169
αὖθις Ἀπολινάριόν τε καὶ Εὐτυχέα διεκδικεῖν αἵρεσιν ἐπειρᾶτο, κυκῶν ὅση δύναμις αὐτῷ τὴν τῆς ἐκ κλησίας εἰρήνην. ἐξελαθεὶς δὲ τῆς Ἀντιοχείας ὁ στασιώδης καὶ ταραξίας τῇ Ἀλεξανδρέων κουφότητι λαίλαπος καὶ θυέλλης δίκην ἐνέσκηψεν, ἔνθα καὶ ἑτέρας καταιγῖδος ἀντιπνευσάσης αὐτῷ τε καὶ τῷ λαῷ συνέχεε πάντας καὶ ἐθορύβησε. διεσκέδασε γὰρ αὐτοὺς Ἰουλιανός τις καλούμενος, Ἁλικαρνασσοῦ μὲν τῆς Ἀσίας ἐπίσκοπος, τῆς δὲ Εὐτυχιανῆς κακοδοξίας προστάτης εὐθυμότατος. Σεβήρου γὰρ μίαν φύσιν εἶναι λέγοντος τὸν Χριστὸν καὶ τὴν ἐν Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ μίαν μὲν κατὰ τὸν Σεβῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν διαφοράν, αἴτιοι πάσης ταραχῆς καὶ ζάλης γεγόνασιν οἱ ἀνόσιοι, μὴ νοοῦντες (κατὰ τὸ δὴ λεγόμενον) μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται. οἵτινες πρὸς ἡμᾶς διαμάχονται λαμβάνοντας εἰς παράδειγμα τῆς θείας ἑνώσεως τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, καὶ φασίν "οὐκοῦν τρεῖς ὁμολογεῖτε φύσεις." ἀλλ' ἴστωσαν οἱ ἀμαθεῖς καὶ ἀπαίδευτοι, ὅταν δύο φύσεις λέγομεν ἡμεῖς, οὐ θεοῦ καὶ σαρκός, οὔτε μὴν θεοῦ καὶ ψυχῆς, ἀλλὰ θεοῦ καὶ ἀνθρώπου. οὐδὲ γάρ ἐστι κυρίως ἀνθρώπου φύσις ἡ τοῦ μέρους φύσις. μέρη μὲν γὰρ ἀνθρώ που ψυχὴ καὶ σῶμα, μέρη δὲ τῶν μερῶν αἱ περὶ αὐτὰ διαιρέσεις τε καὶ ὑποδιαιρέσεις. καὶ μέρη μὲν Χριστοῦ ἀσύγχυτα θεότης καὶ ἀν 1.461 θρωπότης, ψυχὴ δὲ καὶ σῶμα ἄλλα μέρη τοῦ μέρους. μέρη μὲν τῶν μερῶν τοῦ ἀνθρώπου ἐπὶ μὲν ψυχῆς οὐσία λογικὴ καὶ ποιότης ἀσώ ματος, ὧν τὸ μὲν ἡγεμονικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν. τούτων τὸ μὲν ἐννοηματικὸν διανοητικὸν μνημονευτικόν τε καὶ βου λευτικόν, τὸ δὲ ὀρεκτικόν τε καὶ ἑλκτικόν, τὸ δὲ ἀμυντικόν. καὶ πολλὰ ἕτερα τούτοις ὑποδιαιροῦνται. ἀφείσθω τὰ νῦν ζητεῖν πότερον ὡς μέρη ταῦτα εἰσὶν ἐν τῇ ψυχῇ ἢ ὡς δυνάμεις. ἡ δὲ τοῦ σώματος πάλιν διαίρεσις γίνεται εἰς ὁμοιομερῆ, καὶ τούτων ἔτι εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, καὶ ταῦτα εἰς ὀστέα