188
εἰς τὴν οὐσίαν παραλόγως ἑλκύσαντες. εἰ δέ τις φαίη, μὴ σαφῶς καὶ διαρρήδην ἐξ ἀρχῆς ταῦτα κεκήρυκται; φαίην ὅτι μάλιστα τοῖς συνετῶς ἀκούουσι λαμπρά ἐστιν αὕτη καὶ ἀπόδειξις καὶ διδασκαλία, ὡς καὶ τῷ σοφῷ ἔδοξε Φίλωνι. εἰ δὲ καὶ συνεσκιασμένως ἐρρέθη, ἐκεῖνο λογίζεσθαι χρή, ὅτι Ἰου δαίοις τοῖς εἰς πολυθεΐαν ῥέπουσι νομοθετοῦντες οὐκ ἐδοκίμασαν διαφορὰν προσώπων εἰσαγαγεῖν, ἵνα μὴ διάφορον φύσιν ἐν ταῖς ὑποστάσεσιν εἶναι δογματίσαντες εἰς εἰδωλολατρίαν ἑλκυσθῶσιν, ἀλλὰ τῆς μοναρχίας ἐξ ἀρχῆς μαθόντες μάθημα κατὰ μικρὸν τὸ τῶν ὑποστάσεων ἀναδιδαχθῶσι δόγμα, τὸ πάλιν εἰς ἑνότητα φύ σεως ἀνατρέχον, ὡς εἶναι τὰ μὲν ἑνικῶς λεγόμενα τῆς ταυτότητος τῆς φύσεως παραστατικά, τὰ δὲ ὑπερβαίνοντα τὸν ἑνικὸν ἀριθμὸν 1.511 τῆς τῶν ὑποστάσεων ἰδιότητος τῆς εἰς μίαν οὐσίαν συναγομένης. τὸ μὲν γὰρ διαφόρους φύσεις ὑποτίθεσθαι Ἑλληνικόν, τὸ δὲ ἓν πρόσωπον ἤγουν μίαν ὑπόστασιν Ἰουδαϊκόν· τὸ δὲ πλατύνοντας εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα τὰς ὑποστάσεις εἰς μίαν οὐ σίαν συνάγειν, ὀρθότατόν ἐστι καὶ ἀληθινὸν τὸ δόγμα. κεφά λαιον δὲ ἐπὶ τοῖς λεγομένοις, οὐκ ἔστι φυσικὰς ἀποδείξεις κατὰ πάντα παραστῆσαι τῶν ὑπὲρ φύσιν πραγμάτων. εἰ γὰρ καὶ σὰρξ ἀληθὴς ὁ λόγος ἐγένετο, ἀλλ' οὐ ψιλὸς ἄνθρωπος ὁ Χριστὸς ἐν ανθρωπήσας, μᾶλλον δὲ θεὸς ἐξ ἑκατέρων τῶν φύσεων εἷς ὑπάρ χει υἱὸς θεοῦ θεὸς ὑπερούσιος, εἰ καὶ διαρρήγνυνται οἱ τὸ μεῖζον καὶ ἔλαττον ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ συγκρίνοντες, ἑτεροούσιον τὸν υἱὸν τοῦ πατρὸς καὶ ἀνόμοιον δογματίζοντες. οὐ γὰρ ἴσασιν, ὡς ἔοικεν, ὅτι μεῖζον καὶ ἔλαττον ἐπὶ τῶν ὁμοουσίων ζητεῖται καὶ κρίνεται, ὡς ἄνθρωπος ἀνθρώπου μείζων καὶ βοῦς βοὸς καὶ ἵπ πος ἵππου, καὶ ἁπαξαπλῶς ὁ κανὼν τῆς συγκρίσεως τοῖς ὁμογενέ σιν ἁρμόζει. ὁ τοίνυν τὰ τοῦ θεοῦ τολμηρῶς περιεργαζόμενος, καὶ μείζονα λέγων τοῦ υἱοῦ τὸν πατέρα, τὴν σύγκρισιν ὡς ὁμοού σιον προσίεται, κἂν μὴ βούληται· ἑτεροούσια γὰρ ἀλλήλοις συγ κρίνεσθαι οὐ δύναται, οὔτε λέγεται μείζων ἄνθρωπος βοὸς ἢ μεί ζων ἄνθρωπος καμήλου ἢ μείζων ἄνθρωπος ἰχθύος. τὰ μέντοι γε τὸν ἑνικὸν ἀριθμὸν ὑπερβαίνοντα ἐν τῇ θείᾳ γραφῇ τῆς τῶν ὑποστάσεων διαφορᾶς εἰσὶ παραστατικά, τὰ δὲ ἑνικῶς ἐξενηνε 1.512 γμένα τῆς ταυτότητος τῆς φύσεως. τὰ μὲν γὰρ εἴρηται, ἵνα Σα βέλλιος καὶ Ἰουδαῖοι ἐπιστομισθῶσι, τὰ δέ, ἵνα Ἄρειος καὶ Εὐνόμιος καὶ Ἕλληνες στηλιτευθῶσιν. οἱ γὰρ πλατύνοντες μὲν εἰς τὴν ἁγίαν τριάδα τὸν τῶν ἰδιοτήτων ἀριθμόν, συστέλλοντες δὲ εἰς μίαν οὐσίαν, ὀρθότατα δογματίζουσι καὶ ταῖς τῶν οὐρανίων χρη σμῶν ἕπονται διδασκαλίαις, μήτε εἰς πολυθεΐαν διὰ τὴν τῆς φύ σεως διαφορὰν ἐκπίπτοντες, μήτε εἰς ἰουδαϊσμὸν διὰ τὴν τοῦ ἑνὸς προσώπου σύστασιν ὀλισθαίνοντες. πῶς δὲ οὐκ ἐρυθριῶσι κτί σματι προσκυνοῦντες καὶ ταῖς ἑαυτῶν μαχόμενοι ψήφοις; ἀπαγο ρεύοντες γὰρ τὸ μὴ τῇ κτίσει προσκυνεῖν ὡς Ἑλληνικόν, αὐτοὶ τοῦτο δρῶντες ἑαυτοὺς λανθάνουσι. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς οὐ τὰ αὐτὰ ὀνόματα πάντως καὶ τὰ αὐτὰ μηνύει πράγματα, οὔτε ἡ ὁμωνυμία συνωνυμίαν ἐκ παντὸς τρόπου ἐμφαίνει. ἐπὶ μὲν γὰρ τοῦ υἱοῦ κυρίως λέγεται ἡ γέννησις, ἐπὶ δὲ τῶν κτισμά των καταχρηστικῶς, ἐπ' ἐκείνου μὲν τῆς ἀληθείας ἕνεκεν καὶ τῆς ὁμοουσιότητος, ἐπὶ δὲ τούτων τιμῆς χάριν καὶ υἱοθεσίας. βου ληθεὶς γὰρ ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας. μὴ τοίνυν ἡ ὁμωνυ μία τὴν ὁμοτιμίαν ἐνταῦθα τικτέτω, μηδὲ τὰ καταχρηστικῶς εἰρημένα κυρίως λεχθῆναι νομιζέσθω, ἐπεὶ καὶ τὸν θυμὸν καὶ τὴν ὀργὴν καὶ τἆλλα πάντα τὰ τῇ θείᾳ μὴ πρέποντα φύσει, κατα χρηστικῶς λελεγμένα, οὐκ ἄν τις εὐφρονῶν κυρίως πεφράσθαι φαίη. δῆλον γάρ ἐστιν ὅτι ἑκάστῳ χωρίῳ καὶ ἑκάστῃ λέξει ἡ 1.513 προσήκουσα καὶ ἁρμόζουσα διασάφησις προσαγομένη τὴν ἀλήθειαν ὠδίνει.
Εἰπάτωσαν δέ γε καὶ οἱ εἰς τὸ ἅγιον πνεῦμα βλασφημοῦντες καὶ τῆς θείας οὐσίας αὐτὸ χωρίζοντες, πῶς ὁ θεὸς καὶ σωτὴρ ἡμῶν ἐνανθρωπήσας παρέδωκε συμπληρωτικὸν εἶναι τῆς ἁγίας τριάδος τὸ πανάγιον πνεῦμα, καὶ ἐν τῇ ἐπικλήσει