195
ἐξορίζει ἐν Κουκουσῷ. κἀκεῖ ὑπὸ τῶν Ἀρειανῶν τῷ ἰδίῳ ὠμοφόρῳ ἀποπνίγεται, καὶ Μακεδό νιος πάλιν τοῦ θρόνου ἐπιλαμβάνεται, ὁ δὲ Ἀθανάσιος πάλιν φυγῇ τὴν σωτηρίαν πραγματεύεται.
Ἰουλιανὸν δὲ τὸν ἀδελφὸν Γάλλου ἐκ τῆς φυλακῆς ἐξαγαγὼν Καίσαρα προβάλλεται καὶ εἰς Γαλλίας ἐκπέμπει, ζεύξας αὐτῷ πρὸς γάμον τὴν ἰδίαν ἀδελφὴν Ἑλένην τὴν καὶ Κωνσταντίαν. γαμετὴ δὲ Κωνσταντίου ἦν Εὐ σεβία ἡ περιώνυμος, ἧς τὸ κάλλος εἰς πᾶσαν ἐξῆλθε τὴν γῆν· ἀλλ' ὁ ταύτης ἀνὴρ μαλθακώτερος ὑπάρχων τοῦ πρέποντος, ἔτι δὲ καὶ νοσηλευόμενος, οὐκ ἠδύνατο θεραπεῦσαι τὴν ἄνθρωπον, ἣ τῷ τῆς νεότητος ἄνθει καὶ τῷ κάλλει τῆς φύσεως ὑπερζέουσα τῷ τῆς μητρομανίας περιέπεσε πάθει, φθίνουσα δὲ κατὰ μικρὸν ἐτελεύτησε, καὶ οὔτε τοῦ κάλλους οὔτε τῆς ἡλικίας οὔτε τῆς βασι λείας ἀπώνατο· τὰ μὲν γὰρ ἄλλα δεύτερ' ἂν πάσχοι γυνή, ἀνδρὸς δ' ἁμαρτάνουσ' ἁμαρτάνει βίου. 1.530 Τῷ κβʹ ἔτει οἱ Ἀρειανοὶ τὸν βασιλέα Κωνστάντιον κατὰ Ἀθανασίου παρέπεισαν ὡς κεφαλικὴν τιμωρίαν αὐτοῦ καταψηφί σασθαι· ἀλλὰ καὶ τότε φυγῇ ὁ ἅγιος τὴν σωτηρίαν ἐπραγματεύ σατο. σεισμοῦ δὲ μεγάλου ἐν Νικομηδείᾳ γενομένου περὶ ὥραν νυκτερινὴν τρίτην, τὴν πόλιν κατέλαβε, καὶ πλήθη πολλὰ διέ φθειρε μετὰ τοῦ ἐπισκόπου Κεκροπίου. Μακεδόνιος τοίνυν τὸν θρόνον τῆς Κωνσταντινουπόλεως κατέχων μετήγαγε τὸ σῶμα τοῦ μεγάλου Κωνσταντίνου εἰς τὸν ἅγιον Ἀκάκιον ἀπὸ τοῦ ναοῦ τῶν ἁγίων ἀποστόλων, πτῶσιν προφασιζόμενος τοῦ ναοῦ· τοῦ δὲ λαοῦ κωλύοντος φόνος γέγονε πολύς, ὥστε πληρωθῆναι τὸ φρέαρ τοῦ μαρτυρίου καὶ τὰς πλατείας καὶ τὴν αὐλὴν αἱμάτων. ὅπερ γνοὺς Κωνστάντιος τοῦτον μὲν καθῄρησε καὶ Εὐδόξιον ἀντικατέστησε, μείζονι κακῷ μέγα κακὸν ἀμειψάμενος. οὗτος ὁ Εὐδόξιος ἐνε καίνισε τὸ δεύτερον τὸν ναὸν τῆς ἁγίας σοφίας διὰ τὸ μετὰ τὸν πρῶτον ἀπαρτισμὸν αὐτοῦ καὶ τὸν ἐγκαινισμὸν τὸν δι' Εὐσεβίου πάλιν πεσεῖν καὶ αὖθις οἰκοδομηθῆναι διὰ τοῦ αὐτοῦ Κωνσταν τίου. ἐπὶ τούτου τοῦ Εὐδοξίου τοῦ μαθητοῦ Εὐνομίου ὁ ἐν ἁγίοις Ἐφραὶμ ὁ Σύρος ἦν, μέγας ἐν ἔργῳ καὶ λόγῳ, ὃς πολλὰ ὠφέλιμα ἐγγράφως καταλέλοιπε. Τῷ κγʹ ἔτει τοῦ Κωνσταντίου Φλαβιανὸς ὁ Ἀντιοχείας τοὺς τῶν ψαλλόντων χοροὺς διελὼν ἐκ διαδοχῆς τὴν ∆αβιτικὴν ἐδίδαξε πρῶτος ᾄδειν μελῳδίαν. μετὰ δὲ τοῦτον Πέτρος ὁ κναφεὺς τυ ραννικῶς τῷ θρόνῳ Ἀντιοχείας ἐπιβὰς πρῶτον ἐπενόησε τὸ μύρον ἐν τῇ ἐκκλησίᾳ ἐπὶ παντὸς τοῦ λαοῦ ἁγιάζεσθαι, καὶ τὴν ἐπὶ τῶν 1.531 ὑδάτων ἐν τοῖς ἁγίοις θεοφανίοις ἐπίκλησιν ἐν ἑσπέρᾳ γίνεσθαι, καὶ ἐν ἑκάστῃ εὐχῇ τὴν θεοτόκον ὀνομάζεσθαι, καὶ ἐπὶ πάσῃ συνάξει τὸ σύμβολον τῆς πίστεως λέγεσθαι, πρότερον τῇ μεγάλῃ παρασκευῇ καὶ μόνον λεγόμενον. Ἀκηκοὼς τοίνυν Κωνστάντιος ὅτι Ἰουλιανὸς ἐν Γαλλίαις ἐν πολέμοις εὐδοκιμήσας ὑπὸ τοῦ στρατοῦ βασιλεὺς ἀνηγορεύθη, ἐν Ἀντιοχείᾳ διάγων διὰ τὸν Περσικὸν πόλεμον ἐξώρμησε κατ' αὐτοῦ, καὶ ἐλθὼν ἐν Μόψου κρήναις τελευτᾷ, μηνὶ Νοεμβρίῳ γʹ, πολλὰ τῆς ἑαυτοῦ ἀγνοίας καταγνούς. ἐβαπτίσθη δὲ τότε ἐν Ἀντιοχείᾳ ὑπὸ Εὐζωΐου τοῦ Ἀρειανοῦ. οὗ τὸ σῶμα Ἰοβιανὸς ὁ μετὰ ταῦτα βασιλεύς, προτίκτωρ τότε ὤν, ἀποκομίσας ἀπέθετο πλησίον τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ἡρώῳ μετὰ Εὐσεβίας τῆς αὐτοῦ πρώτης γυ ναικός. Ἅμα δὲ τῷ ἀναγορευθῆναι Ἰουλιανὸν ἐν Γαλλίαις εὐθὺς ἡ τροῦλλα τῆς ἁγίας τοῦ θεοῦ μεγάλης ἐκκλησίας, φουρνικὴ οὖσα, ἔπεσε, τόν τε ἄμβωνα καὶ τὰς σολέας ἐξ ὀνυχίτου λίθου ὄντα συνέτριψε καὶ εἰς χοῦν ἀπετέλεσε. τοῦτον τὸν ναὸν ἰδὼν μετὰ ταῦτα Ἰουλιανὸς εἶπεν "ἀκμὴν οἱ Χριστιανοὶ ἐκκλησίας ἔχουσιν. ἐὰν ὑποστρέψω ἀπὸ Περσῶν, τὸν μὲν μέσον χορτοβολῶνα τὰ δὲ ἔνθεν κἀκεῖθεν μέρη στάβλους τῶν ἵππων μου ποιήσας ἰδεῖν ἔχω αὐτοὺς ποῦ ἐλπίζουσιν." Ἦν δὲ Ἰουλιανὸς τὸ σῶμα βραχύς, εὐπώγων, μελανόθριξ, ὕπνου καὶ τρυφῆς καὶ ἀφροδισίων ὅτι μάλα ἐγκρατής, φιλοδοξό 1.532 τατός τε καὶ τῷ κατ' εὐσέβειαν τρόπῳ πονηρός. οὗτος μονοκρά τωρ γενόμενος ἀναιδῶς ἑλλήνιζεν, αἵματι θυσιῶν τὸ ἅγιον βά πτισμα