167
κρεῖττον τῶν ἄλλων κατὰ πολὺ φρονῶν ἐκώλυσεν αὐτούς, εἰπὼν ὅτι περὶ ταῦτα οἱ Ῥωμαῖοι σχολάζοντες τῶν πολέμων ἀμελοῦσιν. οὗτος Αὐρηλιανὸν εἰς τὴν βασιλείαν προαγαγὼν τελευτᾷ. Κυντιλιανὸς ἀδελφὸς Κλαυδίου ἐβασίλευσεν ἡμέρας ζʹ. ἐπει δὴ γὰρ ἔγνω Αὐρηλιανὸν ἐπιβῆναι μέλλοντα τῇ Ῥωμαίων ἀρχῇ, ἑαυτὸν ὑπεξάγει τοῦ βίου, τὴν φλέβα τμηθεὶς τῆς χειρὸς ὑπό τινος ἰατροῦ, μέχρις οὗ λειποψυχήσας ἀπέθανεν. 1.455 Αὐρηλιανὸς ἐβασίλευσεν ἔτη ʹ, ἀνῃρέθη δὲ ὑπὸ στρατιω τῶν μεταξὺ Ἡρακλείας καὶ Βυζαντίου, ἐν τῷ καλουμένῳ καινῷ φρουρίῳ, ὅπερ ἐγχωρίως κενοφλώριον λέγεται. εἶχε γὰρ ὠτακου στὴν Αὐρηλιανός τινα, ὃς ἀνέφερεν αὐτῷ πάντα τὰ γινόμενα καὶ λεγόμενα. ἀπειληθεὶς οὖν ποτὲ παρ' αὐτοῦ διά τινα αἰτίαν καὶ φοβηθεὶς ἐμιμήσατο τὴν χεῖρα τοῦ βασιλέως, καὶ ἐγγράφως ποιη σαμένου ὀνομασίας δυναστῶν ὡς ἐπὶ θάνατον ἀχθησομένων, οὗτοι φοβηθέντες ἀνεῖλον αὐτόν. ἐπὶ τούτου ὁ ἅγιος Χαρίτων ὡμολό γησε, καὶ Παῦλος ὁ Σαμοσατεὺς τοῦ θρόνου Ἀντιοχείας καθαι ρεῖται. ἐφ' οὗ Μάνης ὁ μιαρὸς καὶ τρισκατάρατος ἀνεφύη, Χρι στὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον μορφαζόμενος, καὶ ἐκ πάσης αἱρέ σεως εἴ τι κακὸν ἐρανιζόμενος, ἐκ Περσίδος εἰς τὴν Ῥωμαίων γῆν κατὰ θεοῦ συγχώρησιν εἰσέφρησεν. Οὗτος οὖν ὁ μεμηνὼς Μάνης, ὁ καὶ Σκυθιανὸς λεγόμενος, Βραχμάνης ἦν τὸ γένος, διδάσκαλον δὲ ἔσχε Βούδαν τὸν πρῴην καλούμενον Τερέβινθον, ὃς παιδευθεὶς ὑπὸ Σκυθιανοῦ τὰ Ἑλλή νων δοξάζοντος τὴν Ἐμπεδοκλέους ἠγάπησεν αἵρεσιν, δύο ἀρχὰς λέγοντος ἀντικειμένας ἀλλήλαις, εἰσελθὼν δὲ ἐν Περσίδι ἐκ παρ θένου ἑαυτὸν ἔφασκε γεγεννῆσθαι καὶ ἐν τοῖς ὄρεσιν ἀνατραφῆναι. καὶ συγγραψάμενος βιβλία τέσσαρα τὸ μὲν ἐπωνόμασε τῶν μυστη ρίων, τὸ δὲ τὸ εὐαγγέλιον, τὸ δὲ τῶν θησαυρῶν, τὸ δὲ τῶν κεφα λαίων. καὶ ὁ μὲν Βούδας ὁ καὶ Τερέβινθος ὑπὸ πνεύματος ἀκα 1.456 θάρτου συντριβεὶς ἀπώλετο, γυνὴ δέ τις παρ' ᾗ κατέλυσε καὶ κατετέθη, τὰ χρήματα καὶ τὰς βεβήλους βίβλους κληρονομήσασα ὠνεῖται παιδάριον ἐτῶν ἑπτὰ τοὔνομα Κούβρικον, ὃν καὶ διδάξασα γράμματα καὶ ἐλευθερώσασα κληρονόμον τῶν ἑαυτῆς πάντων καθίστησιν. ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βούδα καὶ τὰ χρήματα διήρχετο τὴν Περσίδα, Μάνην ἑαυτὸν ὀνομάζων καὶ τῆς πλάνης τοῦ Βούδα συνίστωρ γενόμενος, καὶ τὰ βιβλία πονήματα ἴδια ἔλε γεν εἶναι. ὃν ὁ βασιλεὺς Περσῶν ἐξέδειρε ζῶντα ὡς θανάτου γενόμενον τῷ υἱῷ αὐτοῦ πρόξενον· τοῦ γὰρ βασιλικοῦ παιδὸς νοσοῦντος καὶ πολλῆς ἰατρικῆς ἐπιμελείας ἀπολαύοντος, ἐπηγγεί λατο Μάνης χωρὶς ἰατρείας ἀναστῆσαι τοῦτον, καὶ οὕτω τοὺς ἰα τροὺς ἀποστήσας ἐθανάτωσε τὸν παῖδα ἀμελείᾳ καὶ τερατολογίᾳ, καὶ ὑπὲρ τούτου μισθὸν ἐπάξιον εἰκότως κομίζεται τὴν ἐκδορὰν τοῦ παναθλίου αὐτοῦ σώματος. ὁ τοίνυν ἐμβρόντητος οὗτος Μά νης ἀποβαλλόμενος τὴν παλαιὰν διαθήκην, καὶ τὴν κτίσιν πᾶσαν καὶ τὴν τοῦ ἀνθρώπου κατασκευὴν οὐκ ἀγαθοῦ τινὸς θεοῦ γεγονέ ναι βλασφημῶν, ὑπὸ φθορὰν καὶ ἀλλοίωσιν οὖσαν, τὴν νέαν ὡς ἀγαθοῦ δῆθεν προσίεται θεοῦ, καὶ κατὰ φαντασίαν καὶ δόκησιν τὸν Χριστὸν πεφυκέναι τερατεύεται. καὶ πρὸς τούτοις καταδύσεις τινὰς ἐναγεῖς καὶ νυκτερινὰς τελετὰς καὶ παρανόμους ἐπιτηδεύσας μίξεις καὶ ἀρρητοποιίας, καὶ εἱμαρμένας καὶ μετενσωματώσεις καὶ ἄλλα πλείονα φλυαρήσας καὶ διδάξας τὰ τῶν Ἑλλήνων πονηρὰ καὶ μάταια δόγματα κρατύνειν ἐσπούδακεν ὁ θεομισὴς καὶ θεήλα 1.457 τος. περὶ οὗ φησὶ καὶ Θεόδωρος πρεσβύτερος ὁ τῆς Ῥαϊθοῦ "Μάνης ὁ τοῦ ἀντιθέτου σκότους ἐφευρετής, μᾶλλον δὲ τῆς ἐξου σίας τοῦ σκότους ἀνάπλασμα, φαντασίᾳ ψιλῇ καὶ σχήματι δια κένῳ σώματος ἀνθρωπείου πεφανερῶσθαι τὸν κύριον ἐφαντάσθη καὶ ὠνείρωξεν, ὥστε φησὶ καὶ πάσχειν μὲν δοκεῖν αὐτὸν καὶ πράτ τειν ἅπερ ἔδρα καὶ πέπονθε καθ' ἡμᾶς, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι ὑπάρξαι, ἀλλὰ δοκήσει μᾶλλον καὶ ἀπάτῃ ἀποβου κολεῖν τοὺς ἀνθρώπους, οἷς καὶ συνεστράφθαι νενόμισται." διὰ τοῦτο καὶ φύσεις δύο παραιτεῖται λέγων ἐπὶ τοῦ