιουργὸς πάντα εὐκόλως ἐποίησε καὶ τῇ φύσει παρέδωκεν. εἶδες καὶ πόση ἐν ἀέρι διαφορά, καθάπερ καὶ ἐν πυρὶ καὶ ἐν ὕδατι πολλαὶ ἐναλλαγαί. καὶ γὰρ τοῦ ὕδατος τὸ μέν ἐστι πηγαῖον, τὸ δὲ θαλάττιον, τὸ δὲ ἀέριον, τὸ δὲ ἐν νεφέλαις, τὸ δὲ ὑπερουρά νιον, τὸ δὲ ὑπεράνω τῶν ἀνθρώπων, τὸ δὲ ὑπόγειον, ἀφ' οὗ καὶ τὰ θερμὰ ὕδατα ἐν διαφόροις τόποις ἀνάγονται, διὰ τοῦ ὑπογείου πυρὸς θερμανθέντα παραδόξως. καὶ τοῦ πυρὸς τὸ μέν ἐστιν ἐν ἡλίῳ, τὸ δὲ ἐν σελήνῃ, τὸ δὲ ἐν ἀστραπαῖς, τὸ δὲ ἐναέριον, τὸ δὲ ἀπὸ ξύλων, τὸ περὶ ἡμᾶς καὶ τὸ λυχναῖον, τὸ δὲ ἀπὸ γῆς (καὶ γὰρ ἔστι πολλαχοῦ τὸ τοιοῦτο ἀπὸ γῆς ἀναδιδόμενον ἰδεῖν, ὥσπερ αἱ πηγαὶ τῶν ὑδάτων), τὸ δὲ ἐν λίθοις παρατριβομένοις, τὸ δὲ ἐν κόμαις δένδρων καὶ αὐτῶν παρατριβομένων, τὸ δὲ ἐν κεραυνοῖς ἐκ τοῦ αἰθέρος, τὸ δὲ ἐξ ὑδάτων καὶ ὑέλων διαυγεστάτων καὶ καθα 1.429 ρωτάτων ἐξάλλεσθαι πέφυκεν. οὕτω δὲ καὶ ἐν ἀέρι πάλιν ὁ μέν ἐστι παχύτερος ὁ περὶ ἡμᾶς καὶ φθοροποιὸς καὶ νόσων ποικίλων ἐπικινδύνων αἴτιος, ὁ δὲ λεπτότερος καὶ σωμάτων εὐκρασίας καὶ εὐρωστίας πρόξενος, ὁ δὲ αὐότερος καὶ πυρωδέστερος. ὥσπερ καὶ τῶν ἀνέμων πολλαὶ διαφοραί· ὁ μὲν γάρ ἐστι λεπτότερος ὁ δὲ παχύτερος, ὁ μὲν ψυχρότερος ὁ δὲ ξηρότερος, ὁ μὲν ὑγρότερος ὁ δὲ θερμότερος. ὅθεν οὖν ὁ προφήτης ἐμπεσὼν εἰς τὴν ἄβυσσον τῶν εὐεργετημάτων τούτων καὶ τῶν τοιούτων, ἐν οἷς ἡ τοῦ θεοῦ δύναμις καὶ σοφία δείκνυται, καὶ ἰδὼν τὸ πέλαγος ἀχανές, ἀπε πήδησε μέγα βοήσας ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, καὶ σοφίας ἐνέπλησας τά τε ἔμψυχα καὶ τὰ ἄψυχα.
Μετὰ δὲ Τῖτον ἐβασίλευσε ∆ομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιεʹ μῆνας ιαʹ, καὶ ἐσφάγη ἐν τῷ ναῷ Ῥώμης κατ' ἐπιβουλὴν τῆς ἑαυτοῦ γυναικός. διάδοχος γὰρ γενόμενος τοῦ ἀδελφοῦ οὐ τὴν πατρικήν τε καὶ ἀδελφικὴν ἐζήλωσεν ἀριστοπολιτείαν, ἀλλὰ τὴν τοῦ Τιβερίου καὶ Νέρωνος ἀνοσιεργίαν ἐκ διαμέτρου. καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθών, μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεως γενόμενος, ἑαυτὸν ὁ ἄθεος τελευταῖον ἀπεθέωσε. κἀντεῦθεν ἔχθιστον ἅπασι καὶ ἀπόβλητον διὰ τὸ φονικόν τε καὶ θηριῶδες τῆς μιαρᾶς γνώμης ἑαυτὸν ὁ τάλας ἀπο φήνας, εἰκότως μάλα τὰ ἐπίχειρα τῆς οἰκείας δυσμενείας κομισά μενος αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέβηλον καταστρέφει βίον, 1.430 ὡς εἴρηται. οὗτος τὰς γενέσεις τῶν πρώτων τῆς Ῥώμης ἐρευνῶν, οὐκ ὀλίγους εὑρίσκων ἐν δυνάμει ἔσεσθαι ἀνῄρει διὰ προφάσεως. οὗτος διέταξεν ἐν ταῖς πόλεσιν ἀμπέλους μὴ φυτεύειν. οὗτος τοὺς ἀπὸ γένους ∆αβὶδ καὶ Χριστοῦ ἀναιρεῖσθαι προσέταξεν· ἐδεδίει γὰρ τὴν παρουσίαν τοῦ κυρίου ὡς καὶ Ἡρώδης ὁ παιδοκτόνος. τοῦ κηρύγματος δὲ ἤδη δύναμιν λαμβάνοντος ἤγαγον συγγενεῖς τοῦ κυρίου πρὸς ∆ομετιανόν. οὓς καὶ ἐπηρώτησεν εἰ ἐκ ∆αβὶδ καὶ Χριστοῦ εἰσι. καὶ ὡμολόγησαν. καὶ πόσων, ἔφη,