184
γέγονεν ἡ ἁγία καὶ οἰκουμενικὴ πρώτη σύνοδος ἐν Νικαίᾳ, συνελθόντων τῶν ἁγίων τιηʹ πατέρων. ἧς ἡγοῦντο Σιλβέστρου πάπα Ῥώμης τοποτηρηταί, Βίτων καὶ Βικεντίων 1.500 πρεσβύτεροι, Μητροφάνης τοῦ Βυζαντίου, Ἀλέξανδρος Ἀλεξανδρείας, Εὐστάθιος Ἀντιοχείας, Μακάριος Ἱεροσολύμων, κατὰ Ἀρείου πρεσβυτέρου γεγονότος Ἀλεξανδρείας, βλασφημοῦντος τὸν θεὸν λόγον κτίσμα καὶ ἑτεροούσιον τοῦ πατρός, καὶ ὅτι ἦν ποτὲ ὅτε οὐκ ἦν δοξάζοντος. ὃν καθελοῦσα ἀνεθεμάτισε σὺν τοῖς ὁμόφροσιν αὐτοῦ, τὸν δὲ υἱὸν ὁμοούσιον καὶ συνάναρχον τῷ πατρὶ καὶ θεὸν ἀληθινὸν καὶ κτίστην πάντων ἐδογμάτισε. μετὰ γοῦν τὸ συναθροισθῆναι πάντας τοὺς ῥηθέντας τιηʹ πατέρας ἐν Νικαίᾳ δημοσίοις ὀχήμασιν, ἀφίκετο καὶ ὁ βασιλεὺς ἐφιέμενος ἰδεῖν τὴν πληθὺν τῶν ἀρχιερέων. καὶ δὴ οἶκον μέγιστον ἐν τοῖς βασιλείοις κατασκευάσας θρόνους πολλοὺς ἐν αὐτῷ τεθῆναι προσ έταξε, καὶ οὕτως εἰσελθεῖν τοὺς ἀρχιερεῖς ἐπέτρεψεν. ἔσχατος δὲ σὺν ὀλίγοις εἰσελθὼν καὶ αὐτός, καὶ στὰς ἐν τῷ μέσῳ, προετρέ ψατο πάντας καθίσαι. εἶτα θρόνου μικροῦ τεθέντος κελευσθεὶς ὑπ' αὐτῶν ἐκάθισεν ἔσχατος πάντων· τοσαύτη τις εὐλάβεια καὶ αἰδὼς τῶν ἀνδρῶν κατεῖχε τὸν βασιλέα. καὶ οἱ μὲν τοῖς ἄνθεσι τῶν ἐγκωμίων τὴν κεφαλὴν αὐτοῦ στεφανώσαντες τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψαντο· ὁ δὲ τοὺς περὶ τῆς ὁμονοίας καὶ συμφωνίας προσαγαγὼν λόγους πολλοὺς μὲν ἐφιλοφρονήσατο καὶ λόγοις καὶ δώροις, πολλὰς δὲ στιβάδας προστάξας εὐτρεπισθῆναι ἐπὶ τὸ αὐτὸ πάντας ἑστίασε, τοὺς μὲν ἀξιολογωτέρους ὁμοτραπέ ζους λαβών, τοὺς δὲ λοιποὺς εἰς τὰς ἄλλας τραπέζας διεῖλε. θεα σάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐκκεκομμένους, καὶ 1.501 μαθὼν ὡς ὑπὸ ∆ιοκλητιανοῦ καὶ Μαξιμιανοῦ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν τοῦτο πεπόνθασι, τὰ χείλη τοῖς τραύμασι προσενήνοχε κατασπαζόμενος, ἑλκύσειν ἐκεῖθεν εὐλογίαν τῷ φιλήματι πιστεύων· οὕτως ἦν ὁ θαυμάσιος ἀνὴρ ἐκεῖνος εὐλαβείᾳ καὶ πίστει καὶ μετριο φροσύνῃ λελαμπρυσμένος. τῇ δὲ ἐπαύριον ἐπίσκοποι πάντες καὶ ὁ βασιλεὺς εἰς ἕνα τόπον συνελθόντες καλοῦσι τὸν Ἄρειον