161
πάνυ ἐτίμα, καὶ ἐν μεγάλῃ ἀρχῇ κατέστησεν αὐτόν· ἀλλ' ἐπ' ὀλίγον τῆς ἀρχῆς κρατήσας ἀπέστη αὐτῆς, καὶ ἐν ἀγρῷ ἑπτὰ ἔτη διατρίψας ἐτελεύτησεν, ἐπιγραφῆναι προστάξας ἐν τῷ μνημείῳ αὐτοῦ "Σίμηλος ἐνταῦθα κατάκειται βιώσας μὲν ἔτη .., ζήσας δὲ ἑπτά." οὗτος Ἀδριανὸς χρέων ὀφειλὰς τῶν ὑπ' αὐτὸν πόλεων καὶ πολιτῶν τῷ δημοσίῳ λόγῳ ἀνηκούσας ἀπέκοψε, καύ σας τοὺς χάρτας. Νίκαιάν τε καὶ Νικομήδειαν σεισμῷ πτωθεί σας ἀνεκτήσατο. ἐπὶ τούτου Ἰουστῖνος ὁ φιλόσοφος κατὰ πασῶν αἱρέσεων ἠνδρίζετο· ὡς γάρ φησι Κλήμης ὁ στρωματεύς, ἐπὶ Ἀδριανοῦ ὑπῆρχον αἱρεσιῶται, ἐχθροὶ τῆς τῶν Χριστιανῶν πί στεως, Σατορνῖνος Βασιλείδης καὶ Καρποκράτης. θνήσκει δὲ Ἀδριανὸς βίᾳ τῆς νόσου, κράζων "ὦ Ζεῦ, πόσον κακόν ἐστιν ἐπιθυμοῦντά τινα ἀποθανεῖν καὶ μὴ τυγχάνειν." τελευτῶν δὲ προχειρίζεται Ἀντωνῖνον· τελευτήσαντος γὰρ Τραϊανοῦ ἐπλάσατο ἐπιστολὴν ὡς δῆθεν παρ' αὐτοῦ γραφεῖσαν πρὸς τὴν βουλήν, ἔνθα υἱὸν καὶ διάδοχον τῆς βασιλείας ὠνόμασεν. Ἀντωνῖνος ὁ εὐσεβὴς ἐβασίλευσεν ἔτη κδʹ, υἱοποιηθεὶς τῷ Ἀδριανῷ, καὶ πρῶτος αὐτοκράτωρ εὐσεβὴς ἐπεκλήθη· πᾶσαν γὰρ 1.439 ἀρετὴν ἐπεκτήσατο. ὥς φησι δὲ Κλήμης, ὅτι ἐπὶ αὐτοῦ Οὐαλεν τῖνος καὶ Κέρδων καὶ Μαρκίων ἐν Ῥώμῃ αἱρεσιάρχαι ἐγνωρίζοντο, καὶ Τατιανὸς καὶ Βαρδισάνης καὶ Πρισκίλλα καὶ Μαξιμίλλα αἱ ψευδοπροφήτιδες τῶν κατὰ Φρύγας ἐγνωρίζοντο. καὶ Γαληνὸς ὁ ἰατρὸς τότε ἐθαυμάζετο. καὶ Βαρδισάνης δέ τις Σύρος διαλε κτικώτατος καὶ σοφὸς ἦν, ὥστε θαυμάζεσθαι αὐτοῦ πρὸς τοῦ Ἀντωνίνου τὸν κατὰ εἱμαρμένης λόγον. Πολύκαρπος δὲ ἐπίσκο πος Σμύρνης εἰς ὄψιν ἐλθὼν Μαρκίωνι ἤκουσεν "ἐπιγινώσκεις ἡμᾶς, ὦ καλὲ Πολύκαρπε;" ὁ δέ "ἐπιγινώσκω σὲ" ἔφη "τὸν πρωτότοκον τοῦ Σατανᾶ." θνήσκει δὲ Ἀντωνῖνος προβαλόμενος εἰς βασιλέα Μάρκον Ἀντωνῖνον τὸν ἴδιον γαμβρόν. ἐπὶ τούτου Πολύκαρπος ὁ μαθητὴς Ἰωάννου τοῦ εὐαγγελιστοῦ καὶ Ἰουστῖνοςὁ φιλόσοφος καὶ ∆ιονύσιος ὁ ἐπίσκοπος Κορίνθου ἐμαρτύρησαν. Μάρκος Ἀντωνῖνος