170
ἀνειληφέναι, οἱ δὲ ἔμψυχον μὲν καλοῦσι τὴν ληφθεῖσαν σάρκα, οὐ μὴν λογικὴν δὲ καὶ νοερὰν ἐν ταύτῃ γεγενῆσθαι ψυχήν. ἴσως τὴν οἰκείαν ἄνοιαν τούτου τεκμήριον ἔχοντες. ἡμεῖς δὲ ἀν θρώπου ψυχὴν οὐδεμίαν ἴσμεν ἑτέραν ἢ τὴν λογικὴν καὶ ἀθάνα τον. καὶ ἄλλοι μὲν πάλιν εἰς δύο τὸν ἕνα Χριστὸν διατέμνουσι, 1.463 καὶ ἕτερον μὲν εἶναι διατεινόμενοι τὸν ἐκ παρθένου τεχθέντα τε λείως ἄνθρωπον, ἕτερον δὲ τὸν ἐκ θεοῦ πατρὸς λόγον, καὶ τὸν μὲν ὡς ἄνθρωπον ἰδίᾳ τιθέντες καὶ ἀνὰ μέρος, τὸν δὲ ὡς θεὸν φύσει τε καὶ ἀληθείᾳ θεὸν ὀνομάζουσιν. ἄλλοι δὲ παρατετράφθαι φασὶ τὸν ἐκ θεοῦ πατρὸς λόγον εἰς ὀστέων καὶ νεύρων καὶ σαρκὸς φύσιν, ταῦτα πάντα δυσσεβῶς δογματίζοντες."
Τάκιτος ἐβασίλευσεν ἔτη βʹ. οὗτος Μαξιμῖνον συγγενῆ αὐ τοῦ ἐπέστησε τῇ Ἀσσυρίᾳ, ὃν διὰ τῆς ὑπ' αὐτοῦ γενομένης ἀδικίας ἀνελόντες οἱ στρατιῶται, εἶτα φοβηθέντες μὴ ἐκδικήσῃ αὐτὸν ὁ Τάκιτος, ἀπέκτειναν καὶ αὐτὸν ὑποθήκῃ Φλωριανοῦ. Πρόβος καὶ Φλωριανὸς ἐβασίλευσαν ἔτη δύο μῆνας δʹ. οὗ τος ὁ Πρόβος παράφρονα ἑαυτὸν ποιήσας ἀνεῖλε τὸν Φλωριανόν. ἐπὶ αὐτοῦ βροχῆς γεγονυίας σῖτος μεμιγμένος τῷ ὕδατι πολὺς κατηνέχθη, ὃν συναγαγόντες σωροὺς μεγάλους ἐποίησαν. ὡσαύ τως καὶ ψεκάδας ἀργύρου κατενεχθῆναί φασι. Βικτωρῖνος δὲ φίλος τοῦ Πρόβου ᾔτησε φίλον αὐτοῦ ἄρχοντα γενέσθαι εἰς Βρετ τανίαν· ὁ δὲ ἀπελθὼν ἀντῆρεν. ὀνειδιζόμενος δὲ ὁ Βικτωρῖνος δι' αὐτὸν ἀπεστάλη παύσων τὴν ἀνταρσίαν. προσποιησάμενος δὲ ἀπὸ προσώπου φεύγειν τοῦ βασιλέως, ὡς φίλος τοῦ ἀντάραντος ἀπεδέχθη καὶ ἀνεῖλεν αὐτόν. ὑποστρέψας δέ, ὡς ἐξῄει τοῦ πλοίου, λύσας τὴν ἑαυτοῦ ζώνην ἔρριψεν εἰς τὴν θάλασσαν καὶ εἰσῆλθε λυσίζωνος εἰς τὸν βασιλέα. ὁ δὲ ὠργίσθη, δοκῶν ὑφ' ἑτέρου αὐ τὸν τοῦτο πεπονθέναι. Βικτωρῖνος δὲ ἔφη ὑφ' ἑαυτοῦ τοῦτο γε 1.464 νέσθαι, αἰτησάμενος μηκέτι ἄρξαι πράγματος· ἀρχὴ γὰρ πᾶσα, ἔφη, μετὰ κινδύνων καὶ κλιμακτήρων. ὁ δὲ καὶ ἡσυχίαν αὐτῷ ἐχαρίσατο καὶ δωρεὰς πολλὰς