σὺν τοῖς ὁμόφροσιν αὐτοῦ εἰς τὴν σύνοδον, ἐπιτρέποντες αὐτῷ συστῆναι τοῖς οἰκείοις δόγμασιν. ἦν δὲ τὰ δόγματα τοῦ ἀσεβοῦς καὶ τρισ καταράτου Ἀρείου ταῦτα. οὐκ ἀεὶ ὁ θεὸς πατὴρ ἦν, ἀλλ' ἦν ὅτε θεὸς πατὴρ οὐκ ἦν. οὐκ ἀεὶ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ' ἐξ οὐκ ὄντων γέγονεν· ὁ γὰρ ὢν θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε. διὸ ἦν ποτὲ ὅτε οὐκ ἦν· κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ υἱός. οὔτε δὲ ὅμοιός ἐστιν ὁ υἱὸς τῷ πατρὶ κατ' οὐσίαν. οὔτε δὴ ἀληθινὸς καὶ φύσει τοῦ πατρὸς λόγος ἐστίν, οὔτε ἀληθινὴ σοφία αὐτοῦ ἐστίν· ἀλλ' εἷς μὲν τῶν ποιημάτων καὶ γεννητός ἐστι, καταχρηστικῶς δὲ λέγεται λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ θεοῦ λόγῳ καὶ ἐν τῷ θεῷ σοφίᾳ, ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ θεός. διὸ καὶ τρεπτός ἐστι καὶ ἀλ λοιωτὸς τὴν φύσιν, ὡς καὶ πάντα τὰ λογικά. ξένος τε καὶ ἀλλό τριος καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ λόγος τῆς θεοῦ οὐσίας, καὶ ἀόρατος ὁ πατὴρ τῷ υἱῷ. οὔτε γὰρ τελέως καὶ ἀκριβῶς γινώσκει ὁ λόγος τὸν πατέρα, οὔτε τελείως αὐτὸν ὁρᾶν δύναται. καὶ γὰρ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν ὡς υἱός ἐστι· δι' ἡμᾶς γὰρ πεποίη 1.502 ται, ἵνα ἡμᾶς δι' αὐτοῦ ὡς δι' ὀργάνου κτίσῃ ὁ θεός· καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ἠθέλησεν ὁ θεὸς ποιῆσαι. ἠρώτησεν οὖν τις αὐτοὺς εἰ δύναται ὁ τοῦ θεοῦ λόγος τραπῆναι, ὡς ἐτράπη ὁ διάβολος· καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν ὅτι ναί, δύναται τραπῆ ναι· τρεπτῆς γάρ ἐστι φύσεως, γενητὸς καὶ κτιστὸς ὑπάρχων. Ἀλλὰ τὸ κατὰ τὴν σύνοδον γεγονὸς θαῦμα οὐ δίκαιον σιω πῇ παραπέμψαι. πρὸς γὰρ τὸ παράδοξον τοῦ βασιλικοῦ διατά γματος καὶ φιλόσοφοι καὶ ῥήτορες ἐν τῇ συνόδῳ παρῆσαν, δια λεκτικῆς ἐμπειρότατοι· ἐν οἷς ὑπῆρχέ τις Ἕλλην παρὰ πάντων αὐτὸς θαυμαζόμενος, ὥστε μεγάλην ἀκρόασιν ἐκ τῆς συμβολῆς γενέσθαι πλήθους ἐπισυντρέχοντος. οὐδὲ γὰρ οἷοί τε ἦσαν οἱ ἐπίσκοποι τὸν φιλόσοφόν τε καὶ ῥήτορα περιτρέψαι τέως διαλεγό μενον, ὅτι πᾶσι τοῖς ἐπαγομένοις