159
ὑποσυρο 1.433 μένη ὑπὸ τοῦ ἐχθροῦ διὰ τῶν φαντασιωδῶν τεράτων καὶ σατανι κῶν ἔργων τῶν πραττομένων ὑπὸ τῶν δούλων καὶ ὑπηρετῶν τῆς κακίας. οὐ μὴν δὲ ἀλλὰ καὶ τῷ ὀνόματι κυρίου προεφήτευσάν τινες, ὡς Βαλαὰμ Σαυλὸς καὶ Καϊάφας, καὶ δαιμόνια πάλιν ἐξέβαλον, ὡς Ἰούδας καὶ οἱ υἱοὶ Σκεύα. οὐκοῦν καὶ εἰς ἀναξίους ἡ χάρις ἐνεργεῖ πολλάκις, ἵν' ἑτέρους εὐεργετήσῃ. καὶ γὰρ Βα λαὰμ ἀμφοτέρων ἀλλότριος ἦν, βίου ἀρίστου καὶ πίστεως· ἀλλ' ὅμως ἐνήργησεν εἰς αὐτὸν ἡ χάρις διὰ τὴν ἑτέρων οἰκονομίαν. καὶ Φαραὼ τοιοῦτος ἦν, ἀλλὰ κἀκείνῳ τὰ μέλλοντα προέδειξε. καὶ ὁ Ναβουχοδονόσορ παρανομώτατος, ἀλλά γε καὶ τούτῳ τὰ μετὰ πολλὰς ὕστερον ἐσόμενα γενεὰς ἀπεκάλυψεν. ὅθεν δῆλον ὅτι πολλοὶ καὶ τῶν ἐναντίον ἐχόντων φρόνημα ἐπὶ τῷ προσχήματι τοῦ Χριστοῦ τεράστια ποιοῦσιν ἑτέρᾳ τέχνῃ τινὶ πρὸς ἀπάτην ἀν θρώπων ἀπειροκάλων, οἷος ἐγένετο Σίμων ὁ μάγος καὶ Μέναν δρος μετ' ἐκεῖνον καὶ ἄλλοι τοιοῦτοι, δι' οὓς εἰκότως ἔφη μὴ θαύμασιν ἀπατᾶσθαι προσήκειν μήτε μὴν ἐπαγγελίᾳ ψιλῇ, δοκι μάζειν δὲ τῶν λεγομένων τὴν ἀλήθειαν. ἐκ τῶν καρπῶν γάρ, φησὶν ὁ κύριος, αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
Νέρουας ἐβασίλευσεν ἔτος ἓν μῆνας δʹ ἡμέρας θʹ, σώφρων ὢν καὶ ἐπιεικής. ἐκ Παιονίας δὲ ἀγγελία ἐπινικίων ἐλθοῦσα παρὰ Τραϊανοῦ, ἀνελθὼν ἐν τῷ Καπιτωλίῳ καὶ λιβανωτὸν ἐπιθύσας, στὰς ἐπὶ βήματος, μεγάλα βοῶν τῆς τε βουλῆς καὶ τοῦ δήμου τῶν 1.434 Ῥωμαίων παρόντων ἔφη "ἀγαθῇ τύχῃ Νέρουας Τραϊανὸν υἱο ποιοῦμαι." οὗτος ἀπηγόρευσε τοῦ ἐκτέμνειν τινῶν τὰ αἰδοῖα ἐν Ῥώμῃ. νόσῳ δὲ τελευτᾷ. οὗτος ὁ Νέρουας ἀνεκαλέσατο τὸν θεολόγον Ἰωάννην ἐκ τῆς ἐξορίας, καὶ ἀπέλυσεν οἰκεῖν ἐν Ἐφέσῳ, μόνον τότε περιόντα τῷ βίῳ ἐκ τῶν ιβʹ μαθητῶν· ὃς συγγραψά μενος τὸ κατ' αὐτὸν εὐαγγέλιον ἐν εἰρήνῃ ἀνεπαύσατο. περὶ οὗ καὶ ὁ πολυΐστωρ Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ φησί "Θω μᾶς δὲ τὴν Παρθίαν εἴληχεν, Ἰωάννης δὲ τὴν Ἀσίαν, πρὸς ἣν καὶ διατρίψας ἐτελεύτησεν ἐν Ἐφέσῳ." καὶ πάλιν "ἐπὶ τούτοις οὖν καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς