193
παντοίας μηχανὰς ποιήσας ἡττήθη, καὶ φεύγων εἰς τὴν οἰκείαν ὑπεχώρησε, τὸ πλεῖστον τοῦ λαοῦ αὐτοῦ ἀπολέσας. Τῷ ιδʹ ἔτει Κωνστάντιος τὸν ἀνεψιὸν Γάλλον Καίσαρα ἀναγορεύσας καὶ Κωνστάντιον μετονομάσας ἐν τῇ ἀνατολῇ ἀπέ στειλεν. Τῷ ιεʹ ἔτει οἱ ἐν τῇ ἀνατολῇ τῆς Παλαιστίνης Ἰουδαῖοι ἀντῆραν, καὶ πολλοὺς τῶν Ἑλλήνων ἐθνῶν τε καὶ Σαμαρειτῶν ἀνεῖλον. ἀλλὰ καὶ αὐτοὶ παγγενεὶ ὑπὸ Ῥωμαίων ἀνῃρέθησαν, καὶ ἡ πόλις αὐτῶν ∆ιοκαισάρεια ἠφανίσθη. τῷ αὐτῷ ἔτει ὁ μέγας Ἀθανάσιος ὑπὸ Κωνσταντίου κατὰ τὴν Βρεττανίαν ἐξο ρίζεται, καὶ Φῆλιξ ἀντ' αὐτοῦ χειροτονεῖται. ἐν Μεδιολάνοις δὲ σύνοδος τῶν πατέρων συναθροισθεῖσα πάλιν ἄπρακτος δια λύεται. Τῷ ιηʹ ἔτει Γάλλος τυραννίδα μελετήσας κτείνει ∆ομετια νὸν ἔπαρχον τῆς ἑῴας καὶ Μάγνον κοιαίστωρα, τὰ τῆς ἐπιβουλῆς Κωνσταντίῳ μηνύσαντα· ὃν μεταπεμψάμενος Κωνστάντιος περὶ Θαλαμῶνα τὴν νῆσον ἀναιρεῖ. τὸν δὲ τούτου ἀδελφὸν Ἰουλιανὸν ἐν φρουρᾷ κατέσχεν. Εὐσεβία δὲ ἡ γαμετὴ τοῦ βασιλέως τοῦτον ἐξαιτησαμένη ἐν Ἀθήναις πέμπει. τὴν Ἑλλάδα δὲ περιερχόμενος ἐφέσει τῆς βασιλείας μάντεις ἐπεζήτει καὶ χρησμολόγους, εἰ τεύ ξεται τοῦ ποθουμένου. καὶ δὴ περιτυγχάνει ἀνθρώπῳ δυσσεβεῖ ταῦτα προλέγειν ὑπισχνουμένῳ, ὃς τοῦτον εἴς τινα τῶν εἰδωλικῶν 1.525 καταδύσεων καταγαγὼν τοὺς ἀπατεῶνας ἐκάλεσε δαίμονας. ἐκεί 1.525 νων δὲ μετὰ τῆς συνήθους φαντασίας ἐπιφανέντων, ἠνάγκασε τοῦτον ὁ φόβος ἐπιθεῖναι τῷ μετώπῳ τοῦ σταυροῦ τὸ σημεῖον· ὅπερ ἰδόντες ἀφανεῖς αὐτίκα γεγόνασι. συνεὶς οὖν ὁ γόης ἐκεῖνος τῆς φυγῆς τὴν αἰτίαν ἐπεπέμψατο τούτῳ λέγων "οὐ φοβηθέντες, ὡς σὺ νομίζεις, ἀλλὰ βδελυξάμενοι τὸ παρά σου γενόμενον ἐχώ ρησαν." οὕτω βουκολήσας τὸν αἰχμάλωτον ἐμύησέ τε καὶ τοῦ μύσους ἐνέπλησεν· αἵμασι γὰρ μυσαροῖς ἀπολουσάμενον τὸ θεῖον βάπτισμα, ἡ τῆς βασιλείας ἐπιθυμία τῆς εὐσεβείας ἐγύμνωσε τὸν τρισάθλιον.
