196
ἀποπλυνάμενος, καὶ πάντα ποιῶν οἷς οἱ δαίμονες θερα πεύονται. πέμπει οὖν Ὀριβάσιον τὸν ἰατρὸν καὶ κοιαίστωρα ἐν ∆ελφοῖς ἀνεγεῖραι τὸν ναὸν τοῦ Ἀπόλλωνος. ἀπελθὼν οὖν αὐτὸς καὶ τοῦ ἔργου ἁψάμενος λαμβάνει χρησμὸν παρὰ τοῦ δαί μονος· εἴπατε τῷ βασιλεῖ, χαμαὶ πέσε δαίδαλος αὐλά. οὐκέτι Φοῖβος ἔχει καλύβαν, οὐ μάντιδα δάφνην, οὐ παγὰν λαλέουσαν. ἀπέσβετο καὶ λάλον ὕδωρ. Τῷ πρώτῳ τούτου ἔτει διάδημα περιθεμένου πρὸ τῆς τοῦ Κωνσταντίου τελευτῆς εὐθὺς θεήλατοι ὀργαὶ τὴν Ῥωμαίων γῆν κατειλήφασι. δεῖξαι οὖν θέλων τὸν Κωνστάντιον ἄδικον καὶ παράνομον, ὑποκρινόμενος δικαιοσύνην ὁ ἀσεβὴς τοὺς ἐν ἐξορίᾳ ἐπισκόπους ἀνεκαλέσατο.
Εὐσέβιον δὲ τὸν πρῶτον τῶν βασιλι κῶν εὐνούχων ἀνεῖλεν ὡς δῆθεν ἄδικον. ἐδίωξε δὲ καὶ τοὺς λοι ποὺς εὐνούχους τοῦ παλατίου διὰ τὸ ἀποβαλεῖν τὴν γυναῖκα, ἣν συνῆψεν αὐτῷ Κωνστάντιος ὁ ἀδελφὸς αὐτῆς. ὁμοίως καὶ μαγεί ρους διὰ τὸ λιτὸν τῆς διαίτης, καὶ κουρίσκους διὰ τὸ ἕνα πολλοῖς ἀρκεῖν, ὡς ἔλεγε. τοῦ δὲ δημοσίου δρόμου τάς τε καμήλους καὶ ὄνους καὶ ἡμιόνους ἐξέβαλε, μόνους ἵππους συγχωρήσας ὑπουρ γεῖν διὰ πολλὴν φιλαργυρίαν, ἧς δοῦλος ἦν. τότε οἱ κατὰ ἀνα 1.533 τολὴν Ἕλληνες ἐπαρθέντες εὐθὺς ἐν Ἀλεξανδρείᾳ Γεώργιον τὸν ἐπίσκοπον σύροντες ἀνεῖλον. τότε Ἀθανάσιος πρός τινα παρθέ νον κρυπτόμενος χρόνον πολὺν ἐξελθὼν σύνοδον ἐκρότησε, καὶ τὰ κατὰ Νίκαιαν κυρώσας δόγματα τὰς ἐκκλησίας ἀπέλαβεν. οἱ δὲ Ἀρειανοὶ μετὰ Γεώργιον Λούκιον προεχειρίσαντο ἑαυτοῖς, καὶ ἐν οἴκῳ κοινῷ συνήγοντο. οἱ δὲ Ἕλληνες πολλοὺς Χριστιανοὺς ἀνεσταύρωσάν τε καὶ κατέσφαξαν. καὶ γὰρ ἐν Γάζῃ καὶ Ἀσκά λωνι πρεσβυτέρους καὶ ἀειπαρθένους ἀναιροῦντες ἀνέπτυσσον τὰ σπλάγχνα αὐτῶν καὶ κριθῆς πληροῦντες τοῖς χοίροις παρέβαλλον. ἐν δὲ Φοινίκῃ Κύριλλον διάκονον ἀνελόντες τοῦ ἥπατος αὐτοῦ ἀπε γεύσαντο. ὁ δὲ ἀνατεμὼν τὸν διάκονον καὶ τοῦ ἥπατος αὐτοῦ ἀπογευσάμενος τὴν μὲν γλῶσσαν