166
συνέσει καὶ ἐπιεικείᾳ κε κοσμημένος. ὡρμᾶτο δὲ ἀπὸ Βόστρας τῆς Εὐρώπης, ἔνθα καὶ πόλιν ᾠκοδόμησεν, ὀνομάσας αὐτὴν Φιλιππούπολιν. οὗτος σπον δὰς εἰρηνικὰς ἐποίει μετὰ Σαπώρου βασιλέως Περσῶν, ὃς ἐθαυ 1.452 μάζετο ἐπὶ μεγέθει σώματος· μέχρι γὰρ ἐκείνου τοῦ χρόνου τηλι κοῦτος ἄνθρωπος οὐκ ὤφθη. ἀνῃρέθη δὲ ἅμα τῷ υἱῷ ὑπὲρ Χρι στιανῶν κατὰ ∆εκίου ἀγωνιζόμενος. Οὐαλεριανὸς ἔτος ἕν· καὶ ἐσφάγη ὑπὸ τοῦ λαοῦ αὐτοῦ. ἐφ' οὗ ἐπὶ πᾶσαν τὴν οἰκουμένην τοῦ θεοῦ ὀργὴν μεγάλην ἐκπέμψαν τος λοιμώδης νόσος τὸ ἀνθρώπινον γένος διέφθειρεν. ἀπὸ γὰρ τῆς γῆς καὶ τῆς θαλάσσης ἀτμοί τινες ἀνῄεσαν, καὶ πρὸς τούτοις ἄνεμοι καὶ αὖραι τῶν ποταμῶν καὶ λιμνῶν ἀνιμήσεις ἀπέπνεον, ὡς νομίζειν νεκρῶν ἰχῶρας εἶναι τὰς δρόσους. συνεχεῖς οὖν ἐκ τού του λοιμοὶ τὴν γῆν συνεῖχον καὶ βαρέα καὶ ἀνίατα νοσήματα, καὶ ἄπειρον καὶ ἀναρίθμητον γενέσθαι τῶν ἀνθρώπων τὸν ὄλεθρον, ὥστε τοὺς πλείονας τῶν τεθνεώτων ἀτάφους ὑπολιμπάνεσθαι. Μετὰ δὲ Οὐαλεριανὸν ἐβασίλευσε Γάλλος καὶ Βουλουσιανὸς ἔτη βʹ μῆνας ηʹ. καὶ ἐπεκράτει ὁ λοιμὸς ἐν ταῖς ἡμέραις ἐκείναις, κινηθεὶς ἀπὸ Αἰθιοπίας μέχρι τῆς δύσεως, ὡς μηδεμίαν πόλιν μεῖναι τούτου ἄμοιρον. πολλάκις δὲ καὶ δὶς τῆς πόλεως ἐπήρχετο. ἐκράτει δὲ ἔτη ιεʹ, ἀρχόμενος ἀπὸ φθινοπώρου καὶ λήγων τῇ τοῦ κυνὸς ἐπιτολῇ. μετεδίδοτο δὲ ἡ νόσος αὕτη ἀπό τε εἱμάτων καὶ ψιλῆς θέας. οὐ γὰρ ἦν οἰκία ἐν ᾗ τεθνηκὼς οὐκ ἦν. καὶ οἱ μὲν φόβῳ τοῦ μὴ μεταλαβεῖν τῆς νόσου ἀτάφους εἴων τοὺς τεθνηκό τας, οἱ εὐσεβέστεροι δὲ ἀπαραφυλάκτως τοὺς νοσοῦντας θερα πεύοντες εἰς ἑαυτοὺς τὴν νόσον ἐπεσπῶντο, καὶ σὺν ἐκείνοις ἢ μετ' ἐκείνους τὸν βίον μετήλλαττον. ἐπὶ τούτου οἱ Σκύθαι τὸν Ἴστρον 1.453 περάσαντες πᾶσαν τὴν δύσιν καὶ Ἰταλίαν ἀνατολήν τε καὶ Ἀσίαν ἐπόρθησαν καὶ παρέλαβον, δίχα μόνης Ἰλίου καὶ Κυζίκου. ἦν δὲ Βουλουσιανὸς υἱὸς Γάλλου. καὶ ὁ μὲν Γάλλος ἐσφάγη καθεύδων ὑπὸ τῆς ἰδίας γυναικός, ὁ δὲ Βουλουσιανὸς ὑπὸ στρα τιωτῶν. ∆έκιος ἐβασίλευσεν