197
δένδρον, φασί, κλιθὲν προσεκύνει τῷ Χριστῷ, ἡνίκα πρὸς Αἴγυπτον ἔφευγε, καὶ σκιὰν αὐτῷ πεποίηκε. καὶ τῇ μὲν πηγῇ φθονήσας κατέχωσε, τὸ δὲ δένδρον ἔκοψεν. οὗτος ὁ 1.535 μιαρὸς τὴν τοῦ προδρόμου θήκην ἀνοίξας πυρὶ τὰ λείψανα παρα δέδωκε καὶ τὴν κόνιν διελίκμησε. Φασὶ δὲ ὅτι ἐν τῇ κατὰ τὴν Καισάρειαν τῆς Φιλίππου, ἐν τῇ ἀρκτῴᾳ θέσει τῆς φάραγγος, ῥίζαν γίνεσθαι φλογοειδῆ, ἣν καλοῦσι βατταρῖτιν, ἀφ' ἧς περὶ τὴν ἑσπέραν ἐξαστράπτον φῶς ἀπροσπέλαστον εἶναι καὶ ἀπρόσιτον παρασκευάζει διὰ τὸ παρα χρῆμα τὸν ἐγγίζοντα ἀποθνήσκειν. κυκλόθεν οὖν αὐτῆς περιο ρύξαντες κύνα δεσμοῦσιν ἐκ τῆς ῥίζης αὐτῆς. ὁ κύων δὲ τοῖς αὐτοῦ δεσπόταις ἕπεσθαι ἱέμενος ἐπὶ πολὺ σύρων ἀνασπᾷ τὴν ῥίζαν. καὶ αὐτὸς μὲν θνήσκει παραυτά, τὴν ῥίζαν δὲ περιά πτοντες τοὺς δαιμονιζομένους θεραπεύουσι. καὶ ἐν τῇ Γαλιλαίᾳ δέ φασι πόλιν εἶναι πάραλον· ταύτης ἀπὸ σταδίων δύο διαρρεῖ ποταμός. οὗτος ἔχει τόπον ἐν αὐτῷ νησοειδῆ, ὡσεὶ πηχῶν ἑκα τὸν τὸ περίμετρον, οὗ ἡ ἀργὴ ψάμμος διὰ τῶν ἀνέμων ἐκφερο μένη εἰς ὕελον εὐθὺς μεταποιεῖται· καὶ ταύτης ἀφαιρουμένης πά λιν αὖθις ἀναπληροῦται. ∆ιερχόμενον δὲ τὸν Ἰουλιανὸν τὴν Χαλκηδόνος πόλιν, Μά ρις ὁ ταύτης ἐπίσκοπος πολλὰς ὕβρεις τῷ Ἰουλιανῷ εἰς τὸν τῆς Τύχης ναὸν θύοντι κατὰ πρόσωπον ἐπήγαγε, παραβάτην ἀποκα λῶν καὶ ἀλάστορα καὶ τῆς τοῦ θεοῦ δόξης ἀλλότριον. ὁ δὲ ἅτε φιλόσοφον προσποιούμενος ἑνὶ τὸν Μάριν ὠνείδισε λόγῳ, "ἄπελθε" λέγων, "ταλαίπωρε, καὶ ἀποθρήνει τὴν σαυτοῦ τύφλωσιν· οὐδὲ γὰρ ὁ Ναζωραῖος, ὃν σὺ προσκυνεῖς, τοῦ πάθους ἰάσατο." ἦν γὰρ ὁ Μάρις ἐπίχυσιν πεπονθώς. ὁ δέ φησι πρὸς τὸν παραβάτην 1.536 "εὐχαριστῶ τῷ δεσπότῃ μου Χριστῷ τοῦτό μοι προνοησαμένῳ, ἵνα μὴ τὸ ἀναιδέστατον καὶ ἀσεβέστατόν σου θεάσωμαι πρόσω πον." Οὗτος τὸν μέγαν Ἀθανάσιον τῆς ἐκκλησίας ἐξελθεῖν ἐκέ λευσε, τῶν Ἑλλήνων αὐτὸν παροξυνάντων. ὁ δὲ ἐξερχόμενος θαρρεῖν εἶπε Χριστιανοῖς τοῖς ὑπὲρ αὐτοῦ δακρύουσι· "θαρ σεῖτε," φησί, "λαὸς τοῦ Χριστοῦ· νεφύδριόν ἐστι, καὶ παρέρ χεται."
