179
γραμματεῖς ἀποκριθέντες εἶπον "οὐκ ἀρνούμεθα ὡς ταῦτα μὲν πάντα γέγραπται, προσδο κῶμεν δὲ τὸν μηδέπω παραγενόμενον θεὸν λόγον." ὁ δὲ Σίλβε 1.487 στρος ἔφη "καὶ πῶς οὐκ ἠκούσατε τοῦ ∆ανιὴλ προλέγοντος φανε ρῶς καὶ τὸν καιρὸν καὶ τὴν θείαν τοῦ σωτῆρος ἐπιδημίαν; φησὶ γὰρ ὁ προσδιαλεγόμενος αὐτῷ ἄγγελος «ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ τοῦ ἀπαλεῖψαι ἀδικίαν, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων. καὶ γνώσῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγου μένου ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ.» καὶ πρὸς μὲν τοῖς ἄλλοις ἴσως προφασιζόμενοι εἰς μέλλοντα χρόνον ἀναβάλλεσθε τὰ γε γραμμένα· τί δὲ πρὸς ταῦτα λέγειν ἢ ὅλως ἀντωπῆσαι δύνασθε, ὅπου γε καὶ ὁ χρίων δηλοῦται καὶ ὁ χριόμενος οὐκ ἄνθρωπος ἀλλ' ἅγιος ἁγίων καταγγέλλεται, καὶ ἕως τῆς παρουσίας αὐτοῦ Ἱερου σαλὴμ συνίστατο, καὶ λοιπὸν ἅπας προφήτης πέπαυται καὶ ὅρασις ἐν τῷ Ἰσραήλ; ἐχρίσθη μέντοι πάλαι ∆αβὶδ καὶ Σολομῶν καὶ Ἐζεκίας· ἀλλ' Ἱερουσαλὴμ καὶ ὁ τόπος συνειστήκει καὶ προφῆται προεφήτευον. ἄλλως δὲ καὶ αὐτοὶ οἱ χρισθέντες ἅγιοι ἄν θρωποι καὶ οὐχ ἅγιοι ἁγίων ἐκλήθησαν. πότε δὲ καὶ προφήτης ἐπαύσατο καὶ ὅρασις ἀπὸ τοῦ Ἰσραήλ, εἰ μὴ νῦν, ὅτε ὁ προφη τευόμενος καὶ ὁ ἅγιος ἁγίων ὁ Χριστὸς παρεγένετο. σημεῖον οὖν ὄντως μέγα πρόδηλον καὶ γνώρισμα τοῦ θεοῦ λόγου καὶ τῆς αὐ τοῦ παρουσίας τὸ μηκέτι τὴν Ἱερουσαλὴμ ἑστάναι μήτε προφήτην 1.488 ἐνεργηθῆναι μήτε ὅρασιν ἀποκαλύπτεσθαι τούτοις. καὶ εἰκότως· ἐλθόντος γὰρ τοῦ σημαινομένου καὶ προφητευομένου τίς ἡ χρεία τῶν σημαινόντων καὶ προφητευόντων; διὰ γὰρ τοῦτο προεφή τευον, ἕως οὗ ἔλθῃ ὁ προφητευόμενος καὶ λυτρούμενος τὰς ἁμαρτίας πάντων. ποῖος τοίνυν ἡγούμενος ἐξῆλθεν ἐκ Βηθλεὲμ καὶ τὸν Ἰσραὴλ ἐποίμανεν; οὗ ἡ ἔξοδος ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶ νος, πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ ἀνεκδιήγητος ἡ γενεὰ αὐτοῦ, καθὼς γέγραπται; τῶν γὰρ ἁγίων πάντων ἴσμεν τὴν γενεὰν ἱστορουμένην, καὶ τῶν ἀρξάντων τοῦ Ἰσραὴλ παρι στῶσαν τὴν γένεσιν καὶ τὸν θάνατον. μεμνῆσθαι οὖν ὀφείλεις, ὦ Ἰουδαῖε, εἰρηκέναι με τὸν υἱὸν τοῦ θεοῦ πάθει τὸ σύνολον μὴ ὑποπίπτοντα· ἀλλὰ τὸν ἑνωθέντα αὐτῷ ἄνθρωπον καθ' ὑπόστα σιν ἀσυγχύτως ἐκ τῆς ἁγίας παρθένου Μαρίας, ὃν ἐπηγγείλατο ὁ θεὸς τῷ Ἀβραὰμ λέγων «ἐν τῷ σπέρματί σου εὐλογηθήσονται πάντα τὰ ἔθνη,» καὶ τῷ ∆αβὶδ ὁμοίως λέγων «ἐκ καρποῦ τῆς κοι λίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου,» τοῦτον πειρασθῆναί φα μεν, ἵνα τὸν πειράζοντα αὐτὸν νικήσας διάβολον αἰχμαλωτίσῃ, πεπονθέναι δέ, ἵνα πάντα τὰ πάθη ὑποτάξῃ, τεθνάναι δέ, ἵνα τὸ κράτος τοῦ θανάτου καταλύσῃ." ὁ Ἰουδαῖος εἶπεν "οὐκοῦν δύο εἰσὶν υἱοὶ τοῦ θεοῦ, εἷς μὲν ὁ ἐκ τῆς παρθένου τεχθείς, ἕτερος δὲ ὃν παντοκράτωρ θεὸς ἐγέννησε;" ὁ ἅγιος Σίλβεστρος εἶπεν "υἱὸς εἷς ἐστὶν ὁ Χριστός. ὥσπερ γὰρ ἀληθῶς ἐστὶ θεοῦ υἱὸς ἀόρατος, οὕτως ἐστὶ καὶ υἱὸς ἀνθρώπου ὁρατός· τέλειος γὰρ ὢν θεὸς τέλειος ἄνθρωπος 1.489 ἀτρέπτως ἐγένετο, ἵνα τελείαν σωτηρίαν τοῖς ἀνθρώποις παράσχῃ." ὁ Ἰουδαῖος εἶπε "καὶ πῶς ἐγχωρεῖ τὸ ληφθέντα ἄνθρωπον πάσχειν χωρὶς τοῦ ἀναλαβόντος αὐτόν;" ὁ ἅγιος Σίλβεστρος εἶπεν "οὐκ οῦν ὑποδείγματί τινι ὀφείλεις διδαχθῆναι, ἵνα γνῷς ὅτι δύο κατὰ ταὐτὸν ἡνωμένων φύσεων ἡ μὲν μία περιπίπτει τῇ ὕβρει, ἡ δὲ ἑτέρα ταύτην διαφεύγει;" καὶ ὁ Ἑβραῖος ἔφη "ἀδύνατόν ἐστι πεῖσαί με ἐν ἑνὶ δύο εἶναί τινα, καὶ ἅμα μὲν κατέχεσθαι ἅμα δὲ πάσχειν, καὶ ἓν τούτων τὴν ὕβριν ὑπομένειν." ὁ ἅγιος Σίλβε στρος εἶπεν "ἄκουε ὦ Ἑβραῖε· δυνατόν ἐστι τὸ δένδρον ἔχον ἐν ἑαυτῷ τὴν ἀκτῖνα τοῦ ἡλίου τμηθῆναι;" Θάρρα λέγει "δυνατόν ἐστιν." ὁ ἅγιος Σίλβεστρος ἔφη "δεῖξον ἡμῖν τὴν ἀποκοπεῖσαν τοῦ ἡλίου ἀκτῖνα ἐν τῷ τέμνεσθαι αὐτό." τοῦ δὲ Θάρρα σιω πῶντος ὁ ἅγιος