171
δεύτερα. ὥσπερ γὰρ ἐν περιστάσει τινὰ γενόμενον αἱ ρετώτερόν ἐστιν ὑπὲρ τοῦ σώματος διαρπαγῆναι τὸ ἱμάτιον, οὕτως μᾶλλόν ἐστιν ἐν τοῖς πειρασμοῖς ἄσπιλον τηρήσαντα τὴν ψυχὴν προδοῦναι τὴν σάρκα τοῖς παντοίως ἐνυβρίζειν ἐθέλουσιν ἢ ἀπολέ σαι τῆς ψυχῆς τὴν εὐγένειαν." ἡ δὲ τούτου ἀκούσασα ἀπῄει τα λαντευομένη τὸν νοῦν, ὡς δύο καλῶν ἀντιποιουμένη. ἀλλ' ἡ θεία χάρις ταύτης διεφυλάξατο τὴν παρθενίαν τρόπῳ τοιῷδε. ὡς γὰρ ἐφ' ἑνὸς οἴκου συνεκλείσθη, λέγει τῷ στρατιώτῃ "μηδὲν ἄτοπον πράξῃς εἰς ἐμέ, ἄνθρωπε, καὶ παρέξω σοι μισθὸν ἐπάξιον· δώσω γάρ σοι φάρμακον, οὖσα φαρμακίς, ἀθανασίας πρόξενον, ᾧ χριό μενος ἄτρωτος μενεῖς ἐν τοῖς πολέμοις. καὶ εἰ βούλῃ τούτου λα βεῖν πεῖραν, ἐπίτρεψόν με σκευάσαι αὐτό." τοῦ δὲ μετὰ πολλῆς 1.466 χαρᾶς ἐπιτρέψαντος, λαβοῦσα κηρὸν ἡ μακαρία καὶ ἐλαίῳ συμμί ξασα καὶ μαλάξασα, καὶ τὸν ἑαυτῆς αὐχένα περιχρίσασα, λέγει αὐτῷ "πάταξον, ὡς δύνῃ." ὁ δὲ μετὰ δυνάμεως κατενέγκας τὸ ξίφος ἀπέτεμεν εὐθέως τὴν τιμίαν αὐτῆς κεφαλήν. καὶ οὕτω νικήσασα τῶν δυσμενῶν τὴν κακουργίαν διπλοῦν τὸν στέφανον τὸν τοῦ μαρτυρίου καὶ τῆς ἁγνείας ἀνεδήσατο. Ὡσαύτως δέ τις καὶ ἄλλη γυνὴ εὐπρεπεστάτη, κόρη οὖσα καὶ παρθενίαν ἀσκοῦσα, διεβλήθη ὡς τοὺς θεοὺς ἐνυβρίζουσα· ἣν συλλαβόμενοι καὶ μαστιγώσαντες μὴ ὑπείκουσαν τῇ τούτων δυσσεβείᾳ παρέδωκαν εἰς πορνεῖον, ἐντειλάμενοι τῷ ταύτην νέμοντι κομίζειν ὑπὲρ αὐτῆς ἡμερήσιον νομίσματα τρία. ὃς ἔκδοτον αὐτὴν ἔστησε τοῖς βουλομένοις· καὶ πολλῶν πρὸς αὐτὴν εἰσπηδώντων πάντας ἀπεκρούετο, προφασιζομένη ἕλκος ἔχειν ἐπὶ κρυπτοῦ τόπου καὶ τούτου τὴν ἀπαλλαγὴν ἐκδέξασθαι. οὕτως οὖν τούτους ἀπο βουκολοῦσα τὸν θεὸν ἱκέτευεν ἄσπιλον τὴν παρθενίαν αὐτῆς δια φυλάξαι. καὶ δὴ ὑπήκουσεν αὐτῆς ὁ θεός. καὶ ἔρχεταί τις νεα νίσκος περιφανὴς καὶ λίαν εὐσεβὴς ἑσπέρας βαθείας πρὸς τὸν πορ νοβοσκόν, καὶ δίδωσιν αὐτῷ νομίσματα πέντε, λέγων "ἔασόν μοι ταύτην τὴν κόρην" .... τὰ ἱμάτια αὐτοῦ, καὶ περικαλύψας τὴν κεφαλὴν αὐτῆς ἐξέπεμψεν αὐτὴν ἄφθορον καὶ ἀνέπαφον. ἡμέρας δὲ γενομένης καὶ τοῦ δράματος γνωσθέντος ἐκρίθη ὁ νεανίας ἀναι ρεθῆναι, καὶ τούτου γενομένου ἐπλήρωσε τὸ κυριακὸν λόγιον τὸ φάσκον "μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ."
