162
φαρμακευθεὶς ὑπὸ Κομόδου τοῦ ἰδίου υἱοῦ. τὴν δὲ μνήμην 1.441 τῆς ἀρετῆς αὐτοῦ ἡ βουλὴ ἔχουσα μετὰ τὴν αὐτοῦ τελευτὴν χρυσῷ ἀνδριάντι αὐτὸν ἐτίμησε.
Κόμοδος υἱὸς Μάρκου ἐβασίλευσε ἔτη ιβʹ μῆνας θʹ. οὗτος εἶχε τρίχας ξανθάς, εἰκασμένας χρυσῷ. ἦν δὲ φιλοκύνηγος καὶ μοιχικώτατος πάνυ, ὃν καὶ φασὶν ἐν μιᾷ ἡμέρᾳ δώδεκα λέοντας φονεῦσαι. γέγονε δὲ καὶ ποδαλγὸς καὶ κατωβαρής. συνέβη δὲ πολλὰ κακὰ παθεῖν τὴν Ῥώμην ἐν ταῖς ἡμέραις αὐτοῦ· λιμοῦ γὰρ γενομένου δισχίλιοι ἐν μιᾷ ἡμέρᾳ ἐτελεύτησαν. Ἀφρικανὸς δέ φησιν ὁ χρονογράφος ὅτι ἐπὶ τούτου Κλήμης ὁ στρωματεὺς ἐν Ἀλεξανδρείᾳ ἐγνωρίζετο· Κλήμεντος δὲ φοιτητὴς Ὠριγένης ἐγένετο. ἀλλὰ καὶ Μοντανὸς αἱρεσιάρχης τότε ἦν, ὃς ἑαυτὸν παράκλητον ἔλεγεν εἶναι. οὗτος ὁ Κόμοδος τοῦ ἐν Ῥόδῳ κολοσσοῦ τὴν κεφα λὴν ἀφελὼν τῇ ἑαυτοῦ στήλῃ προσέπηξε. τοῦτον Νάρκισσός τις τῶν οἰκείων αὐτοῦ ἐν λουτρῷ ἀπέπνιξε. Περτίναξ ἐβασίλευσεν ἡμέρας πζʹ, μήτε τὴν γυναῖκα μήτε τὰ τέκνα εἰς τὸ παλάτιον εἰσαγαγών, ἀλλ' ἐάσας παρὰ τῷ πάππῳ διαιτᾶσθαι. ἐπὶ τούτου, ὡς φησὶν Εὐσέβιος, ἦν ὁ Σύμμαχος, εἷς τῶν ἑρμηνευτῶν τῆς τῶν Ἑβραίων γραφῆς, Ἐβιωναῖος τὴν αἵρεσιν. ἀλλὰ καὶ Πορφύριος ὁ φιλόσοφος ὁ κατὰ Χριστιανῶν γράψας, καὶ Ἀφρικανὸς ὁ χρονογράφος. ἐπὶ τούτου Λεωνίδης ὁ τοῦ κακόφρονος Ὠριγένους πατὴρ ἐμαρτύρησεν. οὗτος Περτίναξ ἐσφάγη ὑπὸ τῶν στρατιωτῶν. 1.442 Ἰουλιανὸς ∆ίδιος ἐβασίλευσεν ἡμέρας ξʹ. ∆ίδιος δὲ ἐπε κλήθη διὰ τὸ ὑπὸ δώρων λαβεῖν τὴν βασιλείαν. φαυλότατος δὲ ἦν τοῖς τρόποις, καὶ τοῖς ἔργοις ἀνοσιουργὸς καὶ χρημάτων ἐρα στής· ὃς διὰ τὸ αἰσχρῶς βιοῦν καὶ ἀπανθρώπως ὑπὸ τῆς βουλῆς θανάτῳ καταψηφισθεὶς ἐσφάγη. Σεβῆρος ἐβασίλευσεν ἔτη ιζʹ μῆνας ηʹ. Σεβῆρος δὲ ὁ αἱρε τικὸς λέγεται. οὗτος τὸν ἐν Βρεττανίᾳ νικήσας πόλεμον ἀπὸ θα λάσσης εἰς θάλασσαν περιετείχισε τὴν νῆσον σταδίοις χιλίοις. οὗ τος τὸ Βυζάντιον παραλαβὼν τὰ τείχη αὐτοῦ καθεῖλεν. εἶχε δὲ τὸ Βυζάντιον πύργους ἑπτά, ἐκ τῶν Θρᾳκικῶν πυλῶν ἀρχομένους καὶ ἐπὶ τὴν