178
μήτε κατά ραν αὐτὴν εἰληφέναι ἀκανθῶν καὶ τριβόλων μήτε δὲ ταφὴν σώμα τος ἀνθρωπίνου ἐσχηκέναι. τοίνυν ἐχρῆν καὶ ἐκ τῆς παρθένου Μαρίας τὸν νέον Ἀδὰμ γεννηθῆναι, ὃς ὤφειλε τὸν νικητὴν τοῦ πρώτου ἀνθρώπου, τὸν πειράζοντα ὄφιν, νικῆσαι. καὶ ἐπειδὴ τὸν Ἀδὰμ διὰ βρώσεως ἐνίκησε, διὰ νηστείας ἡττήθη. ὁ γοῦν νικήσας τὸν διάβολον τὸν παράδεισον ἡμῖν ἀπέδωκε καὶ τῆς αἰω νίου ζωῆς τὰς πύλας ἠνέῳξε." καὶ ὁ Ἰουδαῖος εἶπεν "οὐ μόνον περὶ τῆς γεννήσεως τοῦ ὑμετέρου Χριστοῦ ἀλλὰ καὶ περὶ τῆς ἐμ παίξεως αὐτοῦ καὶ προδοσίας καὶ πάθους καὶ θανάτου ἐρωτηθείς. περὶ μόνης τῆς γεννήσεως ἐδίδαξας ὀλίγα τινά. ἀνάγκη οὖν ἐστὲ περὶ πάντων ἀπολογήσασθαι." ὁ ἅγιος Σίλβεστρος ἔφη "περὶ τίνος ὁ μέγας Ἠσαΐας ἔφη «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθ' ἡμῶν ὁ θεός. καὶ πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας. ἔναντι βασιλέως Ἀσσυρίων.» καὶ ὁ Βαλαάμ «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, καὶ προνομεύσει τοὺς υἱοὺς Σήθ, καὶ κατακυριεύσει ἐθνῶν πολλῶν.» ὅτι μὲν οὖν ἄνθρωπος φανήσεται, 1.485 διὰ τούτων προκαταγγέλλεται· ὅτι δὲ κύριος πάντων, προσημαί νουσι πάλιν οἱ προφῆται φάσκοντες «ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται τὰ χειροποίητα Αἰγύπτου. καὶ ἰδοὺ κύριος ὁ θεὸς ἡμῶν ἥξει καὶ σώσει ἡμᾶς, καὶ τότε ἀνοιγήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀνοιγήσονται, καὶ ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» ἡ μὲν οὖν προφητεία θεὸν ἐπιδημεῖν λέγει, τὰ δὲ σημεῖα καὶ τὸν χρόνον τῆς παρουσίας γνωρίζει· τότε γὰρ ταῦτα πεπλήρωνται ἅπερ οὐδέ ποτε γεγόνασιν ἐν τῷ Ἰσραὴλ πρότερον. περὶ δὲ τοῦ πάθους αὐτοῦ πάλιν φησίν «ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ἠτιμάσθη καὶ οὐκ ἐλογί σθη. οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ μεμαλάκηται διὰ τὰς ἀνομίας ἡμῶν. παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτῷ. τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. καὶ ὅτι αἵρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;» καὶ ὁ Μωϋσῆς «ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε.» καὶ ∆αβὶδ ἐκ προσώ που τοῦ Χριστοῦ λέγει «ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς» καὶ τὰ ἑξῆς. ὅτι δὲ καὶ τῶν ἐθνῶν ἐλπὶς ἦν, ὁ μὲν Ἰακὼβ εἶπεν «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα 1.486 καὶ ἡγούμενος ἐκ μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» ὁ δὲ Ἠσαΐας ἔφη «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.» καὶ ταῦτα μὲν ὀλίγα πρὸς ἀπόδειξιν τῶν γενομένων, πᾶσα δὲ ἡ γραφὴ πέπλησται, διελέγχουσα τὴν ὑμετέραν ἀπιστίαν. τίς γάρ ποτε τῶν ἐν ταῖς θείαις γραφαῖς ἱστορουμένων δικαίων καὶ προ φητῶν ἁγίων ἐκ παρθένου μόνης ἔσχε τὴν γέννησιν; τίνος δὲ τῆς γεννήσεως προέδραμεν ἀστὴρ ἐν οὐρανοῖς, καὶ τὸν γεννηθέντα διεσήμανε τῇ οἰκουμένῃ; τίς δὲ βασιλεύς, πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα, ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφε; τίς οὖν ἄρα γέγονε βασιλεὺς ἐν Ἰσραὴλ ἐφ' ὃν τὰ ἔθνη πάντα τὴν ἐλπίδα τέθεινται, καὶ οὐχὶ μᾶλλον αὐτῷ ἠναντιοῦντο πανταχόθεν; ἕως γὰρ συνίστατο Ἱερουσαλήμ, πόλεμος ἄσπονδος ἦν αὐτοῖς, καὶ διεμάχοντο πρὸς τὸν Ἰσραὴλ Ἀσσύριοι μὲν θλίβοντες, Αἰγύπτιοι δὲ διώκοντες, πολεμοῦντες. ἢ οὐχὶ ὁ μὲν ∆αβὶδ τοῖς Μωαβίταις ἐπολέμει καὶ ἐπολεμεῖτο, ὁ δὲ Ἰωσίας τοὺς πλησίον παρεφυλάττετο; καὶ μέντοι καὶ Ἐζεκίας ἐδειλία τὴν ἀλαζονείαν τοῦ Σεναχηρείμ, καὶ τῷ μὲν Ἰησοῦ οἱ Ἀμορραῖοι ἠναντιοῦντο, τῷ δὲ Μωϋσῇ ὁ Ἀμαλὴκ ἀντεστρατεύετο, καὶ ὄντως ἄσπονδον ἦν τῷ Ἰσραὴλ πρὸς τὰ ἔθνη τὸ τῆς φιλίας, ὡς μέχρι νῦν μαρτυροῦσι τὰ γράμματα." καὶ οἱ