187
διαθήκῃ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ζῳοποιοῦ τριάδος μυστικῶς ἡ διδασκαλία ἐγκατέ σπαρται, ὡς καὶ Φίλωνα καίτοι γε Ἰουδαῖον ἄνδρα ὑπάρχοντα καὶ ζηλωτήν, δι' ὧν καταλέλοιπε συγγραμμάτων, ἀπομάχεσθαι τῇ οἰκείᾳ θρησκείᾳ. βασανίζων γὰρ τὸ εἰρημένον "ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον," ἠναγκάσθη ὑπὸ τῆς ἀληθείας καὶ ἐξε βιάσθη καὶ τὸν τοῦ θεοῦ λόγον θεολογῆσαι. τί γὰρ εἰ καὶ δεύτε ρον τὸν συναΐδιον λόγον τῷ πατρὶ καὶ ἀριθμοῦ καὶ χρόνων ἀνώτε 1.508 ρον ὄντα καλεῖ, τῆς ἀληθείας μὴ ἐφικνούμενος; ὅμως ἔννοιαν ἔσχε καὶ ἑτέρου προσώπου. οὐκ ἐνταῦθα δὴ μόνον ἔπαθε τοῦτο, ἀλλὰ καὶ τὸ θεὸς καὶ τὸ κύριος ἑρμηνεῦσαι πειρώμενος τῆς βασι λικωτάτης τριάδος ἔννοιαν ἔσχε. φάσκων γὰρ ὅτι εἷς ἐστὶν ὁ θεός, οὐ πρὸς τὸν ἀριθμὸν κατέδραμε τῆς μονάδος, ἀλλὰ πρὸς τὸ μυ στήριον τῆς ἁγίας τριάδος τὸ τῶν μὲν πάντῃ διαιρετῶν ἑνικώτε ρον, τῶν δὲ ὄντως μοναδικῶν ἀφθονώτερον. καὶ οὕτω κατὰ κράτος εἷλεν αὐτοῦ τὴν ψυχὴν ὡς ἀναγκασθῆναι διαρρήδην τοῦτο φάναι καὶ ἐν γράμμασι καταλεῖψαι. δύο μὲν γὰρ εἶπε τὰς τοῦ ὄντος δυνάμεις, ὧν ἡ μὲν ποιητικὴ καὶ εὐεργετικὴ φύσει καλεῖται θεός, ἡ δὲ βασιλικὴ καὶ τιμωρητικὴ κύριος. οὐ πόρρω βαίνων τοῦ φήσαντος, Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, δύναμις οὐκ ἀνυπόστατος ἀλλ' ἐνυπόστατος, καὶ παντοδύναμος, καὶ ὑπο στάσεως δημιουργός, καὶ ἰσοσθενὴς ἐκείνου οὗ δύναμις ἐστί. καὶ πάλιν ὁ αὐτὸς Φίλων περὶ θεοῦ θεάματος, οὗ εἶδε Μωϋσῆς ἐν τῇ βάτῳ, ἐκφράζων ἔφη· θέαμα ἐκπληκτικώτατον. εἶτα ὁρᾷ μετ' ὀλίγον κατὰ μέσον τῆς φλογὸς μορφήν τινα περικαλλεστάτην, ἐμφερῆ οὐδενὶ τῶν ὁρατῶν, θεοειδέστατον ἄγαλμα, φῶς αὐγοει δέστερον τοῦ πυρὸς ἀπαστράπτουσαν· ἣν ἐάν τις ὑπετόπησεν εἰ κόνα τοῦ ὄντος εἶναι, καλῶς ὑπείληφεν.
Eἰ δέ τις περὶ τῆς εἰκό νος ἀκριβῶς μαθεῖν βούλεται, ἀκουέτω Παύλου λέγοντος περὶ τοῦ υἱοῦ "ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου." οὐκοῦν κἀκεῖ 1.509 νος θεολογίας ὀρθοδόξου ἅπτεται. μὴ γὰρ τὴν ἀκρίβειαν ζήτει παρὰ τοῦ δυνηθέντος ὅλως διὰ σύνεσιν εἰλικρινῆ κατοπτεῦσαι τὴν ἀλήθειαν καὶ τῇ ἰδίᾳ θρησκείᾳ ἀπομάχεσθαι. ἀλλ' ἐκεῖνο ἐννόει, ὅτι εἰς ἓν πρόσωπον οὐ συνέκλεισε τὴν θεολογίαν, ὡς οἱ ἀπαίδευ τοι καὶ κακόσχολοι τῶν Ἰουδαίων καθηγηταὶ προλήψει τινὶ κατ εχόμενοι δογματίζουσιν. οὐκ ἐκ τούτων δὲ μόνων πληκτικωτάτων ὄντων εἰς ταύτην προήχθη, ὥς γε ἡγοῦμαι, τὴν ἔννοιαν, ἀλλὰ καὶ ἐκ τοῦ "ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν," καὶ ἐκ τοῦ "ἔβρεξε κύριος πῦρ παρὰ κυρίου," καὶ ἐκ τοῦ "εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου," καὶ ἐκ τοῦ "ὅτι ἐν σοὶ ὁ θεός, καὶ σὺ εἶ ὁ θεός." τοὺς γὰρ λέγον τας ὅτι μυριάκις ἐστὶν ἅγιος ὁ θεός, καὶ τό "ἅγιος ἅγιος ἅγιος κύ ριος" παρερμηνεῦσαι τολμῶντας, λαμπρῶς ἐλέγχει τό "ἐξεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου κύριε ζητήσω, μὴ ἀποστρέ ψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ." εἰ μὴ γὰρ τὴν ἁγίαν ἀνεκή ρυττε μυστικῶς τριάδα ὁ φράσας, περιττολογίας δίκαιος ἂν εἴη ἀπαιτηθῆναι δίκην. οὐ μόνον δὲ ἐν τούτῳ (χρῆναι γὰρ οἶμαι ἐπὶ σαφέστερον ὁρμῆσαι ῥητὸν) ἀλλὰ καὶ ἐν τῷ "θῦσον τῷ θεῷ θυ σίας αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπι κάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με." εἰ μὴ γὰρ ἡ τριὰς ἐνταῦθα σαφῶς ἐκηρύττετο, ἔδει ῥηθῆ ναι "θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαι αὐτὸν ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ 1.510 ἐξελεῖταί σε, καὶ δοξάσεις αὐτόν." καὶ οὕτω μὲν οὐκ ἐρρήθη, 1.510 εἴρηται δὲ ὡς εἴρηται. σαφῶς γὰρ διὰ τούτων καὶ δι' ἄλλων πολλῶν ἡ παλαιὰ διαθήκη κηρύττει ὅτι οὐχ ἑνὸς προσώπου ση μαίνει δεσποτείαν, ἀλλὰ τριῶν μὲν ὑποστάσεων μιᾶς δὲ οὐσίας, ἵνα καὶ Ἰουδαίων στηλιτεύσῃ τὴν ὡς ἐφ' ἑνὸς προσώπου οὐχ ὑγιῆ ἔννοιαν. οἷς καὶ Σαβέλλιος ἠκολούθησεν. ἴσως δὲ ἐκ τῆς ἄγαν τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἰσότητος εἰς τὸ μίαν ὑπόστασιν δογμα τίσαι νευρωθείς, τὴν πολυθεΐαν Ἑλλήνων ἐξωστράκισεν, ὧν Ἄρειος καὶ Εὐνόμιος ἑάλωσαν εἶναι φοιτηταί, τὴν τῶν ὑποστά σεων διαφορὰν