175
ἐλπίζειν αὐτὸν ἐν τῷ Ἰορδάνῃ βαπτισθῆναι. τί γὰρ ἦν αὐτῷ καὶ ἐμποδών, τὸν Γαλλέριον ἐν τῇ ἀνατολῇ καταπολεμοῦντι καὶ εἰς Περσίαν πά λιν ἐκ δευτέρου εἰσελθόντι, μὴ ἀπελθεῖν καὶ βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ; ἀλλὰ καὶ τὸ ὡς νόθον διαβάλλειν αὐτὸν πάσης κακίας ἐστίν. ἡ γὰρ γενεὰ αὐτοῦ βασιλικὴ ὑπῆρχε καὶ πρὸ ∆ιοκλητιανοῦ. καὶ γὰρ ὁ πατὴρ αὐτοῦ Κωνστάντιος θυγατριδὸς ἦν Κλαυδίου τοῦ βασιλέως, καὶ ἐκ τῆς Ἑλένης τῆς πρώτης αὐτοῦ γυναικὸς ἔσχε τὸν μέγαν Κωνσταντῖνον, καθὼς λέλεκται.
Τούτου οὖν βαπτισθέντος μεγάλα θαυμάσια ἐποίησεν ὁ θεὸς διὰ τοῦ ἐν ἁγίοις Σιλβέστρου. πάντα δὲ παρεὶς ἓν μόνον φράσω. ἐν τῷ Καπιτωλίῳ Ῥώμης, βαθμοὺς ἔχοντι τριακοσίους ἑξηκοντα πέντε, ἐν τῇ καταδύσει τῶν βαθμῶν καὶ τῶν θεμελίων δράκων ᾤκει παμμεγέθης, ᾧ ἐθυσίαζον καθ' ἡμέραν Ἕλληνες. εἰ δ' οὔ, ἀλλὰ ἐξαίφνης ἐπιπίπτων πολλοὺς ἐλυμαίνετο. ἐκεῖσε Σίλβεστρος καταβάς, καὶ οἰκίσκον μικρὸν ἔχοντα πύλας χαλκᾶς εὑρὼν οὗ ἦν 1.477 ὁ δράκων, κλείσας τὰς θύρας τῇ ἐπικλήσει Ἰησοῦ Χριστοῦ τοῦτον ἀπέκτεινε. Τῷ θʹ ἔτει τῆς βασιλείας Κωνσταντίνου Μητροφάνης ἐπί σκοπος Βυζαντίου δʹ γέγονε. ταῦτα τοίνυν ὁ τῆς ἑῴας Μαξιμια νὸς ὁ Γαλλέριος ἀκούσας τὸν κατὰ Χριστιανῶν ἀνῆκε πόλεμον. ἐν τῷ ιʹ ἔτει τῆς βασιλείας αὐτοῦ ὁ μέγας Κωνσταντῖνος σὺν Λι κινίῳ Καίσαρι κατὰ τοῦ Γαλλερίου ἀθροίζει πόλεμον, καὶ τοῦτον τρεψάμενος πάντας κατασφάττει. αὐτὸς δὲ ὁ Γαλλέριος τὸ διά δημα ῥίψας καὶ μετ' ὀλίγων εὐνουστάτων διαδρὰς ἀπὸ κώμης εἰς κώμην ᾤχετο, καὶ τοὺς ἱερεῖς τῶν εἰδώλων καὶ μύστας καὶ προ φήτας καὶ μάντεις ὡς ἀπατεῶνας κατέσφαξεν. ἐν δὲ τῷ ιαʹ ἔτει μέλλοντος κρατηθῆναι τοῦ Μαξιμιανοῦ ὑπὸ τοῦ μεγάλου Κων σταντίνου, προλαβοῦσα θεία ὀργὴ κατέλαβεν αὐτόν· φλὸξ γὰρ ἀπὸ τῶν σπλάγχνων αὐτοῦ καὶ μελῶν ἀναφθεῖσα ἀμφοτέρους τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκπηδῆσαι πεποίηκεν, αἱ δὲ σάρκες αὐτοῦ σα πεῖσαι τῶν ὀστέων