ἐβασίλευσεν ἔτη ιθʹ, μετὰ μὲν Σεβήρου τοῦ γαμβροῦ αὐτοῦ ἔτη ιʹ καὶ μῆνας θʹ. πολεμοῦντος δὲ Γερμα νοὺς καὶ Σαρμάτας, δίψει τῆς στρατιᾶς πιεζομένης καὶ διὰ τοῦτο κινδυνευούσης, τοὺς ἐπὶ τῆς Μελιτηνῆς οὕτω καλουμένης λεγεῶ νος, Χριστιανοὺς ὄντας, δι' εὐχῆς ἐκτενοῦς πρὸς τὸν θεὸν γενο μένης τοὺς μὲν πολεμίους κεραυνῷ βληθῆναι, ὄμβρῳ δὲ τοὺς Ῥωμαίους παραμυθήσασθαι. ὅπερ σφοδρῶς καταπλῆξαν τὸν βασιλέα, γράφει τιμᾶν Χριστιανούς, τὴν δὲ λεγεῶνα κεραυνοβό λον προσαγορεῦσαι. ἐπὶ τούτου Ἑβραῖός τις συνοδοιπορῶν Χρι 1.440 στιανοῖς κατὰ τὴν ἔρημον καὶ ἀρρωστίᾳ συσχεθεὶς βαρυτάτῃ, κιν δυνεύειν ἤδη μέλλων, παρεκάλει τοὺς Χριστιανοὺς ἐνορκῶν εἰς τὸ τοῦ θεοῦ ὄνομα βαπτίσαι αὐτόν. ὕδατος δὲ μὴ ὄντος μήτε ἱερέως τῶν Χριστιανῶν ἀποδυσάντων αὐτόν, εἷς ἐξ αὐτῶν πλήσας τὰς χεῖρας ψάμμου ἐκ τρίτου ἐπέχεεν ἐπὶ τὴν κεφαλήν, τρίτον λέγων "βαπτίζεται Θεόδωρος εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος." καὶ παραχρῆμα ἀνερρώσθη ὁ ἄνθρωπος, τελείαν ἀπαλλαγὴν τῆς νόσου εὑράμενος. ἐλθόντων δὲ αὐτῶν ἐν Ἀλεξανδρείᾳ, καὶ συζητήσεως παρὰ τοῦ πάπα ∆ιονυ σίου γενομένης περὶ τούτου, πάλιν ἐβαπτίσθη δι' ὕδατος. τὸν δὲ προβαπτίσαντα αὐτὸν διὰ τῆς ψάμμου, ἄξιον ὑπάρχοντα, διά κονον ἐχειροτονήσατο. καὶ εἰκότως· ὁ γὰρ μέγας Γρηγόριος ἀπαρίθμησιν ποιησάμενος τῶν βαπτισμῶν οὕτως φησίν "ἐβάπτισε Μωϋσῆς ἐν ὕδατι, καὶ πρὸ τούτου ἐν νεφέλῃ καὶ θαλάσσῃ. ἐβά πτισε καὶ Ἰωάννης, οὐκέτι μὲν Ἰουδαϊκῶς· οὐ γὰρ ἐν ὕδατι μόνον, ἀλλὰ καὶ εἰς μετάνοιαν. βαπτίζει καὶ Ἰησοῦς, ἀλλ' ἐν πνεύ ματι· τοῦτο ἡ τελειότης. οἶδα καὶ τέταρτον βάπτισμα, τὸ διὰ μαρτυρίου καὶ αἵματος. οἶδα καὶ πέμπτον, τὸ τῶν δακρύων. οὐκοῦν διὰ τὸ μηδέτερον τούτων εἶναι δικαίως οὐ παρεδέχθη." ἐπὶ τούτου καὶ Ὀππιανὸς τὴν ἁλιευτικὴν συνεγράψατο. οὗτος ὁ Μάρ κος πάνσοφος ἦν καὶ ἐνάρετος, καὶ τὴν Ῥώμην ἐκ πολλῶν πολέ μων διασωσάμενος ἠγαπήθη σφόδρα ὑπὸ τῶν πολιτῶν. ἀπέθανε δὲ