186
ἀξιώσας, ἕκαστον παρηγγύησε καταλαβεῖν τὴν ἰδίαν ποίμνην. ἐτύπωσε δὲ καὶ τὸ ἅγιον πάσχα ἑορτάζειν ἡμᾶς κατὰ τὴν νῦν κρατοῦσαν συνήθειαν· τινὲς γὰρ τῶν πρῴην κατὰ τὴν ιδʹ τῆς σελήνης ἑώρταζον. Μετὰ δέ τινα χρόνον ὑπὸ τῆς θυγατρὸς αὐτοῦ Κωνσταντίας παρακληθεὶς ἀνῆκε τὸν Ἄρειον ἀπὸ τῆς ἐξορίας ὡς δῆθεν μετα νοήσαντα. οὗ παραγενομένου, καὶ ἐρωτηθέντος ὑπὸ τοῦ βασι λέως εἰ στοιχεῖ τοῖς ὅροις καὶ τῂ ἐκθέσει τῆς ἐν Νικαίᾳ συνόδου, παρευθὺ κατέθετο πιστεύειν οὕτως. ὁ δὲ θαυμάσας ὅρκον ἐπή νεγκε μὴ φρονεῖν ἐναντία τῇ συνόδῳ· καὶ τοῦτο ποιήσας ἀπέλυσεν αὐτὸν εἰρηκὼς αὐτῷ "εἰ μὲν ὀρθή σού ἐστιν ἡ πίστις, καλῶς ὤμοσας· εἰ δὲ ἀσεβὴς καὶ διεστραμμένη, κρίναι κύριος ὁ θεὸς τὰ κατά σε θᾶττον." ταύτῃ τοι καὶ τὸν μέγαν Ἀθανάσιον εἰς κοινωνίαν αὐτὸν δέξασθαι παρεκελεύσατο ὡς ἅτε μετανοήσαντα. τοῦ δὲ μὴ καταδεχομένου, γινώσκοντος ἀκριβῶς τὴν Ἀρείου δυσ τροπίαν, ἐξορίζει τοῦ θρόνου τὸν ἅγιον, πιστεύσας καὶ τὰς κατ' αὐτοῦ γενομένας ὑπὸ τῶν Ἀρειανῶν λοιδορίας. καὶ οὐ θαῦμα· πολλάκις γὰρ καὶ θεῖοι ἄνδρες κατά τινων εὐσεβῶν διαβολὴν ἀκρίτως παραδεξάμενοι παρετράπησαν τῆς ἀληθείας καὶ τοὺς εὐσεβεῖς παρέβλαψάν τε καὶ παρελύπησαν, ὥσπερ οὖν καὶ ὁ θε σπέσιος ∆αβὶδ ἐξαπατηθεὶς ὑπὸ τοῦ οἰκέτου Σιβά, κατὰ τοῦ δε σπότου Μεμφιβοσθὲ ψευδηγοροῦντος ὡς ὅτι τὰ τοῦ τυράννου Ἀβεσαλὼμ φρονεῖ, τοῦτον παρέβλαψε καὶ τῶν ἰδίων ἀποστερή σας τῷ οἰκέτῃ προσεκλήρωσεν. ὅθεν χρὴ μετὰ πολλῆς ἀκριβείας 1.506 τε καὶ σκέψεως ἐρευνᾶν τὰς κατηγορίας, καὶ μὴ ὡς ἔτυχε πιστεύειν τοῖς κατηγοροῦσι, κἂν ἄγαν ὦσιν ἀξιόπιστοι. διὸ δὴ καὶ Νικό δημος πρὸς τοὺς παρανόμους Ἰουδαίους καταφορικῶς τε καὶ ἐν τρεπτικῶς ἔφη "μὴ ὁ νόμος ὑμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρῶτον καὶ γνῷ τί ποιεῖ; ἀμέλει γέ τοι καὶ οἱ τῶν ἔξω σοφοὶ τοῦτο προδήλως ὑπεμφαίνοντες οὕτω φασίν· εἰ μὲν ἀμφισβήτησις κρίνει, ἀναρτάσθω, εἰ δὲ κρίσις, τοὺς ἐλέγχους βασανιζέτω, εἰ δὲ βάσανος, τὸ δέον ὁριζέτω· ὁ δὲ ὅρος γεγρά φθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιού σθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. καὶ ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν ὁ θεῖος λόγος οὕτως φησίν. ἔστω δὲ ὁ κριτὴς ἀπροσωπόληπτος, μήτε πλούσιον ἐντρεπόμενος ἢ κολακεύων παρὰ τὸ προσῆκον, μήτε πένητος φει δόμενος. «οὐ λήψῃ» γάρ φησι «πρόσωπον δυνάστου, καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.» ὅτι τοῦ θεοῦ ἡ κρίσις δικαίως τὸ δί καιον διώξεται, καὶ οὐκ ἀρέσῃ τῷ δικαίῳ οὐδὲν ἄδικον. ὅθεν οὐ δεῖ πιστεύειν ὡς ἔτυχε τοῖς κατηγοροῦσιν ἀκρίτως καὶ ἀβασανί στως. ἐγχωρεῖ γάρ τινας καὶ διὰ ζῆλον ἢ φθόνον κατά τινος ἀδελφοῦ ἐνστήσασθαι ψευδηγορίαν, ὡς οἱ δύο πρεσβύτεροι κατὰ Σωσάννης καὶ ἡ Αἰγυπτία ἐπὶ τοῦ Ἰωσήφ. σὺ οὖν ὡς θεοῦ ἄνθρωπος τὰ τοιαῦτα μὴ προχείρως παραδέχου, καὶ μὴ ἀνέλῃς τὸν ἀθῶον, καὶ μὴ ἀποκτείνῃς τὸν δίκαιον, οὐδὲ λήψῃ δῶρα ψυχὴν πατάξαι· τὰ γὰρ δῶρα ἐκτυφλοῦσιν ὀφθαλμοὺς σοφῶν καὶ λυμαί 1.507 νονται ῥήματα δίκαια. εἰ οὖν ἀπροσωπολήπτως κρίνετε, ἐπιγνώ σεσθε τὸν κατηγοροῦντα κατὰ τὸν πλησίον αὐτοῦ μαρτυρίαν ψευ δῆ· καὶ ἀποδείξαντες αὐτὸν συκοφάντην, ποιήσατε αὐτῷ καθ' ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίον, καὶ ἐξαρεῖτε τὸν πονη ρὸν ἐκ μέσου ὑμῶν. ὅσον γὰρ ἐπ' αὐτῷ, ἐφόνευσε τὸν ἀδελφόν, προκαταλαβὼν τὰ ὦτα τοῦ κριτοῦ. γέγραπται γάρ «ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος ἐκείνου ἐκχυθήσεται τὸ αἷμα αὐτοῦ.» ἀλλὰ μηδὲ εἷς παραδεχέσθω μαρτυρῶν κατά τινος, κἂν λίαν ᾖ ἀξιόπιστος. ἐπὶ στόματος γὰρ δύο ἢ τριῶν μαρτύρων πᾶν ῥῆμα βεβαιωθήσεται, εἶπεν ὁ κύριος. εἰ τοίνυν τὸ μὲν εὑρεῖν τὸ δίκαιον ἔργον, τὸ δὲ μὴ διαφθείρειν ἐργωδέστερον ἐπειδὰν εὑρεθῇ, οὐ δεῖ ἐπιρρίπτειν ἑαυτόν τινα τῷ κρίνειν. τότε γοῦν ὀρθῶς ὅρος τῆς δικαιοσύνης σώζεται, ὅταν τῇ μὲν αἰτίᾳ ἡ κρίσις, τῇ δὲ κρίσει ὁ ἔλεγχος, τῷ δὲ ἐλέγχῳ ἡ ψῆφος ἡ πρὸς ποιότητα τοῦ ἁμαρτή ματος τὴν τιμωρίαν ὁρίζουσα. Ἰστέον τοίνυν ὡς ἐν τῇ παλαιᾷ