182
λέγει μετὰ κραυγῆς μεγάλης "ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, ὃν οἱ παράνομοι Ἰουδαῖοι ἐσταύρωσαν ἐπὶ Ποντίου Πιλάτου, ἀνάστηθι μετὰ σεμνότητος." καὶ παρευθὺς ὁ ταῦρος ὅλον ἑαυτὸν κινήσας ἀνέστη. καὶ λύσας αὐτοῦ τὰ δεσμὰ ὁ ἅγιος Σίλβεστρος ἀπέλυσεν αὐτόν, λέγων "πορεύου ὅθεν ἦλθες, μηδένα κατὰ τὴν ὁδὸν ἀδι κήσας." ὅπερ μέγα θαῦμα Ἰουδαῖοι θεασάμενοι καὶ σφόδρα καταπλαγέντες αὐτίκα προσέπεσον εἰς τοὺς πόδας τοῦ ἁγίου Σιλ βέστρου πάντες, αἰτούμενοι τὸ ἅγιον βάπτισμα. ἀλλὰ καὶ αὐτὴ ἡ μακαριωτάτη βασίλισσα Ἑλένη προσπεσοῦσα τοῖς ποσὶ τοῦ ἁγίου Σιλβέστρου παρεκαλεῖτο τόπον αὐτῇ μετανοίας παρασχεθῆ 1.495 ναι. καὶ τούτου γενομένου ἐχάρη μεγάλως ὅ τε φιλόχριστος βα σιλεὺς καὶ ἡ μακαριωτάτη Αὔγουστα καὶ πᾶν τὸ πλῆθος τοῦ λαοῦ, ὥστε ἐπὶ ὥρας δύο κράζειν ἅπαντας "μέγας ὁ θεὸς τῶν Χριστιανῶν." καὶ οὕτως ἐθαυμαστώθη ὑπὸ πάντων ὁ θεὸς τῶν Χριστιανῶν καὶ ὁ τούτου θεράπων ἅγιος Σίλβεστρος. ἐν αὐτῇ τῇ ὥρᾳ πολλοὶ δαιμονῶντες ἐθεραπεύθησαν δι' εὐχῶν τοῦ ἁγίου πάπα, καὶ ἄλλα δὲ πάθη πολλὰ καὶ νόσοι ἐκαθαρίσθησαν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἐνδοξαζομέ νου ἐν τοῖς ἁγίοις αὐτοῦ. τοῦ δὲ πλήθους τῶν Ἰουδαίων βα πτισθέντος μεγάλη χαρὰ γέγονεν ἐν πάσῃ τῇ Ῥώμῃ καὶ τῇ περι χώρῳ αὐτῆς.
Τῷ ιδʹ καὶ ιεʹ ἔτει Λικίνιος ἤρξατο κατὰ Χριστιανῶν διω γμὸν κινεῖν, λήθην λαβὼν τῶν προγεγονότων συνθηκῶν. τοῦτον διὰ γραμμάτων νουθετῶν ὁ μέγας Κωνσταντῖνος ἀποστῆναι τῆς κακίας οὐκ ἔπεισε. Τῷ ιʹ καὶ ιζʹ καὶ ιηʹ ἔτει τὰ κατὰ Ἀρείου τοῦ δυσσεβοῦς ἐπράχθη, καὶ ἡ ἐν Νικαίᾳ πρώτη ἁγία καὶ οἰκουμενικὴ σύνοδος τῶν τριακοσίων δεκαοκτὼ ἁγίων θεοφόρων πατέρων ἐγένετο, ἥτις τὸν Ἄρειον καὶ τοὺς ὁμόφρονας αὐτοῦ ἀνεθεμάτισεν. ἐν τούτῳ καὶ τοὺς Ἰουδαϊκῶς τὸ πάσχα ἑορτάζοντας διὰ τοῦ ὁσιωτάτου ἐπισκόπου Κοδρούβης ἐπέστρεψε· καὶ Κώνσταντα τὸν υἱὸν αὐτοῦ προβαλόμενος Καίσαρα εἰς Γαλλίας ἀπέστειλεν. ἐν