181
σχοινίοις, ἀγριώ τατος καὶ μέγας ὑπάρχων. καὶ ὁ Ζαμβρῆς ἐπιτωθάζων τῷ Σιλ βέστρῳ ἔφη "νῦν τὰ ῥήματα καὶ αἱ ὑποθέσεις τῶν ῥημάτων σου τέλος ἕξουσιν. εἰ μὲν οὖν θαρρεῖς εἰς τὸ ὄνομα τοῦ θεοῦ σου, εἰπὲ τοῦτο κατὰ τὴν ἀκοὴν τοῦ ταύρου, καὶ δειχθήσῃ παντοκρά τορι θρησκεύων· εἰ δ' οὖν, λέξω ἐγώ, καὶ πάντες τῇ ἐμῇ προσ δραμοῦσι πίστει." τῶν δὲ Ἰουδαίων καὶ τῶν ἄλλων παρορμη σάντων εἰπεῖν τὸν Ζαμβρῆν τὸ ὄνομα ὑπὸ τὴν ἀκοὴν τοῦ ταύρου, καὶ τούτου εἰπόντος, εὐθὺς ὁ ταῦρος μυκησάμενος μέγα τῶν ὀφθαλμῶν αὐτοῦ ἐξελθόντων ἐξέψυξεν. ἀνασκιρτώντων οὖν τῶν Ἰουδαίων καὶ μεγαλαυχούντων κατὰ Σιλβέστρου, καὶ τῶν Χρι στιανῶν λυπουμένων σφόδρα, κελεῦσαι τῷ λαῷ ἡσυχάσαι παρα καλεῖ ὁ Σίλβεστρος τὸν βασιλέα. καὶ τούτου γενομένου καὶ ἐφ' ὑψηλοῦ τόπου στὰς ὁ μακάριος Σίλβεστρος ἔφη "ἀκούσατέ μου, ἄρχοντες καὶ δυνάσται, καὶ ἐνωτίσασθε λαοὶ ἅπαντες τὰ ῥήματά μου. ἐγὼ τὸν δεσπότην καὶ κύριον παντὸς τοῦ κόσμου Ἰησοῦν Χριστὸν κηρύττω, τὸν παρασχόντα τυφλοῖς ἀνάβλεψιν καὶ κω φοῖς ἀκούειν, ἀλάλοις χαρισάμενον λαλεῖν, χεῖρας ξηρὰς ἰασάμενον, κωλοῖς ἴασιν δωρησάμενον, λεπροὺς καθαρίσαντα, παραλύτους σφίγξαντα καὶ νεκροὺς ἐγείραντα. ὅθεν φανερῶς ἀποδείκνυται ὅτι τοῦτο τὸ ὄνομα ὃ ἐπεκαλέσατο ὁ Ζαμβρῆς τοῦ ἀποκτεῖναι τὸν ταῦρον, τοῦ διαβόλου ἐστίν. εἰ γὰρ θανόντα ἀναστῆσαι οὐ δύναται, ἔστιν ἄρα ζωῆς καὶ σωτηρίας ἐχθρὸς ὁ ζῶντα μὲν ἀποκτεῖναι δυνηθείς, νεκρὸν δὲ ζῳοποιῆσαι μὴ ἰσχύων." τότε ὁ Ζαμβρῆς διαρρήξας τὸν ἑαυτοῦ 1.493 χιτῶνα ἔφη "δέσποτα ἐπιεικέστατε, βασιλεῦ αἰώνιε, Σίλβεστρον ὃν λέγεις νικῆσαι οὐδεὶς ἠδυνήθη, ἐγὼ ἐν τῷ παντοκράτορι θεῷ ἐνίκησα. δίκαιον οὖν ἐστὶ μὴ ἐπὶ πολὺ δοθῆναι αὐτῷ ἐξουσίαν τοῦ λαλεῖν. ξένα γὰρ ἐφευρίσκων ἀεὶ καὶ ἐναντία τοῦ θεοῦ λαλῶν οὐ παύεται, καὶ τῇ αὐτοῦ φλυαρίᾳ ἐπιβαρὺς γίνεται τῇ ὑμῶν βασιλείᾳ." πρὸς ὃν ὁ Αὔγουστος ἔφη "τὸ τοῦ παντοκράτορος θεοῦ ὄνομα καὶ ἡ ἐπίκλησις πρώτιστα πάντων ζωῆς καὶ σωτηρίας πρόνοιαν παρέχεται. ὡσαύτως