ἀρκτῴαν θάλασσαν καθήκοντας. καὶ τούτων εἴ τις ἐν ἑτέρῳ πύργῳ προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγίνετο· εἰ δὲ ἐν τῷ πρώτῳ πύργῳ ἀνεβόησεν ἢ λίθον ἐσάλευσεν, αὐτός τε ἤχει καὶ σιωπήσας τῷ δευτέρῳ μετεδίδου τῆς ἠχῆς, καὶ οὗτος τῷ τρίτῳ καὶ ἑξῆς ὁμοίως. οὗτος καὶ τὸ Ζεύξιππον λουτρὸν ἔκτισε Βυζαντίοις, καὶ τὸ πρῶτον κτίσμα τῷ ἱπποδρόμῳ παρέδωκε, καὶ κυνήγιον καὶ θέατρον αὐτοῖς κατεσκεύασεν. ἐπὶ τούτου Παῦλος ὁ Σαμοσατεὺς τὴν Ἀρτέμωνος αἵρεσιν ἀνενεώσατο. οὗτος ὁ Σεβῆρος ἐν πολέμοις σχολάζων νόσῳ τελευτᾷ, καταλιπὼν παῖδας τρεῖς. Ἐπὶ τούτου ἤκμαζεν Ὠριγένης, ὅστις εἰς Ἀλεξάνδρειαν ὢν μεγίστην εἰς τὸν θεῖον λόγον σπουδὴν κατεβάλλετο· οὐ μόνον γὰρ τοῖς πιστοῖς πρόξενος ὠφελείας μεγάλης ἐγένετο, ἀλλὰ καὶ τῶν αἱρετικῶν οὐκ ὀλίγοις· ὑπ' αὐτοῦ γὰρ τὰ ὑγιῆ τῆς πίστεως παρα 1.443 λαμβάνοντες δόγματα ζηλωταὶ τῆς ἀληθείας ἐγίνοντο. ἐξ ὧν ὑπῆρχε διαφερόντως Ἀμβρόσιος, ἀνὴρ ἐπίσημος καὶ φιλολόγος, ὃς εἰς γνῶσιν τοῦ ἀνδρὸς ἀφικέσθαι σπουδάσας ἀπέστη τῆς Οὐα λεντίνου καὶ Μαρκίωνος αἱρέσεως, πεῖραν τῆς ἐνθέου αὐτοῦ παι δείας ἀρκοῦσαν κτησάμενος. πλεῖστοι δὲ καὶ τῶν ἔξωθεν φιλοσό φων πρὸς αὐτὸν φοιτῶντες μεγίστην καὶ αὐτοὶ πρὸς τὰ οἰκεῖα μα θήματα τὴν ὠφέλειαν ἐκαρποῦντο· καὶ γὰρ παρ' αὐτοῖς μέγας ἐνομίζετο, παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμητικὴν καὶ τἆλλα προπαιδεύματα. διόπερ οὐκ ὀλίγοι τῶν παρ' Ἕλλησι φιλοσόφων μαρτυροῦσιν αὐτόν, μνήμην ἐν τοῖς ἰδίοις ποιούμενοι συγγράμμα σιν ὡς διδασκάλου. καὶ γὰρ εὐφυὴς παιδόθεν ὑπῆρχε σφόδρα καὶ ζητητικὸς ἄγαν. ὃν ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆς θείας γραφῆς βούλημα πυνθανόμενον ὡς βαθύτερον ἢ διανοούμενον ἐπέπληττεν ὁ πατήρ, μηδὲν ὑπὲρ τὴν ἡλικίαν περαιτέρω ζητεῖν· ὃς καὶ τῆς εὐ τεκνίας ἑαυτὸν ἐμακάριζεν. ἁγνείαν δὲ καὶ ἐγκράτειαν τοσαύτην ἐκ νέου τοῦ σώματος ἤσκησεν ὡς ὀβολοῖς τέσσαρσι καὶ μόνοις πρὸς διατροφὴν ἑκάστης ἡμέρας ἀρκεῖσθαι. καὶ μέντοι