1.467 Ὁμοίως καὶ ἑτέρου μονάζοντος κατασχεθέντος ὑπὸ τῶν ἀσε 1.467 βῶν, μετὰ πολλὰς ποινὰς καὶ μάστιγας τελευταῖον πονηρὰν ἐπε νόησαν ἐπίνοιαν εἰς φθορὰν τῆς σωφροσύνης τοῦ δικαίου. ἔν τινι γὰρ κήπῳ κλίνην στρώσαντες καὶ τὸν ἅγιον ἐν αὐτῇ δεσμήσαντες ἐπαφῆκαν αὐτῷ γύναιον ἄσεμνον, ὡς ἂν μὴ δυνάμενος τὰς ἐκ ταύτης μηχανὰς διαφυγεῖν καὶ ἄκων εἰς τὴν πονηρὰν καθελκυσθῆ ναι πρᾶξιν. τῆς δὲ τούτῳ περιπλεκομένης καὶ καταφιλούσης αὐ τόν, τὴν ἑαυτοῦ γλῶσσαν ἀποτεμὼν τοῖς ὀδοῦσι προσέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, κἀκ τούτου ἑαυτῷ μὲν πόνους καὶ ἀλγηδό νας ἀντὶ ἡδονῶν ἐπεισήγαγεν, ἐκείνην δὲ σφόδρα κατέπληξε καὶ ἀηδίας ἐνέπλησε τῷ ῥεύματι τοῦ αἵματος. ἅπερ ἀκούσαντες οἱ Ἕλληνες ἐθαύμαζον τὴν τῶν μοναζόντων σωφροσύνην καὶ ἀκρί βειαν. Ἡττηθέντες οὖν οἱ δυσσεβεῖς τύραννοι ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς τῷ πλήθει τῶν ἀναιρουμένων, δόγμα ἐξέθεντο ὥστε τοὺς εὑρισκομένους Χριστιανοὺς ἐξορύττεσθαι τὸν δεξιὸν τῶν ὀφθαλμῶν, οὐ μόνον διὰ τὸ ὀδυνηρὸν ἀλλὰ καὶ διὰ τὸ ἄτιμον καὶ πρόδηλον καὶ τῆς τῶν Ῥωμαίων πολιτείας ἀλλότριον. Τῷ ζʹ ἔτει αὐτῶν τὴν Βούσιριν καὶ τὴν Κοπτόν, πόλεις ἐν Θήβαις τῆς Αἰγύπτου, ἀποστατησάσας τῆς τῶν Ῥωμαίων ἀρχῆς εἰς ἔδαφος κατέσκαψαν. τῷ θʹ ἔτει ὡς ἐν στήλῃ ἐνέγραψαν οἱ δυσσεβεῖς καθ' ἡμῶν, ὡς πάντων ἀναιρεθέντων Χριστιανῶν πά σης εὐθηνίας καὶ εὐκρασίας ἡ Ῥωμαίων πολιτεία πλησθήσεται, 1.468 καθὼς ὑπελάμβανον οἱ ἀλάστορες· διὸ καὶ λιμὸς καὶ λοιμὸς καὶ αὐχμός, καὶ πᾶν ὁτιοῦν ἔστι κακὸν εἰπεῖν, τοὺς ἀνθρώπους μετῆλ θε, καί τινος ἑτέρου νοσήματος μοῖρα. ἕλκος δὲ ἦν φερωνύμως τοῦ πυρώδους ἄνθρακος