163
καὶ ἐν πολλοῖς ἔτεσι τοῦτο ποιῶν διετέλει, καὶ ἐπ' ἐδάφους καὶ ψιάθῳ καθεύδων καὶ ὀλίγον καιρὸν τῆς νυκτὸς ἀναπαυόμενος τὸν πλείονα εἰς τὴν μελέτην τῶν ἱερῶν λογίων διήνυεν, ἐν τούτοις ἐπεκτεινόμενος. ἐπί τε ἀσιτίᾳ καὶ ἀγρυπνίᾳ καὶ γυμνότητι ἑαυτὸν πιέζων τοσοῦτον κατεδάμασε τὴν ἀκμὴν τοῦ σώματος ὡς ὁρᾶσθαι παντελῶς αὐτὸν ἀπεσκληκέναι· οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοιπῶν ἀπεχόμενος ἀνατροπὴν τοῦ θώρακος μεγίστην ὑπέμεινεν. ἔνθεν γέ τοι δια 1.444 βόητος γενόμενος ὡς διαπρέπων ἔργῳ καὶ λόγῳ, πολλοὺς Ἕλλη νας τὴν εἰδωλομανίαν βδελύττεσθαι πείσας μαρτυρίου στέφανον ἀναδήσασθαι παρεσκεύασε. πολλῆς οὖν φήμης περὶ αὐτοῦ τρε χούσης καὶ πολλῶν μακρόθεν πρὸς αὐτὸν συρρυέντων, οὐ μόνον Ἕλληνας φιλοσόφους καὶ αἱρετικοὺς ἐλλογίμους πρὸς εὐσέβειαν εἵλκυσεν, ἀλλὰ καὶ τοὺς ὄντας Χριστιανοὺς μᾶλλον στοιχειώσας ἐπεβεβαίωσεν. ὃν ὁ προλεχθεὶς Ἀμβρόσιος ἱκετεύσας πολλὰ καὶ παραβιασάμενος ἐν Καισαρείᾳ, καὶ ταχυγράφους μὲν αὐτῷ παρα στήσας ἑπτὰ πλείους δὲ καλλιγράφους, ἑρμηνεῦσαι τὰς θείας γραφὰς αὐτὸν πεποίηκε. καὶ ὁ μὲν τὴν δέουσαν χρείαν αὐτῷ παρεῖχεν, ὁ δὲ ἐπὶ σχολῆς γενόμενος ὑπηγόρευσε τοῖς ταχυγράφοις, καὶ οἱ βιβλιογράφοι σὺν γυναιξὶν ἔγραφον, καλλιγραφεῖν ἐξησκη μένοι. πᾶσάν τε θείαν γραφὴν ἡρμήνευσεν ἐπὶ ἔτη ιηʹ. λέγεται δὲ ὅτι ἑξακισχιλίας βίβλους συνέταξε. τοσοῦτον γὰρ ζῆλον εἰς τὴν ἐξήγησιν τῶν θείων λόγων ὁ Ἀμβρόσιος ἐπεδείκνυτο, ὥστε τὴν πολλὴν αὐτοῦ σπουδὴν Ὠριγένης μαρτυρῶν γράφει πρός τινα λέ γων "ὁ ἱερὸς καὶ θεῷ γνησίως ἀνακείμενος Ἀμβρόσιος πολλὰ προσαγορεύει σε, ὅστις νομίζων με φιλόπονον εἶναι καὶ πάνυ διψᾶν τοῦ θείου λόγου ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸς τὰ ἅγια μαθή ματα ἔρωτι. ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν ὥστε κινδυνεύειν ἀπαυδᾶν πρὸς τὰς αὐτοῦ προτάσεις. οὔτε γὰρ δειπνῆσαι ἔστιν ἡμῖν ἀντιβάλλουσιν, οὔτε δειπνήσασιν ἔξεστι περιπατῆσαι καὶ διαναπαῦσαι τὰ σώματα, ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλο 1.445 λογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα. οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ τῆς ἑσπέρας τῆς φιλολογίας παρατεινούσης. ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρι τῆς θʹ, ἔσθ' ὅτε καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς καιροὺς ἐκείνους τῇ ἐξετάσει τῶν θείων λογίων καὶ ταῖς ἀναγνώσεσιν ἀνατιθέασι." πᾶσαν τοίνυν ἑρμηνεύσας τὴν θείαν γραφὴν ἐτελεύτησεν ἐτῶν ξθʹ. περὶ οὗ καὶ ὁ μέγας Ἐπιφάνιος ἐν τοῖς Παναρίοις λέγει "τοῦ μὲν Ἀμβροσίου τὰ πρὸς τροφὴν αὐτῷ τε καὶ τοῖς ὀξυγράφοις καὶ τοῖς ὑπηρετοῦσιν ἐξαρκοῦντος, χάρτας τε καὶ τἆλλα τῶν ἀναλωμάτων, τοῦ δὲ Ὠρι γένους ἔν τε ἀγρυπνίαις καὶ πολιτείαις ὑπερβαλλούσαις καὶ σχολῇ μεγίστῃ τὸν περὶ τῆς γραφῆς διανύοντος κάματον, καὶ πᾶσαν τὴν καλουμένην τῶν ἑξαπλῶν πραγματείαν καὶ τῶν λοιπῶν ὁ ἀνὴρ μετὰ καμάτου πεφιλοτίμηται. οὐ μόνον γὰρ τὰς ἐπισήμους ἐκ δόσεις κατὰ ταὐτὸν συνήγαγεν, ἀλλὰ καὶ πέμπτην καὶ ἕκτην κατὰ τοὺς χρόνους τούτους ἐν Ἰεριχὼ παρατυχὼν ἔν τινι πίθῳ, ταύτας συνέταξεν. ἐπὶ ταὐτὸν οὖν πάσας συναγαγών, διελὼν δὲ καὶ ἀντι παραθεὶς ἀλλήλων μετὰ αὐτῆς τῆς Ἑβραίων σημειώσεως τὰ τῶν λεγομένων ἑξαπλῶν ἀντιγράφων εὐφυῶς μάλα καὶ ἐπιστημόνως ἐκ πολυπειρίας κατεσκεύασεν." Ἀλλ' οὐκ εἰς τέλος ἄσβεστον αὐτοῦ τὸ κλέος διέμεινε. συμ βέβηκε γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας δραστήριον πτῶμα ἐξαίσιον, καὶ μέντοι σκάνδαλον πολλοῖς καὶ ἀπωλείας πρόξενος γέγονε. βου 1.446 λόμενος γὰρ μηδὲν ἐᾶσαι τῶν θείων γραφῶν ἀνεξήγητον, εἰς ἐπα γωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥή ματα. ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειος τὰς ἀφορμὰς εἴληφε καὶ οἱ καθε ξῆς ἀνόμοιοί τε καὶ ἀνόσιοι καὶ οἱ λοιποὶ πάντες. φάσκει γὰρ οὗτος τολμήσας κατὰ τὴν ἀρχὴν ὅτι ὁ μονογενὴς υἱὸς ὁρᾶν τὸν πατέρα οὐ δύναται, οὔτε τὸν υἱὸν τὸ πνεῦμα τὸ ἅγιον, οὔτε οἱ ἄγγελοι τὸ πνεῦμα, οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. καὶ ἐκ