189
τοῦ θείου βα πτίσματος σὺν πατρὶ καὶ υἱῷ ὡς ἐλευθεροῦν τῶν ἁμαρτημάτων τοὺς ἀνθρώπους ἀριθμούμενον. καὶ ἐπὶ τῆς μυστικῆς τραπέζης τὸ σῶμα ἰδικὸν τῆς τοῦ υἱοῦ σαρκώσεως ἀποφαῖνον, πῶς ἂν εἴη ποιητὸν ἢ κτιστὸν ἢ τῆς δουλικῆς φύσεως, ἀλλ' οὐ τῆς δεσποτι κῆς καὶ δημιουργοῦ καὶ βασιλίδος οὐσίας συγγενὲς καὶ ὁμοούσιον τὸ ἅγιον πνεῦμα; εἰ γὰρ δοῦλον, μὴ συναριθμείσθω τῷ κτίστῃ· ἥνωται γὰρ καὶ συνηρίθμηται, ἐπειδὴ τῷ ἀκριβεῖ τῶν τοιούτων δογματιστῇ Χριστῷ πείθεσθαι προσήκει, βεβαίως καὶ ἀσφαλῶς τὰ περὶ τῆς οἰκείας οὐσίας διδάσκοντι, εἰ καὶ τοῖς πνευματομάχοις δοκεῖ, σοφωτέρους εἶναι καὶ τὰ οὐράνια πλέον εἰδέναι θεοῦ κομ πάζοντας ἢ μᾶλλον τολμηρῶς τε καὶ δυσσεβῶς ῥητορεύοντας. εἰ οὖν ὁ θεῖος ∆ανιὴλ ἄγγελον θεασάμενος καὶ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ ὀφθέντος πρηνὴς ἔπεσεν, ἐκπλαγεὶς πρὸς τὸ παράδοξον τῆς θέας, ποίαν ἕξουσιν ἀπολογίαν οἱ πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι μεσιτεύειν τολμῶντες καὶ τὴν ἄρρητον φύσιν λόγοις ζυγοστατεῖν ἐπιχειροῦντες καὶ φυσιολογοῦντες; τὴν τοίνυν 1.514 ἄχρονον καὶ ἀΐδιον καὶ ἀμεσίτευτον καὶ παντὸς λόγου καὶ νοῦ κρείτ τονα πρόοδον τοῦ υἱοῦ ἀπὸ τοῦ πατρὸς γέννησιν καλοῦσιν αἱ γρα φαὶ οὐχ ἵνα πάθος ὑπογράψωσιν, ἀλλ' ἵνα τὸ ὁμοούσιον ὑποδεί ξωσιν· ὁμοούσια γὰρ τῷ ὄντι τὰ τικτόμενα τοῖς τίκτουσιν. ἵνα δὲ μὴ φαντασίαν πάθους ἐπικομίσῃ, λόγον προσαγορεύουσιν. ἵνα μὴ νεώτερος ἐπινοηθῇ, "ἐν ἀρχῇ ἦν ὁ λόγος" φασίν. εἶτα καὶ τὴν πρὸς τὸν πατέρα σχέσιν κηρύττοντες "καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν." εἶτα καὶ τὴν ἀξίαν, "καὶ θεὸς ἦν ὁ λόγος." ἐκ μὲν τοῦ υἱοῦ τὸ ὁμοούσιον, ἐκ δὲ τοῦ λόγου τὸ ἀπαθές, καὶ ἐκ μὲν τοῦ ἐν ἀρχῇ εἶναι τὸ συναΐδιον, ἐκ δὲ τοῦ πρὸς τὸν πατέρα εἶναι τὴν πρὸς αὐτὸν οἰκειότητα, διὰ δὲ τοῦ θεὸν εἶναι τὴν ἀξίαν αὐτοῦ καταμαθόντες, καὶ ἐξ ἑκάστου ὀνό ματος τὸ μὴ ἐφορμοῦν καὶ ἀπρεπὲς ἀποπεμψάμενοι, οἷον ἀπὸ μὲν τοῦ υἱοῦ τὸ νεώτερον, ἀπὸ δὲ τοῦ λόγου τὸ ἀνυπόστατον, θεὸν ἀΐδιον ὁμοούσιον καὶ ἀγαθὸν καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς προελθόντα εἰδείημέν τε καὶ προσκυνήσαιμεν.
Μετὰ θάνατον Εὐσταθίου τοῦ ἁγιωτάτου ἐπισκόπου Ἀν τιοχείας Φλαβιανὸς ὁ μέγας προχειρίζεται. τούτοις τοῖς χρόνοις ἀνεφύη καὶ ἡ τῶν Μασαλιανῶν αἵρεσις εἴτ' οὖν Εὐχιτῶν καὶ Ἐν θουσιαστῶν καὶ Λαμπετιανῶν καὶ Βογομίλων (πολυώνυμος γάρ ἐστιν αὕτη) ἀπὸ Ἀδελφιοῦ καὶ ∆αδώη καὶ Σάβα καὶ Συμεῶνος τῶν αἱρεσιαρχῶν. ἀφ' ὧν ὁ μέγας Φλαβιανὸς μοναχοὺς συναθροίσας 1.515 πολλούς, καὶ τὴν αἵρεσιν ἐξαρνουμένους τόνδε τὸν τρόπον διή λεγξεν. ἐπίσημον γάρ τινα παρ' αὐτοῖς γέροντα παραλαβὼν κατ' ἰδίαν ἔφη πρὸς αὐτὸν μετὰ πανουργίας "ἡμεῖς μέν, ὦ πρεσβῦτα, τὸν πλείω βεβιωκότες βίον ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμά θομεν φύσιν καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔγνωμεν εὖ μάλα μηχανήματα, πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορη γίαν. οὗτοι δὲ νέοι ὄντες, καὶ τούτων ἀκριβῶς οὐδὲν ἐπιστάμενοι, πνευματικωτέρων λόγων ἀκοῦσαι οὐ φέρουσιν. οὐκοῦν εἰπέ μοι, πῶς φατὲ καὶ τὸ ἐναντίον πνεῦμα ὑποχωρεῖν καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν ἐπιφοιτᾶν διὰ τῆς ὑμετέρας εὐχῆς καὶ ἐπι τηδεύσεως;" ὁ δὲ τοῖς λόγοις τούτοις καταθελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰὸν καὶ ψυχοφθόρον, καὶ φησίν "οὐδε μίαν μὲν ἐκ τοῦ βαπτίσματος ἴσμεν ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγί νεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν ἔνοικον καὶ συνουσιω μένον δαίμονα ἐξελαύνειν. ἕλκει γὰρ ἕκαστον τῶν τικτομένων ἐκ τοῦ προπάτορος ὥσπερ τὴν φύσιν, οὕτω δὴ καὶ τὴν τῶν δαιμόνων δουλείαν, ὧν ὑπὸ τῆς σπουδαίας εὐχῆς ἐλαυνομένων ἐπιφοιτᾷ λοι πὸν τὸ ἅγιον πνεῦμα ὁρατῶς καὶ αἰσθητῶς, καὶ τὴν οἰκείαν παρ ουσίαν φανερώτατα σημαῖνον, τὸ μὲν σῶμα τῆς ἐμπαθοῦς κινή σεως ἐλευθεροῦται παντελῶς, ἡ δὲ ψυχὴ τῆς ἐπὶ τὰ χείρω ῥοπῆς τέλεον ἀπαλλάττεται, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα μήτε διδασκαλίας χαλινούσης τὴν ψυχὴν καὶ τὸν νοῦν ἀπὸ πάσης ἐνεργείας πονηρᾶς καὶ ἐνθυμήσεως.