σαπεῖσαν κατέρρευσε καὶ τοὺς ὀδόντας αὐτοῦ ἀπέβαλε τούς τε ὀφθαλμοὺς ἐπηρώθη καὶ πικρῶς βασανιζόμενος ἐτελεύτησε. καὶ τί δεῖ λέγειν τὰ καθ' ἑκάστην πόλιν καὶ χώραν κατὰ τὸν χρόνον ἐκεῖνον ὑπὸ τῶν Ἑλλήνων γινό μενα; ὑπερβαίνουσι γὰρ καὶ λόγον πάντα καὶ γραφήν. τότε καὶ ὁ μέγας Βασίλειος τῆς Καππαδοκῶν ἐκκλησίας πρεσβύτερος ἦν, καὶ Λιβάνιος ὁ σοφιστὴς καὶ Πρόκλος καὶ Μάξιμος οἱ φιλό σοφοι. Τῷ δευτέρῳ ἔτει ὁ δυσσεβὴς Ἰουλιανὸς ἐνομοθέτει μὴ μετέ χειν Χριστιανοὺς Ἑλληνικῶν μαθημάτων. Ἀπολινάριος δὲ τῇ θείᾳ γραφῇ ὅλῃ χρησάμενος, πάντων τε ποιητῶν τοὺς χαρακτῆρας μιμούμενος, ἔγραψε παιδεύεσθαι παρὰ τῶν Χριστιανῶν. ὁ δὲ 1.534 παραβάτης τὰς τῶν Χριστιανῶν εὐποιίας μιμούμενος ἐκέλευσε ξέ νοις τε καὶ πτωχοῖς τὰ πρὸς τὴν χρείαν χορηγεῖσθαι, ἀπατῶν τοὺς ἁπλουστέρους. ταῖς δὲ εἰκόσιν αὐτοῦ ∆ία καὶ Ἄρεα καὶ Ἑρμῆν συγγράφεσθαι προσέταξε καὶ τοὺς λοιποὺς δαίμονας, τοὺς δὲ ἀναβαλλομένους τὴν τούτων προσκύνησιν ὡς ἐχθροὺς βασιλι κοὺς τιμωρεῖσθαι. τῷ δὲ στρατῷ τὴν ῥόγαν διανέμων πῦρ ἐτίθει καὶ λιβανωτόν, καὶ θυμιᾶν τοὺς στρατιώτας ἠνάγκαζεν. Ἐν Καισαρείᾳ δὲ τῆς Φιλίππου, τῇ νῦν Παναΐδι, ἡ ὑπὸ τοῦ Χριστοῦ θεραπευθεῖσα αἱμόρρους ἀνδριάντα ἔστησε τῷ δε σπότῃ Χριστῷ, καὶ βοτάνη ἐφύετο ὑπὸ τὴν βάσιν τοῦ ἀνδριάντος πάσης νόσου ἀλεξητήριον. τῇ οὖν βοτάνῃ φθονήσας τὸν ἀνδριάντα κατάγει ὁ δείλαιος, καὶ ἀντ' αὐτοῦ ξόανον Ἰουλιανοῦ ἵστησι. καὶ τὸν μὲν τοῦ σωτῆρος ἀνδριάντα οἱ Χριστιανοὶ λαβόντες εἰς ἐκκλη σίαν ἔθεντο, τὸν δὲ τοῦ Ἰουλιανοῦ πῦρ κατελθὸν ἐκ τοῦ οὐρανοῦ ἀνάλωσεν.
Ἐν δὲ Νικοπόλει τῆς Παλαιστίνης τῇ Ἐμμαοῦς πηγή ἐστι παντοίων παθῶν ἀνθρώπων τε καὶ κτηνῶν ἴασις· ἐν αὐτῇ γάρ φασι τὸν κύριον καὶ θεὸν ἡμῶν τοὺς πόδας ἀπονίψασθαι ἐξ ὁδοι πορίας. ἐν Ἑρμουπόλει τῆς Θηβαΐδος δένδρον ἵσταται περσέα· ταύτης φύλλον ἢ κάρφος εἰ λάβοι τις, πρὸς πᾶσαν νόσον ἐστὶν ἰάσιμος· ὅπερ