παρέσχεν. ἀπέκτεινε δὲ πάντας τοὺς ἀποκτείναντας Τάκιτον καὶ Αὐρηλιανόν, ἐν τῇ Πειρίνθῳ ἐπὶ ἑστία σιν αὐτὸν καλέσας. ἀνῃρέθη δὲ καὶ αὐτός. Κάρος καὶ Καρῖνος καὶ Νουμεριανὸς ἐβασίλευσαν ἔτη βʹ. οὗτος ὁ Κάρος τὴν Περσίδα καὶ Κτησιφῶντα παρέλαβεν, τέταρ τον τοῦτο πεπονθυίας, ὑπὸ Τραϊανοῦ, ὑπὸ Βήρου καὶ Σεβήρου καὶ Κάρου. τελευτήσαντος δὲ Κάρου ὑπὸ λοιμικῆς, καὶ Νουμε ριανοῦ τυφλωθέντος, ἀνεῖλεν αὐτὸν Ἄπρος ὁ αὐτοῦ πενθερός, καὶ ἐβασίλευσε Νουμεριανὸς δοὺξ τυγχάνων Μυσίας. ἐπὶ αὐτοῦ ἐμαρτύρησεν ὁ ἅγιος Βαβύλας ἐν Ἀντιοχείᾳ. τοῦτον ἀνεῖλε ∆ιο κλητιανός. ∆ιοκλητιανὸς ἐβασίλευσεν ἔτη κβʹ, τῷ γένει ∆αλμάτης. περιγενόμενος δὲ τῶν πραγμάτων προβάλλεται Μαξιμιανὸν Ἑρκού λιον, γαμβρὸν καὶ φίλον αὐτοῦ ὄντα· ὑφ' ὧν μέγας διωγμὸς κατὰ Χριστιανῶν ἐκινήθη. προσέταξαν γὰρ κατὰ πόλιν καὶ κατὰ χώ ραν τὰς μὲν Χριστοῦ ἐκκλησίας καταστρέφεσθαι καὶ τὰς θείας αὐτῶν γραφὰς κατακαίεσθαι, τοὺς δὲ Χριστιανοὺς εὑρισκομένους ἀναγκάζεσθαι θύειν τοῖς δαίμοσι. διὸ καὶ πολλοὶ τὸν τῆς ἀθλή σεως ἀνεδήσαντο στέφανον, ἐξ ὧν εἰσὶ Πέτρος Ἀλεξανδρείας καὶ Ἄνθιμος Νικομηδείας καὶ Προκόπιος καὶ Γεώργιος οἱ ἀοίδιμοι μάρτυρες. καὶ Σαββάτιος ὁ τὴν αἵρεσιν τῶν τεσσαρεσκαιδεκατι 1.465 τῶν κρατύνας ἐγνωρίζετο, καὶ γυνή τις ἱερὰ καὶ θαυμασία, τὸν βίον ἀειπαρθένος καὶ ὡραία, πάνυ συσχεθεῖσα καὶ πολλαῖς μηχα ναῖς θῦσαι τῶν τυράννων αὐτὴν ἀναγκαζόντων μὴ ἡττηθεῖσα. προσέταξαν ἐκδοθῆναι στρατιώτῃ πρὸς αἰσχρὰν μῖξιν, καὶ μηδὲ οὕτως πειθομένην ὑποβαλέσθαι κεφαλικῇ τιμωρίᾳ. καὶ περιστα τηθεῖσα λίαν ἐδεῖτο τοῦ Ἀνθίμου Νικομηδείας, μήπω τελειωθέν τος διὰ μαρτυρίου, συμβουλεῦσαι αὐτῇ τί ἂν αἱρήσοιτο. ὁ δὲ χρηστὸς ὄντως ἀνὴρ καὶ οἰκονόμος καὶ πιστῶς ἐν κρίσει τὰ λόγια κυρίου ταμιευόμενός φησι "καλὸν μέν, ὦ τέκνον, τὸ κατόρθωμα τῆς ἁγνείας καὶ θεοπρεπές, μείζων δὲ ἡ τῆς πίστεως ἐντολή, κρη πὶς οὖσα τῶν καλῶν τῆς εὐσεβείας. μὴ οὖν προκρίνῃς τῶν κρειτ τόνων τὰ