ταύταις ταῖς ἡμέραις εἰς μνήμην ἔρχεται τοῦ γενομένου πλησίον Ῥώμης ὑπὸ τοῦ κυρίου πρὸς αὐτὸν κατὰ τοὺς ὕπνους προστάγματος, ὅπερ 1.496 ἦν λέγοντος οἰκοδομῆσαι τῇ θεοτόκῳ πόλιν ἐν ᾧ τόπῳ αὐτὸς ὑπο δείξω σοι. καὶ δὴ τὰ κατὰ χώραν καὶ τόπους ἐρευνῶν τῇ Θεσσα λονίκῃ ἐπιβαίνει, καὶ τῷ τόπῳ ἀρεσθεὶς δυσὶ χρόνοις ἐκεῖ διατρί βει. ναούς τε θαυμασίους καὶ λουτρὰ καὶ ὑδάτων εἰσαγωγὰς κατασκευασάμενος, ὡς εἶδε λοιμὸν ἐπιγενόμενον, ταύτην μὲν καταλιμπάνει, ἐπὶ δὲ τὴν Βιθυνῶν Χαλκηδόνα ἔρχεται, ὑπὸ τῶν Περσῶν ἐξηδαφισμένην εὑρὼν ἀνοικοδομεῖν ἤρξατο. καὶ εὐθέως ἀετοὶ τοὺς τῶν τεχνιτῶν λίθους ἁρπάζοντες τῷ Βυζαντίῳ προσέρ ριπτον. τούτου δὲ πολλάκις γενομένου ὑπὸ πάντων διαπορουμέ νου, εἷς τῶν ὑπηρετουμένων τῷ βασιλεῖ Εὐφρατᾶς λεγόμενος διε σάφησεν ὡς ἐκεῖ φίλον ἐστὶ τῷ θεῷ τῇ μητρὶ αὐτοῦ κτισθῆναι πόλιν. εὐθέως οὖν διαπεράσας, καὶ τὸν τρόπον κατιδὼν καὶ ἀποδεξάμενος, τὸν Εὐφρατᾶν ἐπιστάτην τοῦ ἔργου καταλιμπάνει μετὰ βαρείας δυνάμεως καὶ πλούτου πολλοῦ. καὶ αὐτὸς βασιλεὺς κατὰ Περσῶν ἀποδημεῖ. ἔνθα δὴ καὶ κρατηθεὶς θεοῦ προνοίᾳ τὰς τούτων ἀποδιδράσκει χεῖρας καὶ πρὸς τὸ Βυζάντιον ἐπανα στρέφει. ὁ μέντοι Εὐφρατᾶς τοὺς κανάλους ὑπονόμους κατα σκευάσας καὶ πάσας πηγὰς ὑδάτων ἀναστομώσας τῶν τειχῶν ἤρ ξατο· καὶ πάλιν οἱ Πέρσαι κατὰ Ῥωμανίας. ὁ δὲ βασιλεὺς τῷ Εὐφρατᾷ περὶ ναοῦ κτίσεως προστάξας αὐτὸς καὶ περὶ ἐνοι κήσεως προσέθηκε. καὶ τοὺς δακτυλίους ἑκάστου τῶν πρώτων ἀρχόντων ἀναλαβόμενος, οἴκους δειμάμενος περιφανεῖς τὰς γυ ναῖκας αὐτῶν μετὰ τῶν παίδων καὶ πάντων τῶν ὑπ' αὐτοὺς εἰς 1.497 τὴν βασιλίδα ἀνήγαγεν. ὁ δὲ βασιλεὺς πάλιν ἐπὶ Πέρσας ἐκστρα τεύει. καὶ τούτους τροπωσάμενος πάλιν ὑπέστρεψε. Τῷ ιθʹ ἔτει ὁ μέγας Κωνσταντῖνος θεωρῶν Λικίνιον μανι κώτερον κατὰ τῶν Χριστιανῶν τῷ διωγμῷ χρώμενον καὶ ἐπιβου λὴν κατὰ τοῦ εὐεργέτου μελετῶντα, ὁπλίζεται κατ' αὐτοῦ διὰ ξηρᾶς καὶ θαλάσσης. ἕνδεκα δὲ καὶ