160
ἂν ὑποστρέψας ἔρχωμαι πάλιν ὧδε, τί πρὸς σέ;» ὥστε οὖν ἄρι στα διορθούμενος τὴν ἐσφαλμένην αὐτῶν ὑπόνοιαν, εἰκότως ἔφη «καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνήσκει.» καὶ γὰρ ἐν πολλοῖς πολλάκις ἐσφάλλοντο πρὸς τὰς πεύσεις Χριστοῦ καὶ τὰς ἀποκρίσεις, καὶ ἤκουον ἀσύνετοι καὶ βραδεῖς τῇ καρδίᾳ, ἕως ἐλθὸν τὸ πνεῦμα τὸ ἅγιον ὡδήγησεν αὐτοὺς εἰς πᾶσαν τὴν ἀλή θειαν κατὰ τὸν τοῦ κυρίου λόγον. εἰ δέ τις ἐριστικῶς καὶ προ πετῶς ἀποκρινόμενος τὰς ἱερὰς ταύτας φωνὰς καὶ μαρτυρίας ἀκαίρως δῆθεν συλλογιζόμενος εἴπῃ «πρὸς τὸ καταγγεῖλαι τὴν δευ 1.436 τέραν Χριστοῦ παρουσίαν κατελείφθη ζῶν ἐν σαρκὶ μετὰ Ἐνὼχ καὶ Ἠλία,» ἀκουέτω ὅτι περ μόνους διὰ τῆς ἀποκαλύψεως αὐτὸς οὗτος ἐκείνους ἐκ προσώπου λέγει κυρίου τοὺς δύο μάρτυρας γενή σεσθαι, Ἐνὼχ καὶ Ἠλίαν, τοιάδε φάσκων «καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας #22ασξʹ, περιβεβλημένοι σάκκους.» οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι. πῦρ ἐκπορεύεται τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐ τῶν. καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, ποιήσει τὸ ἀνα βαῖνον θηρίον ἐκ τῆς ἀβύσσου πόλεμον μετ' αὐτῶν, καὶ νικήσει καὶ ἀποκτείνει αὐτούς, καὶ τὰ πτώματα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς μεγάλης πόλεως ἔσονται ἡμέρας τρεῖς ἥμισυ ἄταφα, ὅπου καὶ ὁ κύριος αὐτῶν ἐσταυρώθη. μάτην οὖν παραληροῦσί τινες, φάσκοντες αὐτὸν ζῆν ἔτι ἐν σαρκί, καὶ μὴ νοοῦντες μήτε ἃ λέγουσι τῷ ὄντι μήτε περὶ τίνων διαβεβαιοῦνται, οἴκοθεν τοῦτο καὶ οὐκ ἔκ τινων ἱερῶν ἐξηγητῶν ῥιψοκινδύνως τε καὶ τολμηρῶς ὄντως τε ρατευόμενοι."