ἔτη βʹ. οὗτος πολλοὺς ἁγίους ἐτιμωρή σατο καὶ θανάτῳ παρέδωκε. καὶ ὁ ἅγιος Κυπριανὸς καὶ ἡ ἁγία Ἰουστῖνα ἐμαρτύρησαν, καὶ οἱ ἐν Ἐφέσῳ ἑπτὰ παῖδες, καὶ πλῆθος ἁγίων πολύ. οὗτος ἐθέσπισεν ἐν Ῥώμῃ τὰς Χριστιανὰς γυ ναῖκας μὴ ἐξεῖναι κατακαλύπτεσθαι τὴν κεφαλήν, οἰόμενος διὰ τῆς νομιζομένης αἰσχύνης ταύτης εἰς εἰδωλολατρείαν ἑλκύσαι. αἱ δὲ μᾶλλον ἀκατακάλυπτοι προῄεσαν, δόξαν ἡγούμεναι τὴν ὑπὲρ Χριστοῦ δοκοῦσαν ἀτιμίαν παρὰ τοῖς ἀνθρώποις· ὅθεν ἄχρι τοῦ νῦν αἱ μὲν ἀκριβεῖς Χριστιανῶν γυναῖκες ἀκατακάλυπτοι προέρχον ται, αἱ δὲ Ἰουδαῖοι καὶ ἄπιστοι κατακαλύπτονται. ἐφ' οὗ καὶ Βαβύλας Ἀντιοχείας καὶ Φλαβιανὸς Ῥώμης καὶ Ἀλέξανδρος Ἱεσολύμων καὶ ∆ιονύσιος Ἀλεξανδρείας ἐμαρτύρησαν. καὶ Νοβά τος πρεσβύτερος ὢν τῆς ἐκκλησίας ἀπέστη, ὃς τοὺς ἐπιθύσαντας ἐν διωγμῷ μετανοοῦντας οὐκ ἐδέχετο. ἐπὶ τούτου Ἐλκεσαῖος αἱ ρεσιάρχης ἐγνωρίζετο. ἀνῃρέθη δὲ ∆έκιος ὑπὸ Σκυθῶν ὑποθή καις Γάλλου ἐν τέλματι ἀποπνιγεὶς μετὰ τοῦ ἰδίου υἱοῦ, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι, ἄξιον τῆς θηριωδίας αὐτῶν τὸν θάνατον εὑράμενοι. 1.454 Αἰμιλιανὸς ἐβασίλευσεν ἔτος ἕν, καὶ ἐσφάγη ἐν τῷ παλατίῳ ὑπὸ τῶν στρατιωτῶν. Οὐαλεριανὸς καὶ Γαλλιῆνος ἔτη ιεʹ. οὗτος ὁ Οὐαλεριανὸς πόλεμον μετὰ Σαπώρου τοῦ Πέρσου ποιήσας καὶ δοριάλωτος γεγο νὼς ἐν Καισαρείᾳ, ἔχων μυριάδας βʹ, ὑπὸ Σαπώρου ἐκδαρεὶς ἐτελεύτησεν. ὁ δὲ υἱὸς αὐτοῦ Γαλλιῆνος μετὰ τοῦτον πρῶτος ἱπ πικὰ τάγματα κατέστησε· πεζοὶ γὰρ κατὰ τὸ πολὺ οἱ στρατιῶται τῶν Ῥωμαίων ὑπῆρχον. ἐσφάγη δὲ καὶ αὐτὸς ὑπὸ στρατιωτῶν πλησίον Μεδιολάνων. ἐπὶ τούτου ἤκμαζε Γρηγόριος ὁ θαυμα τουργὸς καὶ οἱ αἱρεσιάρχαι Ἀρτέμων καὶ Συνέπων ἐγνωρίζοντο. Κλαύδιος ἐβασίλευσεν ἔτη δύο. οὗτος πάππος γέγονε Κων σταντίνου τοῦ πατρὸς Κωνσταντίνου τοῦ ἁγίου καὶ μεγάλου. ἐπὶ τούτου οἱ Σκύθαι περάσαντες καὶ τὰς πόλεις πορθήσαντες, παρα λαβόντες δὲ καὶ τὰς Ἀθήνας, συνήγαγον πάντα τὰ βιβλία, καὶ ἠβούλοντο καῦσαι, εἰ μή τις ἐξ αὐτῶν