185
ῥᾷστα προσεφέρετο, ἐπιλύων εὐφυῶς τὰ προτεινόμενα καὶ δίκην ἐγχέλυος ἀκατάσχετος εὑρισκό μενος. ἐν οἷς γὰρ ἐδόκει συνέχεσθαι, διολισθαίνων ἐπικρατεστέ ρως ἀντεφέρετο τῇ τῶν νοημάτων δεινότητι καὶ ῥημάτων εὐγλωτ τίᾳ τε καὶ στωμυλίᾳ. ἀλλ' ἵνα δείξῃ ὁ θεὸς ὅτι οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ' ἐν δυνάμει, ἄνθρωπός τις ἐκ τῶν ἁγίων ὀνόματι Σπυρίδων, ἐπίσκοπος Τριμιθούντων, ἁπλούστατος δὲ τὴν φύσιν καὶ ἰδιώτης τὸν λόγον, αἰτεῖται χώραν αὐτῷ δοθῆναι διαλέξεως πρὸς τὸν φιλόσοφον. οἱ δὲ πατέρες τὸ ἁπλοῦν τε καὶ ἰδιωτικὸν τοῦ ἀνδρὸς εἰδότες ἐκώλυον αὐτόν. τοῦ δὲ μὴ ἀνεχο μένου, πρόσεισι τῷ ἀνδρὶ καὶ φησίν "ἐν ὀνόματι τοῦ Ἰησοῦ Χρι στοῦ ἄκουσον, ὦ φιλόσοφε, τὰ τῆς ἀληθείας δόγματα. θεὸς 1.503 εἷς ἐστίν, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν ποιήσας, ὁ καὶ ἄνθρωπον ἐκ γῆς διαπλάσας, καὶ τὰ ὁρατὰ πάντα καὶ ἀόρατα τῷ λόγῳ αὐ τοῦ καὶ τῷ πνεύματι συστησάμενος. τοῦτον τὸν λόγον ἡμεῖς υἱὸν θεοῦ εἰδότες προσκυνοῦμεν, πιστεύοντες διὰ τὴν ἡμετέραν σωτη ρίαν ἐπ' ἐσχάτων ἐκ τῆς παρθένου τεχθῆναι, καὶ διὰ σταυροῦ καὶ θανάτου καὶ ἀναστάσεως ἠλευθερωκέναι τὸ γένος τῶν ἀνθρώ πων· ὃν καὶ ἐλπίζομεν ἐλθόντα πάλιν κρῖναι πάντας ἐν δικαιο σύνῃ. πιστεύεις τούτοις, φιλόσοφε;" ὁ δέ, ὡς ἄν τις μηδέ ποτε πεῖραν λόγων ἔχων εἰς ἀντίθεσιν, ἀπηνεώθη, καὶ ὡς κωφὸς καὶ ἄλαλος ἀποσιωπήσας τοῦτο μόνον ἐφθέγξατο, ὅτι κἀμοὶ ταῦτα οὕτως ἔχειν δοκεῖ. καὶ ὁ γέρων φησίν "οὐκοῦν ἀναστὰς ἀκολού θει μοι πρὸς τὴν ἐκκλησίαν, καὶ λήψῃ τὸ σημεῖον τῆς πίστεως ταύτης." ὁ δὲ φιλόσοφος ἐπιστραφεὶς λέγει τοῖς μαθηταῖς αὐ τοῦ "ἀκούσατε, ὦ ἄνδρες. ἕως ὅτε λόγων ἐποιούμην σπουδήν, λόγους λόγοις ἀντετίθουν καὶ τὰ προτεινόμενα τέχνῃ τοῦ λέγειν ἀνέτρεπον. ὅτε δὲ ἀντὶ λόγων δύναμίς τις ἐξῆλθεν ἐκ τοῦ στόμα τος τοῦδε τοῦ γέροντος, οὐκ ἴσχυσαν οἱ λόγοι τῇ δυνάμει ἀντιτά ξασθαι· οὐδὲ γὰρ οἷός τέ ἐστιν ἄνθρωπος