174
Ἑρκουλίου βασιλέα. Κρατήσας οὖν ὁ θειότατος καὶ χριστιανικώτατος βασιλεὺς Κωνσταντῖνος ἐβασίλευσε Γαλλιῶν καὶ Βρεττανίας. τῷ πρώτῳ οὖν αὐτοῦ ἔτει, τῆς δὲ θείας σαρκώσεως αʹ, τοῦ δὲ κόσμου #22εψζʹ τέσσαρες οὗτοι συνεβασίλευον αὐτῷ, Μαξιμιανὸς ὁ Γαλλέ ριος, σὺν δυσὶ Καίσαρσι Σεβήρῳ καὶ Μαξιμιανῷ τῷ Γαλλερίου υἱῷ καὶ Μαξεντίῳ τῷ υἱῷ τοῦ Ἑρκουλίου, ἐν Ῥώμῃ ὑπὸ τῶν στρατιωτῶν ἀναγορευθέντι βασιλεῖ. οὗτοι ἀλλήλους ἔσπευδον ὑπερβάλλειν εἰς τὸν κατὰ Χριστιανῶν πόλεμον, πάσῃ τε κακίᾳ καὶ θηλυμανίᾳ συζῶντες ἀνατομαῖς βρεφῶν τῶν ἐγκυμονουσῶν γυναι 1.474 κῶν ἐν μαντείαις ἐχρῶντο, ἁρπαγαῖς τε καὶ φόνοις, καὶ ὅσα τοι αῦτα. Τοῦ δὲ Σεβήρου τελευτήσαντος Λικίνιον οἱ Ῥωμαῖοι Καί σαρα ἀνηγόρευσαν, Κωνσταντίνῳ χαριζόμενοι γαμβρῷ αὐτοῦ ὄντι εἰς ἀδελφὴν Κωνσταντίαν, καὶ ὑποκρινόμενον ψευδῶς τὴν καθ' ἡμᾶς εὐσέβειαν. Μαξέντιος δὲ πάνδεινα τοῖς Ῥωμαίοις ἐποίει κακά· τάς τε γὰρ οὐσίας αὐτῶν καὶ γυναῖκας καὶ θυγατέρας ἥρ παζε, καὶ αὐτοὺς πολυτρόπως ἀνῄρει, καὶ ἄμετρα τοῖς δαίμοσιν ἐξακολουθῶν ἐπετέλει. ὅθεν καὶ πρεσβείαν οἱ Ῥωμαῖοι πρὸς Κων σταντῖνον ποιησάμενοι κατὰ τοῦ δυσσεβοῦς Μαξεντίου τοῦτον διή γειραν. ὁ δὲ Μαξέντιος τὸν παραρρέοντα τῇ πόλει ποταμὸν ναυ σὶ γεφυρώσας κατὰ τοῦ μεγάλου Κωνσταντίνου ἀντιπαρετάξατο. ὁ δὲ δεδιὼς τὰς τοῦ Μαξεντίου γοητείας ἐν πολλῇ ἀγωνίᾳ ἦν. φαίνεται οὖν αὐτῷ ἐν ἕκτῃ ὥρᾳ τῆς ἡμέρας ὁ τίμιος σταυρός, ἐκ φωτὸς κατεσκευασμένην ἔχων ἐπιγραφὴν δι' ἀστέρων "ἐν τούτῳ νίκα." ἐν ὁράματι δὲ τῆς νυκτὸς ἐφίσταται αὐτῷ ὁ κύριος, λέγων "χρῆσαι τῷ δειχθέντι σοι σημείῳ, καὶ νίκα." τότε σταυρὸν χρυ σοῦν σχεδιάσας, ὃς ἔστι μέχρι καὶ νῦν, ἐκέλευσε προάγειν ἐν τῷ πολέμῳ· καὶ συμβολῆς γενομένης ἡττήθησαν οἱ περὶ Μαξέντιον, καὶ τοῦ πλήθους ἀναιρουμένου Μαξέντιος σὺν τοῖς λοιποῖς τῇ γε φυρᾷ ἐπέβη φεύγων, ἥτις θείᾳ δυνάμει διαρραγεῖσα ἐν τῷ ποτα μῷ πάντας κατεπόντισεν. οἱ δὲ Ῥωμαῖοι λυτρωθέντες