Μετὰ δὲ Νέρουαν ἐβασίλευσε Τραϊανὸς ἔτη ιθʹ μῆνας ʹ ἡμέρας ιεʹ. οὗτος ἦν μισοπόνηρος καὶ φιλοδίκαιος. γυμνώσας γάρ ποτε ξίφος ἐνώπιον τῶν ἐν τέλει πάντων ἔδωκε τῷ ἐπάρχῳ, εἰπών "δέξαι τοῦτο· καὶ εἰ μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ, εἰ δὲ μή, κατ' ἐμοῦ αὐτῷ χρῆσαι." προεχειρίσθη δὲ ὑπὸ Νέρουα διὰ τὴν ἀρετὴν αὐτοῦ ὡς πολεμικώτατος καὶ πολλὰ κατορθώματα ἐν Ῥώμῃ καὶ πανταχοῦ γῆς πεποιηκώς. φίλου δέ τινος αὐτοῦ ποτὲ διαβληθέντος ὡς ἐπιβούλου, καὶ τούς τε ὀφθαλμοὺς ἐκκεντηθέν 1.437 τος ὑπὸ τῶν ἰδίων χειρῶν καὶ τὸ γένειον ἀποκειραμένου, ἐπεὶ τυφλὸς πρὸς Τραϊανὸν εἰσήχθη, πολλὰ λυπηθεὶς ἐπὶ τῷ αὐτοῦ φίλῳ, πόλιν ἣν ἔκτισεν ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν νῦν Τραϊανού πολιν, τοῦτον κατοικτείρας ὡς δεσπότην τῆς πόλεως ἐκεῖσε ἀπέ στειλεν εἶναι, ἕως τῆς αὐτοῦ τελευτῆς θεραπείαν αὐτοῦ πᾶσαν ποιησάμενος. οὗτος προσέταξε τὸ Χριστιανὸν φῦλον μὴ ἐκζητεῖ σθαι, ἐμπεσὸν δὲ κολάζεσθαι. ἐπὶ αὐτοῦ Σίμωνα τὸν μάγον Μένανδρος διεδέξατο, γόης καὶ ἀπατεών, Σαμαρεὺς τὸ γένος, ἑαυτὸν Χριστὸν ὀνομάζων. ἦν δὲ καὶ Κήρινθος αἱρεσιάρχης τότε καὶ Νικόλαος, εἷς τῶν ἑπτὰ διακόνων, οἱ αἱρεσιάρχαι καὶ ἐχθροὶ τῆς ἀληθείας. ἐπὶ τούτου ἐμαρτύρησεν ὁ ἅγιος Ἰγνάτιος ὁ θεοφόρος καὶ Συμεὼν ὁ τοῦ Κλεόπα. θνήσκει δὲ Τραϊανὸς Ἀδριανὸν τὸν γαμβρὸν αὐτοῦ προχειρισάμενος βασιλέα. Ἀδριανὸς Αἴλιος ἐβασίλευσεν ἔτη κδʹ. ἦν δὲ Ἄφρος τὸ γένος, φιλολόγος, ἐπιτήδειος ἔν τε τῷ πεζῷ λόγῳ καὶ τῷ ἐμμέ τρῳ, συγγενὴς καὶ υἱοπεποιημένος τῷ Τραϊανῷ. οὗτος ἐν Μυσίᾳ θηράσας ᾠκοδόμησε πόλιν, καὶ μετωνόμασεν αὐτὴν Ἀδριανοῦ θήρας ἐν τοῖς μιτάτοις. ὡσαύτως καὶ ἑτέραν πόλιν ἐν Θρᾴκῃ, προσαγορεύσας αὐτὴν Ἀδριανούπολιν, καὶ ναὸν ἐν Κυζίκῳ. ἐφ' οὗ στασιασάντων τῶν Ἰουδαίων καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν οἰκοδομῆσαι βουληθέντων, ὀργίζεται κατ' αὐτῶν σφόδρα, καὶ πολέμου γενομένου μεταξὺ ἀνεῖλεν ἐξ αὐτῶν ἐν ἡμέρᾳ μιᾷ μυριά δας νηʹ. καὶ τὰ μὲν παλαιὰ λείψανα τῆς πόλεως καὶ τοῦ ναοῦ κατερειπώσας κτίζει νέαν Ἱερουσαλήμ, ἣν δὴ καὶ Αἰλίαν προση 1.438 γόρευσε. καὶ στήσας τὸ ἑαυτοῦ εἴδωλον ἐν τῷ ναῷ, οἰκεῖν Ἕλ ληνας ἐν τῇ πόλει προσέταξε. σημεῖον δὲ γέγονε τῆς ἁλώσεως αὐτοῦ ὡς τὸ τοῦ Σολομῶντος σημεῖον αὐτόματον διαλυθῆναι. Σίμηλον δέ τινα ἔν τε φρονήσει καὶ ἐπιεικείᾳ καὶ ἀρεταῖς πολλαῖς κεκοσμημένον