180
Σίλβεστρος ἔφη "οὐχ ὁρᾷς ὅτι τὴν πληγὴν τοῦ τέμνοντος σιδήρου ἡ ἀκτὶς πρώτη ὑποδέχεται, πρὶν ἢ τὸ ξύλον ὑποδέξασθαι; ἡ δὲ λαμπηδὼν καίτοι ἐκεῖ οὖσα οὔτε τμηθῆναι οὔτε διακοπῆναι δύναται. οὕτως τοίνυν καὶ ἡ θεότης ἀχώριστος τοῦ Ἐμμανουὴλ οὖσα παθεῖν ἢ τμηθῆναι οὐκ ἠδύνατο. τοῦτο δὲ ὑπέπεσε τῷ πάθει ὃ καθάπερ τὸ ξύλον καὶ δεθῆναι καὶ κρατη θῆναι ἠδύνατο. διὰ γὰρ τοῦτο κατηξίωσεν ὁ κύριος ἀπολαβέ σθαι σάρκα ἔννουν καὶ ἔμψυχον ἐκ τοῦ ἡμετέρου φυράματος, ἵνα κοινωνοὺς ἡμᾶς θείας ἀπεργάσηται φύσεως καὶ ἑνώσῃ ἑαυτῷ τὴν ἡμετέραν φύσιν. ἕνωσιν δὲ λέγω ἀσύγχυτον καὶ ἄτρεπτον καὶ ἀναλλοίωτον, καὶ ἣν μόνος αὐτὸς ἐπίσταται." ἀποκριθεὶς δὲ Σιλεὼν εἶπεν "εἰ περὶ τοῦ ὑμετέρου Χριστοῦ οἱ ἡμέτεροι προφῆ 1.490 ται προεφήτευσαν, τὰς αἰτίας τῆς τοσαύτης ὕβρεως, τοῦ ἐμπαι γμοῦ τοῦ πάθους καὶ τοῦ θανάτου διασάφησον, ἵνα τοῦτον εἶναι τὸν ἐπηγγελμένον Χριστὸν καὶ ἡμεῖς ἅμα ὑμῖν ὁμολογήσωμεν." ὁ ἅγιος Σίλβεστρος ἔφη "ἐξ ἀρχῆς τοῦ αἰῶνος, ἀφ' οὗ ὁ ἄνθρω πος ἐκ τοῦ παραδείσου φθόνῳ διαβόλου ἐξεβλήθη καὶ θανάτῳ κατεδικάσθη, ἐκ τοῦ φυράματος πάσης ἀνθρωπότητος Ἀβραὰμ ἅγιος καὶ πιστὸς εὑρεθεὶς τούτου τοῦ ἐπαγγέλματος ἠξιώθη παρὰ θεοῦ, τοῦ ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθήσεσθαι πάντα τὰ ἔθνη. ἐκλεγεὶς οὖν διὰ τὴν τῆς πίστεως ἀξίαν ἐγέννησε τὸν Ἰσαάκ, καὶ Ἰσαὰκ ἐγέννησε τὸν Ἰακώβ. καὶ οὕτως ἄμεμπτοι εὑρέθησαν ὥστε τὸν παντοκράτορα θεὸν ἐνδιαθέτῳ ἀξίᾳ βούλεσθαι τὸ ἴδιον ὄνομα ἐν τούτοις ὀνομάζεσθαι, λέγοντα «ἐγὼ εἰμὶ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ· τοῦτό μοι ὄνομα αἰώνιον εἰς γενεὰς γενεῶν.» ἀνεφύησαν οὖν αἰτίαι, ἃς νῦν μακρὸν ἂν εἴη καταλέγειν, ὥστε τοὺς υἱοὺς Ἀβραὰμ κατελθεῖν ἐν γῇ Αἰγύπτῳ ὑπὸ τὴν βασιλείαν Φαραώ. ἀλλὰ μεμνημένος τῆς ἑαυτοῦ ἐπαγ γελίας ὁ θεὸς ἐξήγαγεν αὐτοὺς ἐκεῖθεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, καθὼς πάντες ἴστε. ὕστερον δὲ ἐκ σπέρματος Ἀβραάμ, τὸ κατὰ σάρκα, ἐτέχθη ὁ υἱὸς τοῦ θεοῦ, ἐκ τῆς ἁγίας παρθένου, ἵνα ἡμεῖς ἀναγεννηθῶμεν ἐκ γαστρὸς τῆς παρθένον ἐκκλησίας. ἐπειράσθη, ἵνα ἡμεῖς λυτρωθῶμεν. ἐπράθη, ἵνα ἡμᾶς ἐξαγοράσῃ. ἐταπείνωσεν ἑαυτόν, ἵνα ἡμᾶς ἀνυψώσῃ. ἐκρα τήθη παρὰ ἀνθρώπων, ἵνα ἡμᾶς ἐλευθερώσῃ τῆς τῶν δαιμόνων αἰχμαλωσίας. ἔσχατον ἐν τῷ ξύλῳ τοῦ σταυροῦ ἐθυσιάσθη, ἵνα 1.491 τὴν τοῦ παντὸς κόσμου ἁμαρτίαν ἀπαλείψῃ. ἀνέστη, ἵνα ἡμῖν 1.491 ζωὴν παράσχῃ. ἀνέβη εἰς οὐρανούς, ἵνα ἡμᾶς συνυψώσῃ. κάθη ται νῦν ἐκ δεξιῶν τοῦ πατρός, ἵνα ταῖς ἐκκλησίαις τῶν πιστῶν ἐτινεύῃ. ἐλεύσεται δὲ ἐπὶ συντελείᾳ τῶν αἰώνων κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ."
Ἐπὶ πολὺ οὖν διαλεχθέντος τοῦ ἁγίου Σιλβέστρου, καὶ σὺν πολλῇ ἀκριβείᾳ ἀποδεικνύντος ἐκ τῶν θείων γραφῶν τὰ περὶ τοῦ Χριστοῦ, καὶ τῶν Ἰουδαίων μεγάλως ἡττηθέντων, ἔφη τις ἐξ αὐτῶν ὀνόματι Ζαμβρῆς πρὸς τοὺς λοιποὺς Ἰουδαίους "εἰ Σιλβέ στρου λόγοις προσέχετε, ἀνάγκη τοὺς πατρῴους νόμους καταλιπεῖν καὶ ἀκολουθεῖν ἀνθρώπῳ ματαίῳ, ὃν οἱ πατέρες ἡμῶν κατεδίκα σαν. ἀλλ' ἀκουσάτω μου ὁ βασιλεύς, καὶ ἐνεχθήτω ταῦρος ἄγριος, ὥστε με δεῖξαι σήμερον ἐνώπιον αὐτοῦ τὴν δύναμιν τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν· οὐδὲ γὰρ διὰ ῥημάτων ἀλλὰ διὰ πραγμάτων βούλο μαι δείκνυσθαι τὴν ἀλήθειαν." ὁ δὲ Σίλβεστρος παρακαλέσας τοιοῦτον ἐνεχθῆναι ταῦρον, ἠρώτησεν ἐν τῷ μεταξὺ τὸν Ζαμβρῆν "τίνος ἕνεκεν ἐπιζητεῖς τὸν ταῦρον;" καὶ φησίν "ἐπειδὴ τὸ ὄνομα τοῦ ἡμετέρου θεοῦ οὐδεμία κτιστὴ φύσις ἀκούσασα ζήσεται, βού λομαι διὰ τοῦ ταύρου τὴν ἰσχὺν ἀποδεῖξαι σαφῶς." πρὸς ὃν ὁ Σίλβεστρος ἔφη "καὶ σὺ ποίῳ τρόπῳ τὸ ὄνομα τοῦτο μεμάθηκας; ἆρα παρά τινος ἀκούσας ἢ ἀναγνούς;" ὁ δὲ εἶπεν "οὔτε χάρτης οὔτε λίθος οὔτε ξύλον ὑποδέξασθαι τὸ ὄνομα τοῦτο δύναται· ἐγὼ δὲ νηστεύσας καὶ εἰς ἀργυρᾶν λεκάνην καινὴν ὕδωρ ἐμβαλὼν τοῦτο μεμάθηκα." τούτων οὖν λεγομένων ἤχθη καὶ ὁ ταῦρος ὑπὸ 1.492 πολλῶν ἀνδρῶν ἑλκόμενος, δεδεμένος πάντοθεν