165
Σεραπίων δί τις μαθηματικὸς ἔλεγεν ὡς τεθνήξεται οὐκ εἰς μακρὰν Ἀντωνῖνος 1.449 καὶ Μακρῖνος αὐτὸν διαδέξεται, καὶ ἔδειξεν αὐτὸν τῷ δακτύλῳ παρεστῶτα μετὰ τῆς συγκλήτου. ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τῆς τύχης, οὐ συνῆκε τὸ πρόσωπον Μακρίνου, ἀλλ' ἕτερον τὸν πλησίον ἐκέλευσεν ἀποκτανθῆναι. ὁ δὲ Μακρῖνος ἐσπούδασε τὸν Ἀντωνῖνον προκαταλαβεῖν· ὃν ἀπὸ τοῦ ἵππου κατελθόντα ἐν κυνηγίῳ εἰς ἀπόπατον, ἑκατόνταρχον ἀποστείλας τοῦτον τῷ ξίφει ἀνεῖλεν, εἰπὼν πρὸς αὐτόν "ὡς σὺ τὸν ἀδελφὸν ἀπέσφαξας, οὕτως κἀγὼ σέ." ἐπὶ τούτου πρῶτος ἐπίσκοπος κατέστη Βυζαντίου Φιλ άδελφος, ἔτη τρία· πρῴην γὰρ προΐστατο τῆς ἐκκλησίας ἔτη ηʹ πρεσβύτερός τις.
Μετὰ Ἀντωνῖνον ἐβασίλευσε Μακρῖνος, ὃς ἦν τὸ γένος Μαῦρος Καππαδόκης, ἔτη ηʹ. Εὐτυχιανὸς δέ τις παραλαβὼν τὸν Ἀβῖτον ὡς Ἀντωνίνου υἱὸν ὄντα μοίχειον περιέθηκε διάδημα καὶ αὐτοκράτορα ἀνηγόρευσε, καὶ δοὺς χρυσίον τοῖς στρατιώταις ἀντῆρε, καὶ συνέβαλε πόλεμον μετὰ Μακρίνου. καὶ ἡττηθεὶς Μακρῖνος ἔφυγε καὶ ἀπεσφάγη μετὰ τοῦ υἱοῦ αὐτοῦ. Ἀβῖτος ἤτοι Ψευδαντωνῖνος (οἱ δὲ Αὐρήλιον Ἀντωνῖνον Ἡλιογάβαλον τοῦτον λέγουσιν) ἐβασίλευσεν ἔτη γʹ μῆνας θʹ ἡμέ ρας δʹ. οὗτος περιτετμημένος ἦν καὶ χοιρείου οὐ μετελάμβανεν, εἶχε δὲ καὶ εἴδωλον, ὅπερ ὠνόμασεν Ἡλιογάβαλον. γυναικώδης δὲ ὢν τοσοῦτος ἦν πρὸς τὸ τῆς ἀσελγείας πάθος διακείμενος ὥστε καὶ τὸν Ἱεροκλέα ἔννομον αὐτοῦ ἄνδρα ποιῆσαι. ὡς δέ φησι ∆ίων, ὅτι Ἀβῖτος τὸν ἰατρὸν ἠντιβόλει διφυῆ αὐτὸν δι' ἐντομῆς ἐμπρο 1.450 σθίας τῇ τέχνῃ ποιῆσαι. ὃς διὰ τὰς ἀκαθαρσίας καὶ μιαρίας καὶ ἀκολασίας αὐτοῦ ἐσφάγη, κακῶς τὸ ζῆν ἀπορρήξας. Ἀλέξανδρος ὁ Μαμαίας υἱός, ἐξάδελφος Ἀβίτου, ἐβασί λευσεν ἔτη ιγʹ μῆνας ηʹ. ἐπὶ αὐτοῦ γέγονε λιμὸς ἐν Ῥώμῃ ὥστε καὶ κρεῶν αὐτοὺς ἀνθρωπίνων ἅψασθαι. οὗτος ἐκστρατεύσας κατὰ Περσῶν ἡττήθη κατὰ κράτος, καὶ καταφρονηθεὶς σφάττε ται μετὰ τῆς μητρὸς αὐτοῦ· ἥτις καὶ Χριστιανὴ ἐτύγχανε, καὶ τὸν