183
ὀκτὼ μησὶ τοῦ πολέμου μεταξὺ Κωνσταντίνου καὶ Λικινίου ἱσταμένου, ὡς πόλεμος κατὰ τὴν Βιθυνίαν ἐκροτήθη, ζῶν ὁ ἀλιτήριος συλλαμβάνεται ἐν Χρυ σοπόλει, καὶ εἰς Θεσσαλονίκην ἐκπέμπεται φρουρεῖσθαι, πρότε ρον μέντοι ἔν τε τῇ Φιλίππου πόλει πολεμήσας καὶ ἡττηθείς. ὡς δὲ ἐν Θεσσαλυνίκῃ ἐπέμφθη καὶ πάλιν ἐκεῖσε νεωτερίζειν ἔμελλε βαρβάρους μισθούμενος, τοῦτον διὰ ξίφους ἀποτμηθῆναι ὁ βα σιλεὺς κελεύει· καὶ οὕτω λοιπὸν τελείας ἀπήλαυσε γαλήνης τὰ πράγματα. τότε καθιστᾷ Κωνσταντῖνος τοὺς ἰδίους παῖδας Καί σαρας, καὶ κυριακὰς πρὸς ἐπιστροφὴν τῶν ἐθνῶν κατὰ τόπους εἰς τιμὴν τοῦ θεοῦ ποιεῖ.
Τῷ κʹ ἔτει τῆς βασιλείας τοῦ Κωνσταντίνου πληρωθείσης τῆς πόλεως ἐθεματίσθη ὑπὸ Οὐάλεντος ἀστρονόμου, ἐν τῇ ηʹ ἡμέρᾳ τῶν ἐγκαινίων αὐτῆς, ἐκ προστάξεως τοῦ βασιλέως Κων σταντίνου, μηνὶ Μαΐῳ ιαʹ, ἡμέρᾳ βʹ, ἰνδίκτῳ γʹ, ἔτει ἀπὸ κτί σεως κόσμου #22εωληʹ. περιέχει δὲ τὸ ὅλον συμπέρασμα ἔτη χʹ. τούτῳ τῷ ἔτει καὶ Κρίσπος ὁ υἱὸς Κωνσταντίνου Χριστιανὸς ἐκοι μήθη· καὶ Ἑλένη ἡ μήτηρ τοῦ βασιλέως στεφθεῖσα δι' ὀπτασίας εἰς τὰ Ἱεροσόλυμα ἀπέρχεται, καὶ τοὺς ἁγίους τόπους φανερώ 1.498 σασα καὶ τὸν τίμιον σταυρὸν εὑροῦσα πάντα ἀνέστησε, καὶ ναοὺς οἰκοδομήσασα ἐν αὐτοῖς περιφανῶς τούτους ἐκαλλώπισεν. ἐν τού τοις τοῖς καιροῖς τὸν ναὸν τῆς ἁγίας σοφίας καὶ τῆς ἁγίας Εἰρή νης καὶ τῶν ἁγίων ἀποστόλων καὶ τοῦ ἁγίου Μωκίου καὶ τοῦ ἁγίου Ἀγαθονίκου καὶ τοῦ ἀρχιστρατήγου ἐν τῷ Ἀνάπλῳ καὶ Σωσθενίῳ, ἔνθα καὶ θείας ὀμφὰς θαυμαστῶς ἤκουσέ τε καὶ ἐθεά σατο ὁ φιλόχριστος βασιλεύς, ᾠκοδόμησε. τοὺς δὲ τῶν Ἑλλή νων εἰδωλικοὺς ναοὺς προσέταξε καταλύεσθαι καὶ ἐκκλησίας οἰκο δομεῖσθαι, καὶ τὰς τούτων προσόδους αὐταῖς δωρεῖσθαι. ἐπὶ τούτου τοῦ βασιλέως πολλὰ τῶν ἐθνῶν τὸν χριστιανισμὸν προσε δέξαντο, ἀπό τε Κελτῶν καὶ Γαλατῶν τῶν ἑσπερίων· ἀλλὰ καὶ Ἰνδοὶ οἱ ἐνδοτέρω, Ἰβῆρές τε καὶ Ἀρμένιοι ἀρχὴν ἐκ Τηριδάτουλαβόντες. τότε γὰρ ὁ μέγας Γρηγόριος ὁ τῆς μεγάλης Ἀρμενίας ἐκ τοῦ φοβεροῦ λάκκου ἐκείνου ἐκβέβληται καὶ κατὰ τὸν βασιλέα Τηριδάτην γίνεται, καὶ ἡ πᾶσα Ἀρμενία εἰς τὴν τοῦ Χριστοῦ πίστιν μετατίθεται. καὶ Πέρσαι ὁμοίως ἐπὶ Σιμεὼν ἐπισκόπου. ἀλλὰ καὶ Οὐθαξὰδ εὐνοῦχος παιδαγωγὸς Σαπώρου ἐμαρτύρησεν.
