191
τὸ μὲν ἓν τὴν ἑαυτοῦ διεστραμμένην περιέχον δόξαν ταῖς ἰδίαις χερσὶ γράψας ἐν κρυφῇ κατεῖχε, τὸ δὲ ἕτερον δι' ἀλλοτρίας χειρὸς ὁμοφώνως τῇ ἐν Νικαίᾳ ἐκτεθείσῃ πίστει γεγραφώς, καὶ τοῦτο ἐπιδοὺς τῷ βασιλεῖ, καὶ διομνύμενος ἦ μὴν οὕτως πιστεύειν ὥσπερ δὴ καὶ ἔγραψεν, οὕτω συνήρπασε τῇ αὐτοῦ δολιότητι τὸν βασιλέα ὥστε κελεῦσαι τοῦτον ἀνυπερθέτως ὑπὸ Ἀλεξάνδρου τοῦ ἀρχιε ρέως εἰς κοινωνίαν ἐπὶ τῆς ἐκκλησίας προσδεχθῆναι. ἀγωνιάσας 1.519 τοίνυν ὡς εἰκὸς ὁ ἀρχιερεύς, καὶ δι' ὅλης τῆς νυκτὸς δεηθεὶς τοῦ θεοῦ, εὐχῆς ἔργον αὐτὸν ἐποιήσατο. τῇ γὰρ ἑξῆς ὁ ἀνόσιος μετὰ φαντασίας καὶ γαυριάματος εἰς τὴν ἐκκλησίαν προερχόμενος, ἐπειδὴ ἐν τῷ φόρῳ πλησίον τοῦ λεγομένου Σενάτου ἐγένετο, τῆς γαστρὸς νυξάσης αὐτὸν τοῖς ἐκεῖσε ἀφεδρῶσιν ἀποκεχωρηκὸς ἀγ γελικῇ κατασπᾶται χειρί, τῆς τε κοιλίας αὐτοῦ καὶ τῶν σπλάγχνων σὺν τῇ ψυχῇ ῥαγέντων καὶ εἰς ἀφεδρῶνας καταβληθέντων.
Τῷ κηʹ ἔτει λιμὸς μέγας ἐγένετο ἐν τῇ ἀνατολῇ, ὁ δὲ βασι λεὺς σῖτον πολὺν ἀποστείλας τοῦτον ἤμβλυνε. μόνη δὲ ἡ Ἀντιό χεια λʹ χιλιάδας σίτου κατ' ἔτος ἐλάμβανε. σεισμοῦ δὲ ἐν Κύ πρῳ γενομένου Σαλαμὶν ἡ πόλις κατέπεσε καὶ ἱκανὸν πλῆθος διέ φθειρε. Τῷ κθʹ ἔτει ∆αλμάτιος Καῖσαρ ἀνηγορεύθη. Καλόκαιρος δὲ ἐν Κύπρῳ τυραννήσας ἐν Ταρσῷ τῆς Κιλικίας ὑπὸ ∆αλματίου ζῶν κατακαίεται. Τῷ λγʹ τῆς αὐτοῦ βασιλείας ὁ μέγας Κωνσταντῖνος τελευτᾷ. κινήσας γὰρ κατὰ Περσῶν ἀπὸ Νικομηδείας ἐν τοῖς Πυθίοις αὐ τομάτοις θερμοῖς παραγίνεται. καὶ κακωθείς, ἐκεῖθέν τε δι' Ἑλενουπόλεως ἐν τῷ χάρακι ἐλθών, πυρετοῦ λαβροῦ κατασχόντος αὐτὸν ἐτελεύτησεν, μετὰ θʹ ἔτος τοῦ οἰκισμοῦ καὶ ἐγκαινισμοῦ Κωνσταντινουπόλεως. καὶ ἀπετέθη ἐν λάρνακι πορφυρᾷ ἤτοι Ῥωμαίῳ, αὐτός τε καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένη πρὸ δώδεκα ἐτῶν τῆς αὐτοῦ τελευτῆς ἀποθανοῦσα καὶ ἡ γυνὴ αὐτοῦ Φαῦστα, θυ γάτηρ Μαξιμιανοῦ τοῦ Ἑρκουλίου, καταλείψας ἐν βασιλείᾳ τρεῖς 1.520 υἱούς, Κωνστάντιον καὶ Κωνσταντῖνον