καὶ σὺ εἰ τοῦ θεοῦ εἶ, ἀνάστησον τὸν ταῦρον, καὶ πιστεύσομέν σε ἀπὸ θεοῦ ἔχειν τὴν νίκην. εἰ δὲ τοῦτο οὐ δύνῃ ποιῆσαι, φανερά σου τῆς ὑποκρίσεως γοητεία διὰ δαιμόνων πεπρᾶχθαι." πρὸς ὃν καὶ ὁ ἅγιος Σίλβεστρος ἔφη "ἄκουε, ὦ Ἰουδαῖε, ἀπὸ τῶν σῶν γραφῶν τὴν ἀλήθειαν. ἐν τῷ ∆ευτερονομίῳ αὐτὸς ὁ θεὸς λέγει «ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι θεὸς πλὴν ἐμοῦ. ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι.» εὐκαίρως οὖν ἐπικληθεὶς ἀποκτείνει, καὶ εὐκαίρως πάλιν ζῳοποιεῖ. ἐπικάλεσαι οὖν αὐτὸν ἐπὶ τὴν ἄλλην ἀκοὴν τοῦ ταύρου, καὶ ἐὰν αὐτὸν ἐγείρῃς, πιστεύσομεν πάντες, καθὼς σὺ φῄς." τότε ὁ Ζαμβρῆς λέγει "οὐκ εἶπόν σοι, ἐπιει κέστατε βασιλεῦ, ὅτι ἐν λόγοις Σίλβεστρον οὐδεὶς δύναται νικῆ σαι; κέλευσον οὖν αὐτὸν μὴ ῥήμασιν ἀλλ' ἔργοις ἐπιδεῖξαί τι ἡμῖν." ὁ ἅγιος Σίλβεστρος ἔφη "θέλεις οὖν, ὦ Ἰουδαῖε, ἐγὼ τῇ ἐπικλήσει τοῦ δεσπότου μου Ἰησοῦ Χριστοῦ ἐγείρω τὸν ταῦ ρον;" Ζαμβρῆς λέγει "τοῦτο οὐ ποιεῖς, εἰ καὶ πτεροῖς πετασθῇς." ὁ βασιλεὺς εἶπε "θαυμάζω τὴν ἀναισχυντίαν σου, Ζαμβρῆ. σὺ 1.494 εἶπας «σχολαζέτωσαν οἱ λόγοι καὶ ἔργοις ἀγωνιζέσθω.» οὗτος δὲ ὑπισχνεῖται ποιῆσαι ὅπερ σὺ λέγεις παντελῶς εἶναι ἀδύνατον. ὥστε δίκαιόν ἐστιν ὁμολογῆσαί σε τοῦτον εἶναι θεὸν ἀληθῆ τὸν νεκροὺς ἀναστῆσαι δυνάμενον, ἐκεῖνον δὲ πλάνον καὶ διάβολον τὸν ἀποκτείναντα καὶ ζῳοποιῆσαι μὴ δυνάμενον." τότε ὁ Ζαμ βρῆς ὤμοσε λέγων "ἐὰν Σίλβεστρος τὸν νεκρὸν ταῦρον ἀναστήσῃ, πάντες τὸν Ἰουδαϊκὸν καταλείψαντες νόμον πρὸς τὴν τῶν Χρι στιανῶν αὐτομολήσομεν πίστιν." ὁ δὲ μακάριος Σίλβεστρος ἐκ τείνας ἐπὶ πολὺ τὰς χεῖρας εἰς τὸν οὐρανόν, καὶ μετὰ δακρύων εὐχὴν ποιήσας, πρὸς τὸν ταῦρον ἀπελθὼν εἶπε φωνῇ μεγάλῃ "ἐγώ, δέσποτά μου Ἰησοῦ Χριστέ, τὸ πανάγιον ὄνομά σου ἐπι καλοῦμαι ἐπὶ πάντων, ἵνα μάθῃ ὁ λαὸς οὗτος ὅτι διαβόλου μὲν ὄνομα ἐφόνευσε τὸν ταῦρον, τοῦ δὲ ζῳοποιοῦ καὶ φανερωτάτου σου ὀνόματος ἐπικλήσει ἐζῳοποιήθη." καὶ πλησιάσας τῷ ταύρῳ