194
Πούπλιόν τινα μονάζοντα, εἴ πως παύσεται τῆς προσευχῆς, καὶ μὴ παυσάμενος ἡμέρας δέκα ἐκώλυσέ με ποιῆσαι τὸ θέλημά σου." καὶ τοῦτο ἀκούσας Ἰουλιανὸς καὶ σφόδρα ἀγα νακτήσας προσηπείλησε μετὰ τὴν ὑποστροφὴν ἐξολοθρεῦσαι τὸ τῶν μοναχῶν γένος. ὅπερ μαθών τις τῶν μεγιστάνων αὐτοῦ καὶ θαυμάσας, ἐπανελθὼν διένειμε τὰ ὑπάρχοντα αὐτοῦ πάντα πέ νησι καὶ ἀπῆλθε πρὸς τὸν γέροντα. καὶ γενόμενος δόκιμος μο 1.527 ναχὸς πᾶσιν ἔλεγε τὴν ἰσχὺν τῶν μοναζόντων, ἣν ἔλαβον κατὰ τῶν σκοτεινομόρφων δαιμόνων. Ἐν δὲ Κάραις, τῇ παρὰ τοῦ Κάρου τοῦ βασιλέως κτισθείσῃ πόλει, τὴν πρὸς Πέρσας ποιούμενος πορείαν, εἰσελθὼν καὶ ἔν τινι καταδύσει θυσίας ἀκαθάρτους ἐπιτελέσας, κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐπέθηκε καὶ φύλακας ἐπέστησεν· ἥνπερ ἀνοίξαντες μετὰ τὴν ἐκείνου πτῶσιν, εὗρον γύναιον ἐκ τῶν τριχῶν κρεμάμε νον καὶ ἐκτεταμένας ἔχον τὰς χεῖρας, ἧς ἀνασχίσας ὁ ἄσπλαγχνος τὴν γαστέρα τὴν κατὰ Περσῶν δήπουθεν ἔγνω διὰ τοῦ ἥπατος νίκην. ἐν δὲ Ἀντιοχείᾳ πολλὰ μὲν κιβώτια ἐν τοῖς βασιλείοις κεφαλῶν ἀνθρώπων πεπληρωμένα, πολλὰ δὲ φρέατα νεκρῶν σω μάτων εὗρον πεπλησμένα· καὶ γὰρ μυρίας μὲν γυναῖκας ἐν γαστρὶ ἐχούσας ἀνατεμὼν καὶ ἐν τοῖς ἐμβρύοις ἡπατοσκοπούμενος, καὶ πολλὰ παιδία κατασφάξας, ὑπὸ τὰ εἴδωλα κατώρυξεν ὁ φιλείδω λος Ἰουλιανός. πολλὴν δὲ καὶ ἄλλην λογικὴν ἀγέλην ἐκ ποικίλων ἡλικιῶν διαφόροις ὑπέβαλε θανάτοις ἐπ' ὀνόματι Ποσειδῶνος καὶ τῶν λοιπῶν δαιμόνων ὁ δαιμονιώδης καὶ θεομίσητος. Oὐ μὴν δὲ ἀλλὰ καὶ ἵππους λευκούς τε καὶ πυρροὺς ἔθυε, τοὺς μὲν τῷ ἡλίῳ τοὺς δὲ τῷ πυρὶ καὶ τοῖς ἀνέμοις. καὶ πρὸς τούτοις κύνας καὶ πιθήκους καὶ κόρακας καὶ πᾶν σχεδὸν ἑρπετῶν εἶδος καὶ τετραπό δων θηρίων τε καὶ τῶν ἄλλων πτηνῶν καὶ νηκτῶν οὐ διέλειπε κατασφάττων καὶ τελετὰς παντοίας ἐπινοῶν πλείους καὶ χείρους τῶν παρ' Ἕλλησι νενομισμένων, πρὸς τὸ πάντας τοὺς πρὸ αὐτοῦ ἑλληνίσαντας ὑπερακοντίσαι, διὰ τῶν