ἐξέπεσον, καὶ οὕτω διατεθεὶς τὴν θεομάχον αὐτοῦ ἀπέρρηξε ψυχήν. τῷ αὐτῷ δὲ τρόπῳ καὶ Μαξιμῖνος ὁ τοῦ μιαροῦ μιαρώτατος υἱός, μυρία ὅσα καὶ ἄρρητα κατὰ τῶν Χρι στιανῶν ἐπινοήσας, ἀναριθμήτοις κακοῖς ὑπεβλήθη, καὶ νόσοις παρὰ φύσιν καὶ πληγαῖς ἐξαισίαις ποινηλατούμενος ἐξέψυξε. Τῷ ιβʹ ἔτει Λικίνιον διαθήκας ἀπαιτήσας τοῦ μηδὲν κατὰ Χριστιανῶν πράττειν κακόν, βασιλέα ἀναγορεύει καὶ ἀφορίσας μοῖραν τῆς Ῥωμαίων γῆς δίδωσιν. ἐντεῦθεν ὁ κατὰ Χριστιανῶν 1.478 χάριτι θεοῦ πέπαυται διωγμός. ἐπὶ τούτου τοῦ Λικινίου ἐμαρ τύρησεν ὁ ἅγιος Θεόδωρος. Τῷ ιδʹ ἔτει μονοκράτωρ ὁ μέγας Κωνσταντῖνος πάσης τῆς Ῥωμαίων γῆς γενόμενος πᾶσαν αὐτοῦ τὴν ἔννοιαν εἰς θείας φρον τίδας μετήγαγεν, ἐκκλησίας ἀνεγείρων καὶ φιλοτίμως ταύτας πλου τίζων. γράφει δὲ καὶ πρῶτον νόμον, τοὺς τῶν εἰδώλων ναοὺς ἀποδίδοσθαι τοῖς τῷ Χριστῷ ἀφιερωμένοις ναοῖς, δεύτερον Χρι στιανοὺς μόνους στρατεύεσθαι ἐθνῶν τε καὶ στρατοπέδων ἄρχειν, τοὺς δὲ ἐπιμένοντας τῇ εἰδωλολατρείᾳ κεφαλικῶς τιμωρεῖσθαι, τρίτον τὰς πασχαλίας δύο ἑβδομάδας ἀπράκτους τελεῖν, τήν τε πρὸ τοῦ πάσχα καὶ τὴν μετ' αὐτήν. τὰ δὲ τῶν πηχῶν τῆς ἀνα βάσεως τοῦ Νείλου ἐν τῇ ἐκκλησίᾳ ἐνομοθέτησεν ἀναφέρεσθαι, καὶ οὐκ ἐν τῷ Σαράπιδι, ὡς εἴθιστο τοῖς Ἕλλησιν. ἀλλὰ δέον ἐστὶ περὶ τῆς τοῦ ἁγίου Σιλβέστρου διαλέξεως ὀλίγα τινὰ εἰπεῖν. Τῷ δʹ ἔτει τῆς βασιλείας τοῦ εὐσεβεστάτου καὶ μεγάλου Κωνσταντίνου διάλεξις γέγονεν ἐν Ῥώμῃ Χριστιανῶν καὶ Ἰουδαίων.καὶ τῶν μὲν Χριστιανῶν ὁ μέγας ἡγεῖτο Σίλβεστρος πάπας ὢν τῆς Ῥώμης, Ἰουδαίων δὲ σὺν ἄλλοις πλείστοις νομομαθέσι καὶ Ζαμβρῆς ὁ μάγος, Ἑβραῖος καὶ γόης, ἐν ᾧ πᾶσαν τὴν πεποίθησιν εἶχον οἱ Ἰουδαῖοι. λέγουσι τοίνυν Ἰουδαῖοι "ἐκλέξασθε δώδεκα Χριστιανούς, οἵτινες ὀφείλουσι δικαιολογηθῆναι ἡμῖν." ὁ δὲ ἅγιος Σίλβεστρος ἔφη "ἡμεῖς εἰς τὴν τοῦ θεοῦ δύναμιν ἀφορῶμεν. εἷς γάρ ἐστιν ᾧ λέγομεν «ἀνάστα ὁ θεός, δίκασον τὴν δίκην σου.» 1.479 ὅσον γὰρ τῆς τῶν ἀνθρώπων