158
χρημάτων κυριεύετε; ἐννέα, φασί, δηναρίων οἱ πάντες, καὶ πλέθρων γῆς ὀλίγων, ἐξ ὧν τοὺς φόρους ἀναφέρομεν. καὶ τὰς χεῖρας σκληρὰς ἐκ τῆς ἐργασίας ἐπεδείκνυον. ὁ δέ, καὶ ὁποία τίς ἐστιν ἡ τοῦ Χριστοῦ βασιλεία, καὶ πότε φανησομένη; ὡς οὐ κοσμικὴ οὐδὲ ἐπίγειος, ἔφασαν, ἐπουράνιος δὲ καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐν δόξῃ ἐρχομένη κρῖναι ζῶντας καὶ νεκρούς. ἐφ' οἷς αὐτὸς τούτων καταφρονήσας ἐλευθέρους μὲν αὐτοὺς ἀφεῖναι ἐκέλευσε, τὸν δὲ τῆς ἐκκλησίας διωγμὸν καταπαῦσαι. οὗτος ὁ ∆ομετιανὸς Νερούαν τινὰ ὑπεύθυνον ἐκέλευσε ζῶντα βληθῆναι εἰς πῦρ. τῶν δὲ ἀστρο νόμων εἰπόντων ὑπὸ κυνὸς τοῦτον ἀναλωθήσεσθαι, εὐθὺς ὑετὸς κατενεχθεὶς πολὺς τὴν πυρκαϊὰν ἔσβεσε, καὶ δεδεμένον ἔτι τὼ χεῖρε κύνες ἀφεθέντες τοῦτον κατέφαγον. Λάργιος δὲ ἀστρονό μος εἶπεν εἰς ὄψιν τῷ ∆ομετιανῷ τεθνήξεσθαι ἡμέρᾳ τῇδε. ὁ δὲ ἐκέλευσεν αὐτὸν φυλαχθῆναι ἐν δεσμοῖς, ὡς ἂν τῆς ἡμέρας διελ 1.431 θούσης τῇ ἐπαύριον ἀναιρήσῃ. ἀλλὰ σφαγέντος αὐτοῦ ὑπὸ Στε φάνου ἀπελευθέρου αὐτοῦ ἀπελύθη ἀβλαβής. οὗτος Ἀπολλώνιον τὸν Τυανέα ἀπέκειρε καὶ δέσμιον εἰς δικαστήριον ἤγαγε. τότε φασὶ καὶ τὸ πολυθρύλητον ἔπος ἐκεῖνο τὸν Ἀπολλώνιον εἰπεῖν "οὐ μάν με κτανέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι," καὶ ἄφαντον γενέσθαι παραχρῆμα, κατ' αὐτὴν δὲ τὴν ὥραν εὑρεθῆναι εἰς Ποτιόλους ἡμερῶν τριῶν διάστημα. ὃς εὑρὼν ἐκεῖσε τὸν μαθη τὴν αὐτοῦ ∆άμαντα ἀνήγγειλεν αὐτῷ τὰ κατ' αὐτόν, καθὰ Φιλό στρατος ἱστορεῖ. καὶ τῷ μετὰ ∆ομετιανὸν μέλλοντι βασιλεῦσαι Νέρουᾳ τὴν τελευτὴν γράμμασιν οἰκείοις προεσήμανεν. ἐφ' οὗ Τιμόθεος ὁ ἀπόστολος καὶ Ὀνήσιμος ἐμαρτύρησαν, καὶ Κλήμης ὑπὲρ Χριστοῦ ἀναιρεῖται, καὶ Ἰωάννης εὐαγγελιστὴς ἐν Πάτμῳ τῇ νήσῳ ὡς ὑπεύθυνος ἐξορίζεται. Ὁ δὲ Ἀπολλώνιος ἀπὸ Ῥώμης ἐλθὼν εἰς τὸ Βυζάντιον, καὶ παρακληθεὶς ὑπὸ τῶν ἐντοπίων, ἐποίησε ταῦτα, φυγαδεύσας τὸ πλῆθος τῶν ὄφεων καὶ σκορπίων ἐκ τῆς πόλεως, ὥστε μὴ ἀδικεῖ σθαι ὑπ' αὐτῶν τοὺς ἀνθρώπους, καὶ τῶν ἵππων τὴν ἀταξίαν χαλινώσας ἐν ταῖς συνελεύσεσι τῶν ἀρχόντων. ὡσαύτως καὶ εἰς Ἀντιόχειαν παραγενόμενος δυσωπηθεὶς ἐποίησε. τυραννουμένων γὰρ τῶν Ἀντιοχέων ὑπὸ τῶν σκορπίων καὶ κωνώπων, ποιήσας χαλκὸν σκορπίον καὶ χώσας αὐτὸν ἐν τῇ γῇ καὶ μικρὸν ἐπιστήσας ἐπάνω κίονα, βαστάζειν προσέταξε καλάμους τῷ λαῷ, καὶ περι ερχομένους ἐν τῇ πόλει κράζειν τοὺς καλάμους ἐπισείοντας ἀκώ 1.432 νωπα τῇ πόλει. καὶ οὕτως ἐξηφανίσθησαν ἐκ τῆς πόλεως οἵ τε σκορπίοι καὶ οἱ κώνωπες. αἰτηθεὶς δὲ καὶ περὶ τῶν ἐπικειμένων αὐτῇ σεισμῶν, στενάξας ἔγραψεν ἐν διπτύχῳ ταῦτα "οὐαί σοι τά λαινα πόλις, ὅτι σεισμοῖσι πολλοῖς καὶ πυρσοῖς κατενεχθήσῃ. κλαύσεται δέ σε καὶ ὁ παρ' αἰγιαλοῖς Ὀρόντης." περὶ οὗ μέντοι καὶ ὁ μέγας Ἀναστάσιος Θεουπόλεώς φησιν "Ἀπολλωνίου δὲ μέχρι νῦν ἔν τισι τόποις ἐνεργοῦσι τὰ ἀποτελέσματα ἱστάμενα, τὰ μὲν εἰς ἀποτροπὴν ζῴων τετραπόδων καὶ πετεινῶν βλάπτειν δυνα μένων ἀνθρώπους, τὰ δὲ εἰς ἐποχὴν ῥευμάτων ποταμοῦ ἀτάκτως φερομένου, καὶ ἄλλα εἰς ἕτερα ἐπὶ φθορᾷ καὶ βλάβῃ ἀνθρώπων ὑπάρχοντα ἀποτρόπαια ἵστανται. καὶ οὐ μόνον ἐν τῇ ζωῇ αὐτοῦ ταῦτα καὶ τὰ τοιαῦτα εἰργάσαντο οἱ δαίμονες δι' αὐτοῦ, ἀλλά γε καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ παραμένοντες τῷ μνήματι αὐτοῦ σημεῖά τινα ἐξ ὀνόματος αὐτοῦ ἐπετέλεσαν πρὸς ἀπάτην τῶν ἐλεει νῶν ἀνθρώπων, τῶν ῥᾳδίως ὑποκλεπτομένων εἰς τὰ τοιαῦτα ὑπὸ τοῦ διαβόλου. τί ἄν τις εἴποι περὶ τῶν κατὰ Μανέθωνα μαγικῶν ἔργων; ὃς τοιοῦτος ἄκρος γέγονε τῇ μαγικῇ ἀπάτῃ ὥστε ἀεὶ ἔσκωπτε προδήλως τὸν Ἀπολλώνιον ὡς μὴ ἀκριβῆ τὴν κατ' αὐτοὺς φιλοσοφικὴν ἐμπειρίαν ἐσχηκότα. ἔδει γὰρ αὐτόν, φησίν, ὥσπερ ἐγώ, λόγῳ μόνῳ ποιεῖν ἅπερ ἐβούλετο, καὶ μὴ ἀποτελέσμασιν ἐπιτρέπειν τὰ παρ' αὐτοῦ πραττόμενα. ταῦτα δὲ πάντα συγχω ρήσει τοῦ θεοῦ καὶ ἐνεργείᾳ δαιμόνων γίνονται πρὸς τὸ διὰ τῶν τοι ούτων πραγμάτων δοκιμάζεσθαι τὴν ἡμετέραν ὀρθόδοξον πίστιν, εἰ ἑδραία ἐστὶ καὶ παγία προσμένουσα τῷ κυρίῳ, καὶ μὴ