Ὠριγένην ἐν Ἀντιοχείᾳ διατρίβοντα μετεπέμψατο πρὸς ἑαυτήν, διδαχθῆναι τὸ κατὰ Χριστὸν μυστήριον θέλουσα. ἐφ' οὗ Νάρ κισσος ἐπίσκοπος Ἱεροσολύμων, ἐν τῷ βαπτίζειν ἐλαίου τοῦ χρίσμα τος λείψαντος, ἐκέλευσεν ὕδωρ ἐν τῷ κρατῆρι βληθῆναι, καὶ οὕτως προσευξάμενος εἰς ἔλαιον μετέβαλε. Μαξιμῖνος ἐβασίλευσεν ἔτη ʹ. οὗτος ποιμὴν ὢν πρότερον, εἶθ' οὕτως στρατιώτης γεγονὼς καὶ μετὰ ταῦτα στρατηγὸς Ἀλε ξάνδρου, δι' ἀνδρίαν σώματος καὶ σύνεσιν καὶ φρόνησιν ὑπὸ τοῦ δήμου καὶ τῆς βουλῆς προεχειρίσθη βασιλεύς. ὃς ἔχθει τῷ πρὸς Ἀλέξανδρον πολλοὺς Χριστιανοὺς ἔχοντα καὶ τιμῶντα διωγμὸν ἤγειρε μέγαν κατὰ Χριστιανῶν. ἐπάξιον δὲ τῆς αὐτοῦ ἀνοσιούρ γου γνώμης τὸ τέλος εὕρατο, σφαγεὶς δολίως παρὰ Μαξίμου καὶ Βαλβίνου. Μάξιμος Βαλβῖνος καὶ Γορδιανὸς μῆνας δύο, καὶ ἀπεσφάγη ὑπὸ στρατιωτῶν. ὁ δὲ Γορδιανὸς προεγεγόνει Καῖσαρ παρὰ Μα ξιμίνου. Φίλιππος δὲ ὁ ἔπαρχος τὸν σῖτον διακομισθῆναι τῷ 1.451 στρατῷ ἐκώλυσεν. οὗτος δὲ ἦν πατὴρ τῆς ἁγίας μάρτυρος Εὐγε νείας. ἐπὶ τούτου ἦν ὁ ἅγιος Βαβύλας ἐπίσκοπος Ἀντιοχείας, καὶ οἱ ἅγιοι Λαυρέντιος καὶ Κυπριανὸς ἐμαρτύρησαν, καὶ Εὐγένιος γέγονεν ἐπίσκοπος Βυζαντίου ἔτη κεʹ. Μετὰ Βαλβῖνον ἐβασίλευσε Πουπλιανὸς μῆνας βʹ, καὶ ἐσφάγη ἐν πολέμῳ. Μετὰ δὲ τοῦτον ἐβασίλευσεν Ἰουνίωρ μῆνας τρεῖς, ὃς πρῶ τος ἐποίησε κανδιδάτους καὶ πρωτίκτωρας, καὶ τὸ τάγμα τῶν σχολαρίων συστησάμενος ἐκάλεσεν αὐτὸ Ἰουνιώρων εἰς τὸ ἴδιον ὄνομα. Μετὰ τοῦτον ἐβασίλευσε Γορδιανὸς ὁ υἱὸς αὐτοῦ ἔτη δʹ. καὶ ἐν πολέμῳ συμπεσὼν τῷ ἵππῳ καὶ θλασθεὶς τὸν μηρὸν ἀπέθανε. Μετὰ δὲ Γορδιανὸν ἐβασίλευσεν Οὐνίωρος υἱὸς αὐτοῦ ἔτη δύο, καὶ ὑδεριάσας ἀπέθανεν. ἐφ' οὗ Σαβέλλιος ὁ αἱρεσιάρχης ἐγνωρίζετο. Μετὰ τοῦτον Μάρκος ἔτη γʹ. Μετὰ δὲ Μάρκον Ἰουστιλιανὸς ἔτη δύο· καὶ φλεβοτομη θείς, ἐν τῷ καθεύδειν ἐξεχύθη τὸ αἷμα αὐτοῦ, καὶ λειποθυμή σας ἀπέθανε. Μετὰ τοῦτον ἐβασίλευσε Φίλιππος ἔτη ζʹ, ὃς ὑπῆρχε τῆς τῶν Χριστιανῶν πίστεως σπουδαστής,