καὶ νεῦρα καὶ σάρκα, καὶ ταῦτα εἰς τέσσαρα στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. πολλὰ δὲ καὶ ἕτερα φιλοσοφοῦσιν ἰατρῶν παῖδες περὶ φυ σικῶν δυνάμεων, ὧν τὴν μὲν ἑλκτικὴν τὴν δὲ ἀλλοιωτικὴν τὴν δὲ ἀποκριτικὴν ὀνομάζουσι, πολλὰ δὲ καὶ περὶ αἰσθήσεως καὶ φαν τασίας καὶ τοῦ συνέχοντος τὸ ζῷον ζωτικοῦ καὶ ὀργανικοῦ πνεύμα τος, ἑτέρου παρὰ τὸ λογικόν, ὡς φασίν, ὑπάρχοντος. ὥστε τοίνυν ἀπόχρη πρὸς τὸ παραστῆσαι ταῦτα πάντα [διὰ] τὸ σάρκα εἰπεῖν ἢ σῶμα ἀνθρώπου, καὶ ἀπόχρη πάλιν διὰ τῆς λογικῆς ψυχῆς τὸ εἰς ἃ διαιρεῖται μέρη δηλῶσαί τε καὶ παραστῆσαι τὰ ἐξ ὧν συνέστη κεν ἐν οἷς γνωρίζεται. οἱ δέ, οὐχ ἵνα τὸν ἄνθρωπον τέλειον ἀπο φήνωσιν, ἀλλ' ἵνα τὸν κύριον συκοφαντήσωσι καὶ τῆς ἡμετέρας αὐτὸν ἀλλοτριώσωσι φύσεως, καὶ ἢ μὴ προσειληφότα τὴν ἀρχὴν τὸ ἡμέτερον ἢ μὴ φυλάξαντα σῶον ὅπερ ἔσχε παρ' ἡμῶν, ταῦτα 1.462 καὶ τὰ τοιαῦτα σοφιζόμενοι, καὶ περὶ τὸ παράδειγμα κακουργοῦν τες, εἰς ἀφύκτους καὶ ἀδιεξοδεύτους καταπεπτώκασι λαβυρίν θους. Ἀμέλει γέ τοι καὶ Θεοδώρητος ἔφη περὶ τούτων καὶ τῶν τοιούτων ἀνοσίων οὕτως. "εἰσὶ μέντοι γέ τινες οἳ καὶ Χριστιανῶν μὲν προσηγορίαν ἔχουσιν, ἄντικρυς δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμοῦσιν. οἱ μὲν γὰρ τὸ ἀγέννητον εἰς τρία τέμνουσι, καὶ τὸ μὲν καλοῦσιν ἀγαθὸν τὸ δὲ κακὸν τὸ δὲ δίκαιον· οἱ δὲ δύο ἀρχὰς ἀγεννήτους ζωγραφοῦσι, τῷ λόγῳ ἀλλήλαις ἐναντίας ἐκ διαμέτρου. ἄλλοι δὲ τοῖς μὲν ἀσεβέσι τούτοις πολεμεῖν ἐπαγγέλλονται δόγμα σιν, ἑτέραν δὲ δυσσεβείας ἐπινοοῦσιν ὁδόν· τὸν γὰρ τοῦ θεοῦ μο νογενῆ λόγον ὁμολογοῦντες υἱὸν ὡς ποίημα τῇ κτίσει συναριθμοῦσι, καὶ τὸν κτίστην ἱστῶσι μετὰ τῆς κτίσεως, καὶ τὸ ἅγιον πνεῦμα τῷ δυσσεβεῖ λόγῳ τῆς θείας ἐξορίζουσι φύσεως. ἄλλοι δὲ ἄλλως τὴν εὐθεῖαν ὁδὸν ἀπολέσαντες καὶ τοῖς τῶν προωδευκότων ἴχνεσιν ἀκο λουθῆσαι μὴ βουληθέντες πόρρω που τῆς ἀληθείας ἐγένοντο, καὶ οἱ μὲν τὴν ὑπὲρ ὑμῶν γεγενημένην οἰκονομίαν παντελῶς ἀπηρνή σαντο, οἱ δὲ ὁμολογοῦσι μὲν ἐνανθρωπῆσαι τὸν θεὸν λόγον, σῶμα δὲ μόνον