192
Καῖσαρ ὑπὸ στρατιωτῶν ἀναιρεῖται, οὐ κελεύσαντος Κωνσταντίου, ἀλλ' οὐδὲ κωλύσαντος τὴν σφαγήν. ἔμελλον δὲ συναναιρεῖσθαι Γάλλος καὶ Ἰουλιανὸς οἱ Κωνσταντίου τοῦ ἀδελφοῦ τοῦ μεγάλου Κωνσταντί νου παῖδες. ἀλλὰ τὸν μὲν Γάλλον νόσος, τὸν δὲ Ἰουλιανὸν ἡ νηπιότης διέσωσεν· ὀκταετὴς γὰρ ἦν. Κωνστάντιος δὲ πρότερον δεχόμενος τὸ ὁμοούσιον ὕστερον μετέθετο κουφότητι γνώμης καὶ ἀπάτῃ τοῦ Ἀρειανοῦ πρεσβυτέρου καὶ Εὐσεβίου τοῦ τῶν εὐνούχων πρωτεύοντος καὶ Εὐσεβίου Νικομηδείας. Τῷ γʹ ἔτει Κωνσταντῖνος ἐπελθὼν τοῖς Κώνσταντος τοῦ ἰδίου ἀδελφοῦ μέρεσιν καὶ συμβαλὼν πόλεμον ἀνῃρέθη ὑπὸ τῶν στρατιωτῶν, ὡς προλέλεκται. Κωνστάντιος δὲ τῆς ἑῴας βασι λεύων Γάλλον καὶ Ἰουλιανὸν παιδευθῆναι παρέδωκεν ἐν χώρᾳ κα λουμένῃ δὴ Μακελίῳ, πλησίον Καισαρείας Καππαδοκίας.
Oὗτοι οἱ δύο ἀδελφοὶ ἀναγνῶσται γεγόνασι, καὶ ἐκκλησίαν κτίσαι τῷ ἁγίῳ μάρτυρι Μάμαντι προεθυμήθησαν. ἐν ᾧ δὲ μέρει κτίζειν 1.522 Ἰουλιανὸς ἔλαχε, τοῦτο ἡ γῆ οὐκ ἐδέχετο. ἀποκειράμενος δὲ τὰς τρίχας μοναχικὴν ἄσκησιν ὑπεκρίνατο, Κωνστάντιος δὲ καὶ Κώνστας ἐνομοθέτησαν Ἰουδαῖον μὴ ὠνεῖσθαι δοῦλον, ἐπεὶ ἀφαιρεῖσθαι αὐτὸν εἰς τὸν δημόσιον λόγον· εἰ δὲ καὶ περιτεμεῖν τολ μήσει δοῦλον, ξίφει τιμωρεῖσθαι καὶ τὴν τούτου δημεύεσθαι οὐσίαν. Τῷ δʹ καὶ εʹ ἔτει Ἀντιόχεια ὑπὸ σεισμοῦ μεγάλου ἐπὶ τρισὶν ἡμέραις ἐκινδύνευε. Τῷ ʹ ἔτει Κωνστάντιος Ἀσσυρίους νικήσας ἐθριάμβευσε, Σαπώρης δὲ ὁ τῶν Περσῶν βασιλεὺς τοὺς Χριστιανοὺς ἐδίωκε, Κώνστας δὲ ἐν τῇ δύσει Φράγγους ἐπόρθησε. τούτῳ τῷ ἔτει ∆ί δυμός τις ἐλλόγιμος ἀνὴρ ἀπὸ ὀμμάτων ἐγνωρίζετο. τούτῳ ἐντυ χὼν ὁ μέγας Ἀντώνιος ἐν Ἀλεξανδρείᾳ εἶπε πρὸς αὐτόν "μηδὲν ταραττέτω σε ἡ ἀποβολὴ τῶν ὀμμάτων· τοιοῦτοι γάρ σε λείπουσιν ὀφθαλμοὶ οὓς καὶ μυῖαι καὶ κώνωπες βλάψαι ἰσχύουσι. χαῖρε δὲ ὅτι ἔχεις ὀφθαλμοὺς οἷς καὶ ἄγγελοι βλέπουσι." Τῷ ζʹ ἔτει σεισμοῦ μεγάλου