∆ιάγων δὲ Ἰουλιανὸς ἐν Ἀντιοχείᾳ, καὶ συνεχῶς ἐν ∆άφνῃ ἀνιὼν καὶ τὸ τοῦ Ἀπόλλωνος θεραπεύων εἴδωλον (ἦν γὰρ ἐκεῖσε θαυμαστὸν ἔργον Βρύξιδος ἀγαλματοποιοῦ, ὃ μήτις ἄλλος ἴσχυ σεν ἐκμιμήσασθαι), παρ' αὐτοῦ χρησμὸν ἐζήτει, ἀλλ' οὐδεμιᾶς ἀποκρίσεως ἔτυχε. νομίσας δὲ ὅτι διὰ τὰ ἐν τῇ ∆άφνῃ ἀποκεί μενα λείψανα τοῦ ἁγίου ἱερομάρτυρος Βαβύλα ἀποσιωπᾷ, ἐκέ λευσεν ἅπαντα μετατεθῆναι. οὗ γενομένου ἀθρόως πῦρ ἐκ τοῦ οὐρανοῦ κατελθὸν ἐκείνῃ τῇ νυκτὶ τόν τε ναὸν κατέφλεξε καὶ τὸ τοῦ Ἀπόλλωνος ἄγαλμα, ὥστε μηδὲ ἴχνος αὐτοῦ φανῆναι. ἐκπλαγεὶς οὖν ἐπὶ τούτῳ ὁ μιαρός, καὶ νομίσας κατ' ἐπιβουλὴν Χριστιανῶν γενέσθαι, ἐπ' ἐξέτασιν τῶν ἱερέων ἐχώρει. καὶ παντοίως τιμω ρησάμενος ὥστε καί τινας αὐτῶν ἀποθανεῖν, τοῦτο μόνον ἤκουσε παρ' αὐτῶν, ὅτι οὔτε ὑπὸ Χριστιανῶν οὔθ' ὑπὸ ἄλλης ἀνθρω πίνης ἐπιβουλῆς, ἀλλ' ἐκ τοῦ οὐρανοῦ πῦρ κατελθὸν ἐνέπρησε καὶ τὸν ναὸν καὶ τὸ ἄγαλμα. θυμωθεὶς οὖν ὁ παραβάτης καὶ θεο μάχος τὴν μεγάλην ἐκκλησίαν Ἀντιοχείας ἀπέκλεισε καὶ πάντα τὰ 1.537 ἱερὰ ἐσύλησε. τῶν δὲ ἀποσταλέντων κομήτων Φήλικος καὶ Ἰου λιανοῦ τοῦ θείου αὐτοῦ λεγόντων ὅτι ἐνομίζομεν ἐποπτικήν τινα εἶναι δύναμιν τὴν κωλύσασαν ἡμᾶς, ὁ μιαρὸς ἐπετώθαζεν. Ἀρτέμιος δὲ ὁ δοὺξ Ἀλεξανδρείας, ἐπειδήπερ ἐπὶ τοῦ Κων σταντίου ζῆλον πολὺν ἐνεδείξατο ἐν Ἀλεξανδρείᾳ κατὰ τῶν εἰδω λολατρούντων, ἐδημεύθη τὴν κεφαλὴν ἀποτμηθεὶς μετὰ πολλὰς βασάνους ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως. ὁμοίως δὲ καὶ δύο πρεσβύτεροι, Εὐγένιος καὶ Μακάριος. Τῷ τρίτῳ ἔτει τούτου πολλοὺς τιμωρησάμενος καὶ μάρτυ ρας ποιήσας, καὶ τὸν τῶν Ἰουδαίων ναὸν οἰκοδομηθῆναι προσέ ταξε. καὶ τοῦ ἔργου ἐγχειρισθέντος, τὰ μὲν πρῶτα λαῖλαψ τήν τε ἄσβεστον ἐξεφόρησεν ὑπὲρ μυριάδας εἴκοσι μοδίων οὖσαν, τῶν δὲ Ἰουδαίων ἔτι τῷ ἔργῳ ἐπιχειρούντων πῦρ ἐξελθὸν τῶν θεμε λίων τούτους κατέκαυσε, καὶ οὕτω