ἐν Ἐφέσῳ τῆς Ἀσίας τελευτᾷ, καὶθάπτεται πρὸς τῶν αὐτόθι πιστῶν." ὁμοίως δὲ καὶ Φίλιππος ὁ ἐκ τῶν ἑπτὰ διακόνων ἐν Ἱεραπόλει τελειοῦται, καὶ θάπτεται μετὰ τῶν θυγατέρων αὐτοῦ. περὶ ὧν καὶ Πολυκράτης ὁ τῆς ἐν Ἐφέσῳ παροικίας ἐπίσκοπος, Οὐΐκτορι τῷ ἐπισκόπῳ Ῥώμης γράφων, οὕτως φησί "καὶ γὰρ κατὰ τὴν Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμην ται, ἅτινα καὶ ἀναστήσονται τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς παρουσίας τοῦ κυρίου, Ἰωάννης ὁ ἐπιστήθιος Χριστοῦ, ὃς καὶ τὸ πέταλον πεφο ρηκὼς καὶ διδάσκαλος ἐν Ἐφέσῳ γενόμενος κεκοίμηται, καὶ Φίλ ιππος ὁ ἐκ τῶν ἑπτὰ διακόνων ἐν Ἱεραπόλει τελευτᾷ. οὗτός ἐστιν ὁ καὶ τὸν εὐνοῦχον βαπτίσας καὶ τὸν Σίμωνα κατηχήσας." οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ θεῖος Ἱππόλυτος Ῥώμης περὶ τοῦ θείου κηρύγματος καὶ τῆς τελειώσεως τῶν ἀποστόλων διεξιὼν ἔφη "Ἰωάν νης ὁ ἀδελφὸς Ἰακώβου κηρύσσων ἐν τῇ Ἀσίᾳ τὸν λόγον ἐξωρίσθη ἐν Πάτμῳ τῇ νήσῳ ἐπὶ ∆ομετιανοῦ τοῦ βασιλέως Ῥωμαίων, κἀ 1.435 κεῖθεν πάλιν εἰς Ἔφεσον ἐκ τῆς ἐξορίας ἀνακληθεὶς ὑπὸ Νέρουα, καὶ τὸ κατ' αὐτὸν εὐαγγέλιον συγγραψάμενος, ἔνθα καὶ τὴν ἀπο κάλυψιν θεασάμενος, ἐτελεύτησεν ἐτῶν ἑκατὸν ἕξ· οὗ τὸ λείψα νον ζητηθὲν οὐχ εὑρέθη." ὁ δὲ τοῦ μεγάλου Γρηγορίου ἀδελφὸς Καισάριος ἐπισε .... ἐν Κωνσταντινουπόλει ἐρωτηθεὶς περὶ τούτου οὕτως ἀπεκρίνατο λέγων "αὐτὸς Ἰωάννης ἐν τῷ κατ' αὐτὸν εὐαγ γελίῳ πρὸς τῷ τέλει διεσάφησε τοῦτο φάσκων «καὶ τοῦτο εἰπὼν ὁ Ἰησοῦς λέγει αὐτῷ» (τουτέστι τῷ Πέτρῳ) «ἀκολούθει μοι. ἐπι στραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, καὶ φησί· κύριε, οὗτος δὲ τί; καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐὰν αὐτὸν θέλω μένειν, ἕως ἔρχωμαι, τί πρὸς σέ;» ἐπεὶ οὖν ἁλιεύοντας αὐτοὺς κατείληφε, τῷ Πέτρῳ μόνῳ προσέταξεν ἕπεσθαι αὐτῷ. ὁ δὲ καὶ τὸν Ἰωάννην συμπορεύεσθαι βουλόμενος ἔφη «κύριε, οὗτος δὲ τί;» ὃν θεσπίσας ὁ Ἰησοῦς προσμένειν ἐπὶ τῆς ἁλείας φησίν «ἐὰν αὐτὸν θέλω μένειν ἐνταῦθα καὶ ἁλιεύειν ἕως