τοιούτων οἰόμενος ὁ ἄθεος 1.528 ἀποθεωθῆναι καὶ θεὸς νομισθῆναι. ἀλλὰ τὰ περὶ τούτου ἐν τῇ τάξει τῆς αὐτοῦ θεοστυγοῦς βασιλείας ὡς οἷόν τε διὰ βραχέων λέξομεν. ὁ δὲ λόγος πρὸς τὰ ἑξῆς βαδιζέτω. Τοῦ Κωνσταντίου τῷ ιθʹ ἔτει, ἐν τῇ ἡμέρᾳ τῆς πεντηκο στῆς, ἐν Ἱεροσολύμοις ἐφάνη τὸ σημεῖον τοῦ ζῳοποιοῦ σταυροῦ ἐν οὐρανῷ, φωτοειδές, τεταμένον ἀπὸ τοῦ Γολγοθᾶ, ἔνθα ἐσταυ ρώθη ὁ Χριστός, ἕως τοῦ ὄρους τῶν ἐλαιῶν, ὅθεν καὶ ἀνελήφθη, κύκλῳ δὲ τούτου στέφανος, ὡς ἶρις τὸ εἶδος ἔχων. τῇ αὐτῇ δὲ ἡμέρᾳ καὶ Κωνσταντίῳ ὤφθη, Κυρίλλου τότε Ἱεροσολύμων ἐπι σκοποῦντος. Τῷ καʹ ἔτει τῆς βασιλείας Κωνσταντίου, τελευτήσαντος Εὐσεβίου τοῦ δυσσεβοῦς Κωνσταντινουπόλεως, κατῆλθον εἰς Ῥώμην πάλιν πρὸς Ἰούλιον τὸν πάπαν καὶ Κώνσταντα τὸν τοῦ βασι λέως Κωνσταντίου ἀδελφὸν Ἀθανάσιος καὶ Παῦλος. οἱ ὀρθόδοξοι τοίνυν Κωνσταντινουπόλεως Παῦλον προβαλόμενοι, ἐπεὶ οἱ Ἀρεια νοὶ Μακεδόνιον ἀντεχειροτόνησαν, συμβάλλουσιν ἀλλήλοις, καὶ πολλοὶ ἀμφοτέρωθεν πίπτουσιν. Ἑρμογένης δὲ ὁ στρατηλάτης παρὰ Κωνσταντίου πεμφθεὶς εἰς τὸ ἐξελάσαι Παῦλον παρὰ τῶν ὀρθοδόξων κτείνεται καὶ εἰς τὴν θάλασσαν ῥίπτεται. τοῦτο ὁ Κωνστάντιος μαθὼν καταλαμβάνει τὴν Κωνσταντινούπολιν, καὶ τὸν μὲν Παῦλον ἐξορίζει, οὐ μὴν δὲ ἐνθρονιάζει Μακεδόνιον. ὕστερον δὲ παρὰ Ἰουλίου Ῥώμης μετὰ γραμμάτων ὁ Παῦλος ἀνελθὼν ἐν Θεσσαλονίκῃ ἐξορίζεται, ὁ δὲ Μακεδόνιος τῇ ἐκκλη 1.529 σίᾳ λῃστρικῶς ἐπιβαίνει, ἐφ' ᾧ καὶ ἀναιροῦνται ἄνδρες τρισχίλιοι ἑκατὸν πεντήκοντα. καὶ οὕτω τῆς ἐκκλησίας Ἀρειανοὶ κρατοῦσι, καὶ Ἀθανάσιος δὲ καὶ Παῦλος τὴν Ῥώμην πάλιν καταλαμβάνουσιν. οἳ καὶ προσελθόντες τῷ Κώνσταντι πάντα διηγή σαντο. ὁ δὲ ἐπὶ τούτοις ἀγανακτήσας γράφει τῷ ἰδίῳ ἀδελφῷ λυπούμενος ἀποδοῦναι Παύλῳ καὶ Ἀθανασίῳ τοὺς ἰδίους θρόνους. Μαγνεντίου δὲ ἐν Γαλλίαις τυραννήσαντος καὶ Κώνσταντα τὸν εὐσεβῆ ἀνελόντος, ἐπεὶ Κωνστάντιος ἐν Ἀντιοχείᾳ ὢν τοῦτο ἔμαθε, παρευθὺ τῆς πόλεως τὸν Παῦλον