164
τῆς οὐσίας τοῦ πατρὸς οὐ θέλει εἶναι τὸν υἱόν, ἀλλὰ κτίσμα, καὶ κατὰ χάριν υἱὸν λέγεσθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρ χειν, καὶ τῶν δαιμόνων τὴν εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, καὶ τέλος τῆς κολάσεως, καὶ τὰ ἑξῆς τῶν βλασφημιῶν αὐτοῦ. πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην γραφήν, καὶ ὅσα μὲν ἐν προσο μιλίαις καὶ διὰ προοιμίων εἰς ἤθη τε καὶ εἰς φύσεις ζῴων τε καὶ ἀλόγων εἴρηκε μέσος φερόμενος, πολλάκις χαριέντως διηγήσατο, ὅσα δὲ περὶ πίστεως ἐδογμάτισε, τῶν πάντων ἀτοπώτερος εὑρί σκεται. ἔδοξε δὲ καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι, καὶ κατὰ τὸ σωμάτιον ἐπινενοηκέναι τι, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ τῇ ἡδονῇ παρενοχλεῖσθαι, οἱ δὲ φάρμακον ἐπιτεθῆναι τοῖς μορίοις εἶπον παρ' αὐτοῦ καὶ ἀποξηρᾶναι. ἄλλοι δὲ ἄλλα εἰς αὐ τὸν ἀναφέρουσιν, ὡς ὅτι καὶ βοτάνην ἰατρικὴν εὗρε μνήμης ἕνεκα. οὗτος πολλὰ λέγεται πεπονθέναι ὑπὲρ Χριστοῦ, λόγιος ὢν σφόδρα καὶ ἐν τῇ ἐκκλησίᾳ ἀνατεθραμμένος. φθόνῳ δὲ διαβληθεὶς πρὸς τοὺς τῆς ἐξουσίας ἄρχοντας, κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς 1.447 αἰσχρότερον ἄνδρα φασὶν ἐπινοηθῆναι παρὰ τῶν τῆς κακίας ἐργα τῶν τοῦτον ὑπολαβεῖν. Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος αὐτοῦ. ὁ δὲ μὴ φέρων τὴν τοσαύτην βδελυρὰν ἐπίνοιαν ἔρρηξε φωνὴν ἀμφοτέρων αὐτῷ προτεθέντων πραγμάτων. ἐπεὶ δὲ τοῦτο καθωμολόγησε θῦσαι, βαλόντες ἐπὶ χεῖρα αὐτοῦ λίβανον, εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκε, καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆς ἐκκλησίας ἐξώσθη. τὴν Ἀλεξάνδρειαν δὲ λιπὼν διὰ τὸ ὄνειδος τὴν Ἰουδαίαν κατέλαβεν. ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα ὡς ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατίου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· πρεσβύτε ρος γὰρ προϋπῆρχε. καὶ πολλὰ καταναγκασθεὶς ὑπὸ τῶν ἱερέων, ἀναστὰς καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών "τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός, ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;" πτύξας τὸ βιβλίον ἐκάθισε μετὰ κλαυθμοῦ καὶ δακρύων, πάντων ὁμοῦ συγκλαιόντων αὐτῷ. εἰσὶ δὲ καὶ ἕτερα τὰ περὶ αὐτοῦ λεγόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθος τῆς γνώσεως αὐτοῦ καὶ συντάξεως τῶν βιβλίων· ὅθεν καὶ συντακτικὸς ὠνομάσθη διὰ τὸ πολλὰ πεποιηκέναι βιβλία, μὴ ἀκούων, ὡς ἔοικε, τοῦ σοφωτάτου Σολομῶντος λέγοντος "υἱέ, φύ λασσε τοῦ μὴ ποιεῖν βιβλία πολλά, καὶ μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ προσ ώπου τοῦ θεοῦ, ὅτι ὁ θεὸς ἐν οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ τῆς γῆς κάτω. διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι· εἰσὶ γὰρ λόγοι 1.448 πολλοὶ πληθύνοντες ματαιότητος. καὶ μὴ γίνου δίκαιος πολύ· ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαιοσύνῃ αὐτοῦ. καὶ μὴ σο φίζου περισσά, μή ποτε ἀσεβήσῃς." ταύτας τοίνυν παραγραψά μενος τὰς ἱερὰς παραινέσεις καὶ παραγκωνισάμενος, οὐδὲ τοῦ θε σπεσίου προσέσχε Παύλου τῇ ἐννοίᾳ τε καὶ συνέσει ἐν τοῖς συν τάγμασιν. ὁ γὰρ τρισμακάριος Παῦλος ἐν παρασκευῇ λόγων παν τοδαπῶν βραχυτάτας ἐπιστολὰς τῇ γραφῇ παραδέδωκε, καίτοι μυρία καὶ ἀπόρρητα λέγειν ἔχων, ἅτε τὰ μέχρις οὐρανοῦ τρίτου θεωρήματα ἐπιφθάσας, ἐπ' αὐτὸν δὲ τὸν θεοπρεπῆ παράδεισον ἀναρπασθεὶς καὶ τῶν ἐκεῖσε ἀνεκφράστων ῥημάτων ἀκοῦσαι ἀξιω θείς. καὶ μέντοι οὐδ' οἱ λοιποὶ τοῦ Χριστοῦ φοιτηταί, δώδεκα μὲν ἀπόστολοι, οἱ δὲ μαθηταὶ καὶ ἄλλοι πρὸς τούτοις μυρίοι, οὐκ ἄπειροι λόγων ἐτύγχανον· καὶ ὅμως οὖν ἐξ ἁπάντων τῶν τοῦ κυ ρίου διατριβῶν τὰ ὑπομνήματα Ματθαῖος ἡμῖν καὶ Ἰωάννης κα ταλελοίπασιν, οὓς καὶ ἐπάναγκες ἐπὶ τὸ γράφειν ἐλθεῖν κατέχει λόγος, ὥσπερ καὶ Μάρκον καὶ Λουκᾶν ὕστερον. διὸ δή φησιν ὁ μέγας Μάξιμος "ὁ λόγος συγγραφόμενος ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται, ἢ πρὸς ὠφέλειαν ἑτέρων, ἢ καὶ ἄμφω, ἢ πρὸς βλάβην τινῶν, ἢ πρὸς ἀπόδειξιν, ἢ ἐξ ἀνάγκης." Μετὰ δὲ Σεβῆρον ἐβασίλευσεν Ἀντωνῖνος υἱὸς Σεβήρου καὶ Γέτας ὁ ἀδελφὸς αὐτοῦ μῆνας δύο. καὶ σφάξας τὸν ἴδιον ἀδελ φὸν ἐν τῷ κόλπῳ τῆς μητρὸς ἐμονάρχησεν ἔτη ʹ.