ἀντιστῆναι θεῷ. διά τοι τοῦτο εἴ τις ὑμῶν δύναται συνιέναι ὡς κἀγώ, πιστεύσει εἰς τὸν Χριστόν, καὶ ἀκολουθείτω σὺν ἐμοὶ τῷ γέροντι τούτῳ, ἐν ᾧ ἐλά λησεν ὁ θεός." τούτῳ οὖν τῷ τρόπῳ γενόμενος ὁ φιλόσοφος Χριστιανὸς ἔχαιρεν ἡττηθεὶς ὑπὸ τοῦ γέροντος. Παρῆν δὲ τηνικαῦτα καὶ ὁ θεῖος Παφνούτιος καὶ τερατουρ γὸς καὶ ὁμολογητής, οὗ τὸν δεξιὸν ὀφθαλμὸν Μαξιμιανὸς ἐξώ 1.504 ρυξεν. ὃς τῆς συνόδου κανονίσαι θελούσης ὥστε κληρικὸν μὴ συνέρχεσθαι γυναικὶ πρὸς γάμον, ὡς βαρὺν τὸν λόγον ἀνέτρεψε, καὶ μόνοις ἐπισκόποις ἐτύπωσε τοῦτο παραφυλάττεσθαι.
Μετὰ γοῦν πολλὴν τῆς σκέψεως ἀκρίβειαν ἔδοξε πᾶσιν ὁμοῦ δεῖν ὁρίσασθαι τὸ ὁμοούσιον ἐπὶ τῆς ὀρθοδόξου πίστεως, τουτέστι τῆς αὐτῆς οὐσίας καὶ φύσεως τῷ πατρὶ καὶ τὸν υἱὸν ὁμολογεῖν. ἣν δὴ καὶ κατὰ κράτος καὶ συμφώνως ἐβεβαίωσαν, παρὲξ Ἀρείου τοῦ ἀσεβοῦς καὶ ἑτέρων ἓξ ὁμοφρόνων αὐτῷ, οὓς ἀναθεματισθέν τας ὑπὸ τῶν θείων τιηʹ πατέρων ὁ βασιλεὺς ἐξώρισε. Μετὰ δὲ ταῦτα φιλαπεχθήμονες ἄνδρες κατά τινων ἐπι σκόπων ἐγγράφους ἐπέδωκαν τῷ βασιλεῖ κατηγορίας. ὁ δὲ ταύτας δεξάμενος καὶ δεσμήσας καὶ τῷ δακτυλίῳ σημηνάμενος ἐκέλευσε φυλάττεσθαι. εἶτα πρὸς εἰρήνην αὐτοὺς καὶ ὁμόνοιαν συμβιβάσας ταύτας ἐνώπιον πάντων κατέκαυσεν, ὅρκῳ πληροφο ρήσας αὐτοὺς μηδὲν ἀναγνῶναι τῶν ἐν αὐτοῖς γεγραμμένων. οὐδὲ γὰρ ἔφη χρῆναι τὰ πλημμελήματα τῶν ἱερέων δῆλα γενέσθαι τοῖς πολλοῖς, ἵνα μὴ σκανδάλου πρόφασιν ἐντεῦθεν λαμβάνοντες ἀδεῶς ἁμαρτάνωσιν. ἐγὼ δὲ εἰ αὐτόπτης ἐγενόμην ἐπισκόπου γάμον ἀλλότριον διορύττοντος, συνεκάλυψα ἂν τῇ πορφυρίδι μου ταύτῃ τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψειε τοὺς θεωμένους τῶν δρωμένων ἡ ὄψις. οὕτω τοίνυν τοὺς μὲν εὖ λέγοντας ἀνακηρύτ των, τοὺς δὲ ἀντιλέγοντας παρακλητικῶς εἰς ὁμόνοιαν ἐλαύνων, τοὺς πάντας ὁμογνώμονας καὶ ὁμοδόξους τοῖς ἀμφισβητουμένοις ἅπασι κατέστησε. καὶ οὕτω παραινέσας πάντας, καὶ πολλῆς 1.505 τιμῆς τε καὶ δωρεᾶς