Μετὰ μικρὸν δὲ τῆς βασιλείας κρατήσας ὁ ἀσεβέστατος Ἰουλιανὸς προφανῶς λοιπὸν καὶ ἀναιδῶς κατὰ τῆς εὐσεβείας ὡπλίζετο. καὶ πρῶτον μὲν τὰς ἐν τῇ πόλει καὶ τὰς ἔξωθεν πηγὰς ταῖς μυσαραῖς θυσίαις ἐμόλυνεν, ὅπως ἕκαστος μεταλαμβάνων τοῦ νάματος μεταλαγχάνῃ καὶ τοῦ μύσους. ἔπειτα δὲ καὶ τὰ κατὰ τὴν ἀγορὰν προκείμενα τοῦ μιάσματος ἐνεπίμπλη· περιερραίνοντο γὰρ καὶ ἄρτοι καὶ κρέα καὶ ὀπῶραι καὶ λάχανα καὶ τἆλλα ὅσα ἐδώδιμα. ταῦτα οὖν ὁρῶντες οἱ Χριστιανοὶ ἔστενον μὲν καὶ ὠλό λυζον ἐπὶ τοῖς γινομένοις, μετελάμβανον δὲ ὅμως, ἀποστολικῷ νόμῳ πειθόμενοι τῷ φάσκοντι "πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν." οὗτος ὁ παμ μίαρος Ἰουλιανὸς τοὺς Ἰουδαίους κατὰ Χριστιανῶν ἐξοπλίζων ἤρετο τούτους, διὰ τί θύειν τοῦ νόμου κελεύοντος οὐ θύετε; τῶν δὲ τὸν ἐν Ἱεροσολύμοις ναὸν καὶ τὴν ἐκεῖσε περιγεγραμμένην λα 1.526 τρείαν προβαλλομένων, αὐτίκα προσέταξεν ὁ θεομάχος ἀνεγεῖραι τὸν κατ' ὀργὴν καὶ γνώμην θεοῦ καταλυθέντα ναόν. καὶ τοῦτο μετὰ πολλῆς χαρᾶς ἀκούσαντες ἅπασι τὰ προστεταγμένα τοῖς κατὰ τὴν οἰκουμένην ὁμοφύλοις ἐδήλωσαν. καὶ οἱ μὲν πανταχόθεν συνέτρεχον, χρήματα καὶ προθυμίαν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ συνεισφέροντες· ὁ δὲ συναπέστειλεν αὐτοῖς καὶ ἄρχοντας καὶ πολ λὴν ὑπηρεσίαν καὶ συνδρομήν· σκαπάνας γὰρ καὶ ἄμας ἀργυρᾶς ἔπεμψε τοῖς ἀντιθέοις Ἰουδαίοις. καὶ ἐπεὶ ὀρύττειν ἤρξαντο, ἐξαπίνης ἄνεμοι βίαιοι πνεύσαντες ἀθρόως ἅπαντα διεσκόρπισαν. καὶ τὰ λοιπὰ πεπόνθασι δεινὰ ἃ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀναγράψομαι. Εἰσελθὼν δὲ ὁ κατάρατος ἐν Περσίδι πέμπει δαίμονα πρὸς τὴν δύσιν τοῦ ἐνεγκεῖν αὐτῷ ἐκεῖθεν ἀπόκρισιν διὰ τάχους. ἐκω λύθη δὲ τῆς πρόσω πορείας ὑπό τινος μονάζοντος ἐπὶ ἡμέρας δέκα. καὶ μὴ δυνάμενος ὁ δαίμων προβῆναι πάλιν πρὸς τὸν Ἰουλιανὸν ὑπέστρεψεν. ὁ δὲ τὴν αἰτίαν τῆς βραδύτητος ἠρώτησεν· ἀπε κρίθη δὲ αὐτῷ ὁ δαίμων "καὶ ἐβράδυνα καὶ ἄπρακτος ἔμεινα. ἐκδεχόμενος γὰρ