καὶ Κώνσταντα, διορισά μενος Κωνστάντιον μὲν ἔχειν τὰ Θρᾴκης καὶ ἑῴας μέρη, Κων σταντῖνον δὲ τὰ πρὸς Ὠκεανὸν ἑσπέρια, Κώνσταντα δὲ Κρήτην Ἀφρικὴν καὶ τὸ Ἰλλυρικόν. δόξα δὲ κατέσχε τελευτῆσαι μὲν τὸν μέγαν Κωνσταντῖνον φαρμάκῳ δηλητηρίῳ ἐπιβουλῇ τῶν ἀδελφῶν, διὸ καὶ αὐτὸν τοῦτο δι' αὐτογράφου ἐπισκῆψαι τῷ παιδί, ἐκδι κῆσαί τε καὶ φυλάξασθαι τοὺς ἀνελόντας αὐτὸν θείους· λαβόντα δὲ τὴν τοιαύτην γραφὴν Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον ἀπο δοῦναι Κωνσταντίῳ ἐκ τῆς ἑῴας ἄρτι παραγενομένῳ, ἔνθεν τε γενέσθαι αὐτὸν καὶ ἐπίσκοπον Κωνσταντινουπόλεως. τὸ δὲ τού τους ἀναιρεθῆναι, ἐπεί τοι ἀλόγιστος σαφῶς ἡ ἀθρόα πάντων αὐτῶν ἀναίρεσις τούτῳ ἐδόκει, δέον ἔκρινε μὴ ἄνευ λόγου τοῦτο ποιῆσαι. ἐτελεύτησε δὲ ὁ μέγας Κωνσταντῖνος εὐσεβῶς βασιλεύ σας ἔτη λβʹ καὶ μῆνας ιʹ, ζήσας τὰ πάντα ἔτη ξεʹ. Κωνστάντιος ἐβασίλευσεν ἔτη κδʹ, Κώνστας ἔτη ιζʹ. Κων σταντῖνος δὲ ταχὺ τετελεύτηκε τρόπῳ τοιῷδε. πρὸς τὸν ἀδελφὸν Κωνστάντιον κοινωσόμενος ᾔει περί τινων μετὰ πολλῆς ἰσχύος καὶ δυνάμεως, ὃ τὸν Κωνστάντιον εἰσῆγεν εἰς ἔκπληξιν μή τι νεωτε ρίσων ἀφικνῆται εἰς αὐτόν· καὶ πονηρῶν συμβουλῶν ἐπιτυχὼν καὶ πρὸς πόλεμον ἐρεθιζόντων αὐτὸν ἐξῆλθε κατ' αὐτοῦ. καὶ συρραγέντος πολέμου ἐν τοῖς ἐσχάτοις τῶν φευγόντων εὑρεθεὶς ὁ Κωνσταντῖνος ἀναιρεῖται, τρίτος ὢν ἀδελφός, καὶ γίνεται Κων στάντιος ἐγκρατὴς πάντων τῶν ἑσπερίων. ἦν δὲ ̣̣̣στα´̣τ̣̣̣ 1.521 τὴν τοῦ σώματος ἀναδρομὴν εὐμήκης καὶ ἐπίξανθος, χαροπὸς τὴν ὄψιν, εὐμετάβολος τὴν γνώμην, σώφρων τὰ πρὸς ἀφροδίσια, φίλοις συναναστρεφόμενος, ἐγκρατὴς τὰ πρὸς τροφήν, εὐμενὴς πρὸς τὰς αἰτήσεις καὶ κρίσεις τῶν ὑπηκόων· ὀπωρῶν καθάπαξ ἀφέστηκεν. ἐν δὲ ταῖς τῶν ἡγεμόνων φιλοτιμίαις τὸ πρέπον ἀεὶ διετήρει. οὐδένα δὲ μὴ παιδείας μετέχοντα τῇ γερουσίᾳ κατέ λεγεν, ὡς καὶ τὸ εἴρειν λόγον καὶ μέτροις γράφειν ἐπίστασθαι, ἑνὶ μόνῳ νοσήματι τῇ κακοδοξίᾳ ἡττώμενος. Τῷ βʹ ἔτει τῆς βασιλείας αὐτοῦ ∆αλμάτιος