172
λεγόμενον, καθ' ὅλον μὲν ἕρπον τὸ σῶμα, σφαλεροὺς δὲ τοῖς πεπονθόσιν ἐνεποίει κινδύνους. οὐ μὴν δὲ ἀλλὰ καὶ κατὰ τῶν ὀφθαλμῶν ἐξαιρέτως ἐπὶ πλεῖστον γενόμενον μυρίους ὅσους ἄνδρας ἅμα γυναιξὶ καὶ παισὶ πηροὺς ἀπειργάσατο. καὶ σὺν τούτοις προσεπανίσταται τῷ τυράννῳ ὁ πρὸς Ἀρμενίους πόλεμος, ἀθρόως ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν συρρεύσαντα τῆς τοῦ δυσ σεβοῦς θρασύτητος τὴν κατὰ τοῦ θεοῦ μεγαλαυχίαν, ὅτι δὴ τῆς περὶ τὰ εἴδωλα σπουδῆς αὐτοῦ καὶ τῆς καθ' ἡμῶν ἕνεκα πολιορ κίας μὴ λιμὸν μηδὲ λοιμὸν μήτε μὴν πόλεμον ἐπὶ τὸν αὐτοῦ συμ βῆναι καιρὸν ἐνηβρύνετο. ταῦτα δὴ οὖν ἅμα καὶ κατὰ ταυτὸν ἐπῆλθον, καὶ τῆς κατ' αὐτὸν καταστροφῆς περιειλήφει τὰ προοί μια. αὐτὸς μὲν οὖν τὸν πρὸς Ἀρμενίους πόλεμον ἅμα τοῖς αὐτοῦ στρατοπέδοις κατεπονεῖτο, τοὺς δὲ λοιποὺς τῶν τὰς ὑπ' αὐτὸν πό λεις καὶ χώρας οἰκούντων δεινῶς ὁ λιμὸς ἅμα καὶ ὁ λοιμὸς κατέ τρυχε, καὶ μυρίοι μὲν ἐτύγχανον οἱ κατὰ πόλεις θνήσκοντες, πλείους δὲ οἱ κατ' ἀγροὺς καὶ κώμας, ἁπάντων σχεδὸν τροφῆς ἐνδείᾳ καὶ λοιμώδει νόσῳ διεφθαρμένων. καὶ γὰρ οἱ μὲν χόρτον διαμασώμενοι καὶ τὴν ἕξιν λυμαινόμενοι διώλλυντο, οἱ δὲ ἀπε σκληκότες ὥσπερ εἴδωλα νεκρά, ὧδε κἀκεῖσε ψυχορραγοῦντες ἐν σειόμενοί τε καὶ περιολισθαίνοντες, κατέπιπτον ἐν ταῖς πλατείαις. 1.469 ὅθεν νεκρὰ σώματα καὶ γυμνά, ἐφ' ἡμέραις πλείοσιν ἄταφα διερ ριμμένα, θέαν οἰκτρὰν καὶ ἐλεεινὴν παρεῖχον τοῖς ὁρῶσιν, ἤδη γέ τοι καὶ κυνῶν τινὲς ἐγένοντο βορά. οὐχ ἥκιστα δὲ καὶ ὁ λοιμὸς πάντας οἴκους ἐπενέμετο. μετ' οὐ πολὺ δὲ καὶ αὐτοὶ οἱ τύραννοι ἄξια τῆς δυσσεβείας αὐτῶν τὰ ἐπίχειρα ἐκομίσαντο, οἱονεὶ ἀρρα βῶνα τῶν μελλόντων αὐτοὺς μετὰ θάνατον διαδέξασθαι τιμωριῶν ἐντεῦθεν κομιζόμενοι. νόσῳ γὰρ δεινοτάτῃ ὁ ∆ιοκλητιανὸς μετὰ τὴν ἀπόθεσιν τῆς βασιλείας περιπεσὼν ἀλγηδόσιν ἰσχυραῖς τὴν σάρκα πᾶσαν διελυμαίνετο, καὶ τὰ μὲν ἔγκατα διεφθείροντο ὑπὸ τῆς σφοδροτάτης φλογώσεως, ἡ δὲ σὰρξ πᾶσα κηροῦ δίκην διετή κετο. καὶ σὺν τούτοις ἐκτυφλοῦται καὶ πηρὸς ὁ δείλαιος ἀποκαθ ίσταται. κἀντεῦθεν ἐλεεινῶς διαφθειρόμενος καὶ δεινῶς καταση πόμενος σκωλήκων πλῆθος ἐκ τοῦ φάρυγγος ἀνέφερε σὺν τῇ γλώσ σῃ αὐτοῦ κατασαπείσῃ. τοσαύτην οὖν δυσωδίαν ἐξέπεμπεν ὡς οὐδὲν τῶν ἐν τάφοις διαλυθέντων νεκρῶν διαφέρειν. ὁ δὲ τύραν νος ἐν τούτοις ἐμπνέων στενάξας θάνατον ἐπεκαλεῖτο, καὶ τὰ τε λευταῖα πνέων ἔφη "οἴ μοι τῷ ἐλεεινῷ καὶ θρήνων ἀξίῳ, ὁποίαν τῶν εἰς Χριστιανούς μοι τετολμημένων ἀσεβειῶν ἀξίαν ὑπέχω τὴν τιμωρίαν." καὶ ταῦτα μὲν ὕστερον συμβέβηκε τῷ ἀλιτηρίῳ. Τῷ δὲ θʹ καὶ ιʹ ἔτει τῆς βασιλείας αὐτοῦ Κωνστάντιον τὸν λεγόμενον Χλωρὸν διὰ τὴν ὠχρότητα τοῦ προσώπου αὐτοῦ καὶ Μαξιμιανὸν Γαλλέριον Καίσαρας ἐποίησαν, πείσαντες τὰς ἰδίας αὐτῶν καταλιπόντας γαμετὰς τὰς αὐτῶν εἰληφέναι θυγατέρας. 1.470 Θεοδώρα ἦν τοῦ Κωνσταντίου καὶ Βαλλερία ἡ τοῦ Γαλλερίου ἤτοι τοῦ ∆ιοκλητιανοῦ θυγάτηρ. Τῷ ιʹ αὐτοῦ ἔτει τῆς Ἀλεξανδρείας σὺν τῷ Αἰγύπτῳ ὑπὸ Ἀχιλλέως ἀποστατησάσης, τῇ προσβολῇ τῶν Ῥωμαίων πλεῖστοι ἀνῃρέθησαν. Τῷ ιαʹ ἔτει φρικτὸν διωγμὸν κατὰ Χριστιανῶν ἐγείραντες πολλὰς μυριάδας μάρτυρας ἐποίησαν. τοῦτο ἔτος ἦν τοῦ κόσμου #22εψπζʹ. καὶ φησὶν Εὐσέβιος ὅτι Ἄδαγκτος μάγιστρος ἐμαρτύρησε. τῆς δὲ γυναικὸς αὐτοῦ καὶ τῶν θυγατέρων ζητουμένων, διὰ τὸ μὴ διαφθαρῆναι τὴν σωφροσύνην ἑαυτὰς ἔρριψαν κατὰ τοῦ ποταμοῦ. ζητητέον οὖν εἰ ἀριθμοῦνται εἰς μάρτυρας. Τῷ ιβʹ ἔτει Μαξιμιανὸς ὁ Ἑρκούλιος Γαλλίας καὶ Βρεττα νίας, Κωνστάντιος δὲ Ἀλανίας καὶ Ἀφρικῆς ἐκράτησαν. Τῷ ιγʹ ἔτει τοὺς ἐν στρατείᾳ Χριστιανοὺς ἐξέβαλον. Τῷ ιζʹ ὁ Γαλλέριος Μαξιμιανὸς κατὰ Ναρσέως τοῦ τῶν Περσῶν βασιλέως ἐκδραμὼν τοῦτον μὲν ἐδίωξε, τὴν δὲ γυναῖκα αὐτοῦ ἀφελόμενος καὶ πάντα τὰ αὐτοῦ, καὶ σφαγὴν μεγάλην ποιή σας, ὑπέστρεψε πρὸς ∆ιοκλητιανόν, καὶ βαλάντια πεπληρωμένα ἔχων λίθων τιμίων καὶ μαργαριτῶν, ἀφ' ὧν πρῶτος ∆ιοκλητιανὸς ἐσθῆτι καὶ ὑποδήμασι λίθοις τιμίοις καὶ χρυσῷ