γενομένου Νεοκαισάρεια ποντι σθεῖσα κατεπτώθη πλὴν τῆς ἐπισκοπῆς καὶ τῆς ἐκκλησίας. τότε καὶ Παῦλος ὁ ὁμολογητὴς χειροτονεῖται ἐπίσκοπος Κωνσταντινου πόλεως. Τῷ ηʹ ἔτει σεισμοῦ μεγάλου γενομένου Ῥόδος ἡ νῆσος κατέ πεσε. Τῷ θʹ ἔτει ∆υρράχιον πόλις τῆς ∆αλματίας ὑπὸ σεισμοῦ διεφθάρη, καὶ Ῥώμη ἐν τρισὶν ἐκινδύνευσεν ἡμέραις σειομένη, 1.523 τῆς δὲ Καμπανίας ιβʹ πόλεις διεφθάρησαν. ἐλθὼν δὲ Κωνστάν τιος εἰς τὸ Βυζάντιον Παῦλον τὸν ἐπίσκοπον τοῦ θρόνου ἀπήλασε, καὶ τὸν ἀσεβέστατον Εὐσέβιον τὸν Νικομηδείας εἰσήγαγε λῃστρι κῶς καὶ ἀθέσμως, τὸ τῶν κακῶν καταγώγιον. καὶ συντελεσθεῖ σαν τὴν τοῦ θεοῦ μεγάλου ἐκκλησίαν ὑπὸ Κωνσταντίου κατὰ τὴν ἐνδιάθηκον ἐντολὴν τοῦ μεγάλου Κωνσταντίνου Εὐσέβιος ἐγκαι νίζει, καὶ τὰ λείψανα ἀπὸ Ἀντιοχείας κομίζει καὶ ἐν αὐτῷ κατα τίθησι τοῦ ἁγίου μάρτυρος Παμφίλου καὶ τῶν σὺν αὐτῷ, Θεο δούλου Πορφυρίου καὶ Παύλου. Ἀλεξανδρεῖς δὲ Γρηγόριον λῃ στρικῶς ἐπιβάντα τοῦ θρόνου Ἀλεξανδρείας καὶ τὸν μέγαν Ἀθανάσιον ἀποδιώξαντα ἐπὶ ἓξ ἔτεσιν ἀνεῖλον. καὶ χειροτονεῖται ὑπὸ Ἀρειανῶν Γεώργιος Ἀρειανός, τέρας τι Καππαδόκειον. Τῷ ιʹ ἔτει Κωνστάντιος τὸν ἐν Σελευκείᾳ τῆς Συρίας λιμένα πεποίηκεν, ὄρος ἐπὶ πολὺ διατεμών, καὶ τὴν πόλιν ἀνῳκοδόμησε. καὶ τὴν Ἀντάραδον ἐν Φοινίκῃ ἔκτισεν, ἣν Κωνσταντείαν ὠνό μασε. τῷ δ' αὐτῷ ἔτει ἔκλειψις ἐγένετο ἡλίου, μηνὶ ∆αισίῳ ʹ, ἡμέρας ὥρᾳ τρίτῃ. καὶ οἱ ἀπελαθέντες ὀρθόδοξοι ἐπίσκοποι ἅμα Ἀθανασίῳ τὴν Ῥώμην καταλαμβάνουσιν.
Τῷ δὲ ιαʹ ἔτει γράμμασιν Ἰουλίου τοῦ πάπα Ῥώμης θαρρήσαντες τοὺς ἰδίους θρόνους κατέλαβον. Κωνστάντιος δὲ ἐν Ἀν τιοχείᾳ διάγων τούτους ἀπήλασεν ὑποβολῇ τῶν Ἀρειανῶν. Τῷ ιβʹ ἔτει σεισμὸς μέγας ἐγένετο ἐν Βηρυτῷ τῆς Φοινίκης, ὡς τὸ πλεῖον τῆς πόλεως πεσεῖν. 1.524 Τῷ ιγʹ ἔτει Σαπώρης Πέρσης τὴν Νίσιβιν πόλιν ποικίλως παρακαθεσθείς, τόν τε ποταμὸν κατὰ τῆς πόλεως κινήσας καὶ