Οὗτος ὁ μέγας βασιλεὺς ὑπὸ φιλοσόφων Ἑλλήνων ὀνειδιζό μενος ὡς νεωτερίζων τὴν θρησκείαν, ἕνα τῶν φιλοσόφων αὐτῶν παρέστησε διαλεχθῆναι Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ περὶ τῆς πί στεως. ὁ δὲ Ἀλέξανδρος θεῖος μὲν ἦν ἀνήρ, λόγων δὲ ἄπειρος. ὡς οὖν εἶδε τὸν φιλόσοφον γλωσσαλγοῦντα, ἔφη "ἐπιτάττω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν σιωπᾶν καὶ μὴ 1.499 φθέγγεσθαι." καὶ ἅμα τῷ λόγῳ ἐφιμώθη καὶ γέγονεν ἄλαλος. τότε σεισμὸς γέγονε τηλικοῦτος ἐν Καμπανίᾳ ὡς ιγʹ πόλεις πεσεῖν, καὶ ἡλίου ἔκλειψις τοιαύτη ὡς ἀστέρας φανῆναι ἐν ἡμέρᾳ. τότε καὶ ὄφεων παντοῖον γένος ἐπὶ τὴν Μελιτηνὴν φανῆναι· οἳ καὶ μαχεσάμενοι κατέκτειναν ἑαυτούς, ὡς καὶ τὴν χώραν ἐποζέσαι. καὶ Ἰουδαίους περὶ τὴν οἰκοδομὴν τοῦ ναοῦ πάλιν στασιάζοντας Κωνσταντῖνος ὁ μέγας τιμωρησάμενος διεσκόρπισεν. Ἡ δὲ μακαρία Ἑλένη ἐξ Ἱεροσολύμων ἐπανελθοῦσα, καὶ πολλὰ τῷ υἱῷ αὐτῆς καὶ βασιλεῖ περὶ τῆς εἰς Χριστὸν πίστεως ἐντειλαμένη, ἐτελεύτησεν ἐτῶν πʹ, καὶ ἐτάφη ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων. πάσαις τοίνυν ἡ μακαρία ἀρεταῖς κεκοσμη μένη εἶχε καὶ τὴν χριστομίμητον ταπεινοφροσύνην πρὸς πάντας μέν, ἐξαιρέτως δὲ πρὸς τοὺς μονάζοντας. συνάγουσα γὰρ παρ θένους καὶ ἐπὶ στιβάδων κατακλίνουσα αὐτὴ δι' ἑαυτῆς καθυπ ούργει, ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ ὕδωρ ταῖς χερσὶν αὐτῶν ἐπιχέουσα, θεραπαίνης ἔργον ἐπλήρου. οὕτω δὲ καὶ τὸν ἀείμνηστον υἱὸν αὐτῆς ἐξεπαίδευσεν ἄτυφον ἔχειν φρόνη μα, ἀρετῆς καὶ πολιτείας ἀκριβοῦς ἐπιμελεῖσθαι, δουλεύειν δὲ τῷ κυρίῳ μετὰ φόβου καὶ τρόμου· ὃς φυλάττων ἀκριβῶς τὰς αὐτῆς ἐντολὰς ἐκαρποφόρει ἑκατονταπλασίως. Τῷ κʹ ἔτει