176
βοηθείας ὑστερούμεθα, τοσοῦτον τῇ τοῦ θεοῦ δυνάμει στηριζόμεθα." πρὸς ταῦτα Ἀβιάθαρ Ἰουδαῖος ἔφη "τοῦτο τὸ ῥητὸν ὁ ἡμέτερος ἔφη προφήτης." καὶ ὁ ἅγιος Σίλβεστρος "πάντα σήμερον ἐνταῦθα ἐκ τῶν ὑμετέρων βίβλων προσενεγκεῖν ἔχομεν καθ' ὑμῶν αὐτῶν· τότε γὰρ λαμπρὰ γίνεται νίκη, ὅταν τὸ ἐξ ἐναντίας μέρος τῇ τῶν οἰκείων διδασκαλιῶν αὐ θεντίᾳ ἡττηθῇ." ὁ βασιλεὺς ἔφη "αὕτη δικαία ἡ κρίσις, ἐν ᾗ καταναγκάζεται ἕκαστος τῇ τῆς ἰδίας θρησκείας αὐθεντίᾳ ἡττᾶ σθαι." Ἀβιάθαρ εἶπε "τοῦ παντοκράτορος θεοῦ, τοῦ ἡμετέρου λέγω, ἰδίῳ στόματι λέγοντος «ἴδετε, ἴδετε, ὅτι ἐγὼ εἰμὶ θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ,» πῶς αὐτοὶ λέγουσι τρεῖς ὀφείλειν προσ κυνεῖσθαι, πατέρα, ὅντινα καὶ ἡμεῖς πεπιστεύκαμεν, υἱόν, ὃν οἱ πατέρες ἡμῶν ἐσταύρωσαν, τρίτον πνεῦμα τὸ ἅγιον; τρεῖς οὖν προσκυνοῦντες τούτῳ τῷ εἰρηκότι ἕνα μόνον εἶναι θεὸν ἐξ ἀνάγκης προσκρούουσιν." ὁ ἅγιος Σίλβεστρος ἔφη "ἡμεῖς ἕνα θεὸν σέ βομεν καὶ ὁμολογοῦμεν. ἀλλ' οὐχ οὕτως ἔρημον αὐτοῦ τὴν θεό τητά φαμεν ὥστε μὴ ἔχειν ἀγαλλίασιν υἱοῦ. υἱὸν δὲ αὐτοῦ τοῦ τον λέγομεν περὶ οὗ ὁ ὑμέτερος προφήτης εἶπε «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» υἱὸν δὲ ἐκεῖνον λέγομεν πρὸς ὃν διὰ τοῦ ὑμετέρου προφήτου ὁ πατὴρ βοᾷ λέγων «υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.» θεὸς δὲ χθὲς καὶ σήμερον, οὐκ ἔχει τέλος, ἐπειδὴ ὑπέρχρονός ἐστιν. ἄναρχος οὖν ὑπάρχει· ἄναρχος 1.480 ἄρα καὶ ὁ πατήρ. ἐπεὶ τίνι εἶπε «ποιήσωμεν ἄνθρωπον κατ' εἰ κόνα καὶ καθ' ὁμοίωσιν ἡμετέραν;» εἰ γὰρ εἴρηκε «ποιήσω ἄν θρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἐμήν,» ἐδόκει ἂν τὸ τῆς μονότητος αὐτοῦ σημαίνειν. τὸ δὲ κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμε τέραν σαφῶς καὶ τὸν υἱὸν καὶ τὴν ἰσότητα ἐσήμανεν. οὐ γὰρ μεῖζόν τι προσλαβεῖν δύναται, ἐπειδὴ ἡλικίας αὔξησιν οὐκ οἶδεν· ἐλάττωσιν πάλιν οὐ δέχεται." Ἰωνᾶς ῥαβὶς εἶπεν "ἀνθρωπίνῳ λογισμῷ οὐκ ἔστι δεκτέα ἡ πίστις. ποῖον γὰρ θεὸν συμβουλεύει οὗτος πιστευθῆναι, ὃν καὶ πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον ὁμολογεῖ;" ὁ ἅγιος Σίλβεστρος ἔφη "ὅταν ἀναγνῷς ἐν ταῖς βίβλοις περὶ μὲν τοῦ πατρός, ἡνίκα λέγει περὶ τοῦ ἰδίου υἱοῦ «υἱός μου εἶ σύ,» ὁμοίως δὲ καὶ ἐν ἑτέρῳ τόπῳ «αὐτὸς ἐπικαλέσεταί με, πα τήρ μου εἶ σύ,» τότε εἴσῃ σαφῶς τὸ λεγόμενον, καὶ οὐδὲν ξένον περὶ τῆς ἁγίας τριάδος ὑπολάβῃς λέξειν ἡμᾶς. περὶ δὲ τοῦ ἁγίου πνεύματος ἄκουε πάλιν τοῦ προφήτου σου λέγοντος καὶ εὐχομένου «τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.» καὶ πάλιν ὁ αὐτός «καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐ τῶν,» τουτέστι τῶν οὐρανίων δυνάμεων." Κωνσταντῖνος Αὔγουστος εἶπε "θαυμάζω τῶν Ἰουδαίων τὸ ἀναίσχυντον· ἀπὸ πασῶν γὰρ τῶν οἰκείων γραφῶν πολυτρόπως ἡττώμενοι ἀκμὴν θέλουσί τινα κατὰ τῆς ἀληθείας ἐπιζητεῖν. ὅθεν ἐπεὶ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὸ ἱκανὸν γέγονεν, εἴ τι ἕτερα εἰσὶ δεικτέα, προσφερέσθωσαν." Γοδολίας Ἰουδαῖος εἶπεν "ἡμεῖς περὶ ἐκείνου λέγομεν τοῦ τεχθέντος, τοῦ ἐν τοῖς εὐαγγελίοις αὐτοῦ 1.481 ἀναγεγραμμένου ηὐξηκέναι τε ἡλικίᾳ καὶ σοφίᾳ, καὶ πειρασθέντος παρὰ τοῦ διαβόλου, μετὰ δὲ ταῦτα πραθέντος παρὰ τοῦ οἰκείου μαθητοῦ, παραδοθέντος, κρατηθέντος, ἐμπαιχθέντος, φραγε λωθέντος, χολὴν σὺν ὄξει ποτισθέντος, ἀκάνθαις στεφανωθέν τος καὶ γυμνωθέντος, καὶ τῆς αὐτοῦ ἐσθῆτος ἐν κλήρῳ δοθείσης ἐπὶ σταυροῦ παγέντος, ἀποθανόντος καὶ ταφέντος." ὁ ἅγιος Σίλβεστρος ἔφη "ταῦτα πάντα ὡς προκηρυχθέντα ἐγράφη περὶ τοῦ Χριστοῦ παρὰ τῶν προφητῶν, σήμερον ἐπιδείξομεν. Ἠσαΐας γὰρ περὶ τῆς τοῦ Χριστοῦ γεννήσεως προείρηκεν οὕτως «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» ὅτι δὲ καὶ ἀνθρώποις συναναστραφήσεται, ἄκουε τοῦ προφήτου Ἱερεμίου «οὗτος ὁ θεὸς ἡμῶν· οὐ λογισθή σεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