τῆς τοῦ πονηροῦ Μαξεντίου τυραννίδος, τὴν πόλιν στεφανώσαντες, εἰσε 1.475 δέξαντο μετὰ χαρᾶς τὸν νικητὴν Κωνσταντῖνον σὺν τῷ νικοποιῷ σταυρῷ, σωτῆρα αὐτὸν ἀνευφημοῦντες. Τῷ ζʹ ἔτει τῆς βασιλείας αὐτοῦ ὁ μέγας Κωνσταντῖνος τῆς Ῥώμης κρατήσας πρὸ πάντων τὰ λείψανα τῶν ἁγίων μαρτύρων τῇ ὁσίᾳ ταφῇ παρέδωκε, καὶ τοὺς ἐν ἐξορίαις ἀνεκαλέσατο. καὶ ὑπὸ Σιλβέστρου τοῦ ὁσιωτάτου πάπα Ῥώμης βαπτίζεται καὶ τῆς λώβης ἐξελευθεροῦται τρόπῳ τοιῷδε· εἰς Ῥώμην εἰσελθὼν μετὰ τὴν κατὰ Μαξεντίου νίκην ζητεῖ ἰατροὺς θεραπευθῆναι τῆς νόσου. καὶ δὴ Ἰουδαῖοί τινες ἔρχονται λέγοντες ὅτι κολυμβήθραν χρὴ ποιῆσαι ἀφ' αἵματος ὑπομαζίων βρεφῶν καὶ ἐν αὐτῇ λουσάμενον καθαρι σθῆναι. συνάγονται οὖν τὰ βρέφη μετὰ τῶν μητέρων. καὶ τί δεῖ λέγειν τοὺς τῶν μητέρων ὀδυρμοὺς καὶ τὰς τῶν τριχῶν ἐκκο πὰς καὶ τἆλλα ὅσα τοῖς ἐκ ψυχῆς ὀδυνωμένοις ἐστί; ταῦτα ἰδὼν ἐκεῖνος καὶ σύνδακρυς γενόμενος εἶπε "καλόν ἐστι μᾶλλον ἐμὲ μό νον κακῷ μόρῳ ἀποθανεῖν ἢ ταῦτα τὰ βρέφη. ἀλλὰ καὶ τίς οἶδεν τὸ τέλος ὁποῖον;" ταῦτα εἰπὼν καὶ τὰς μητέρας δώροις φιλοφρο νησάμενος ἀπέλυσεν ἐν εἰρήνῃ. ταύτῃ τοι καὶ κατ' ὄναρ ὁρᾷ τοὺς δύο μεγάλους ἀποστόλους Πέτρον καὶ Παῦλον προτρεπομένους αὐ τὸν Σίλβεστρον ζητῆσαι τὸν ἐπίσκοπον τῆς πόλεως· "καὶ αὐτὸς ὑποδείξει σοι κολυμβήθραν δι' ἧς τῆς τε ψυχῆς τὰς νόσους καὶ τοῦ σώματος θεραπευθήσῃ." ἔρχεται οὖν ὁ Σίλβεστρος διὰ τοὺς ἐπικειμένους διωγμοὺς ἐν φυγαδείᾳ τελῶν, καὶ βαπτίζει κατηχή σας τοῦτον. εὐθὺς οὖν ἀπὸ τῆς θείας κολυμβήθρας ἀνερχομένου 1.476 τοῦ Κωνσταντίνου ἐξέπεσον ἀπὸ τοῦ σώματος αὐτοῦ ὡσεὶ λεπίδες, καὶ ἐκαθαρίσθη, καὶ γέγονεν ὅλον ὑγιὲς ὡς παιδαρίου μικροῦ. τοῦτο ἰδόντες οἱ λαοὶ ἐβαπτίσθησαν ἄπειροι, καὶ Κρῖσπος ὁ υἱὸς Κωνσταντίνου. Οἱ δὲ λέγοντες ἐν Νικομηδείᾳ κατὰ τὸν αὐτοῦ θάνατον βα πτισθῆναι ὑπὸ Εὐσεβίου τοῦ Νικομηδείας τοῦ Ἀρειανοῦ ψεύδον ται. φασὶ γὰρ ἀναβάλλεσθαι αὐτὸν τὸ βάπτισμα διὰ τὸ