198
τοῦ ἔργου ἐπαύσαντο. οὗτος ὁ δυσσεβὴς καὶ τὴν τῶν θείων εὐαγγελίων ἀνατροπὴν ἔγραψεν· ἣν ὁ μέγας Κύριλλος Ἀλεξανδρείας καὶ ἄλλοι φιλόχριστοι ἐπηνωρ θώσαντο. καὶ πᾶσαν δὴ ἄλλην γραφὴν αὐτός τε καὶ οἱ ὅμοιοι αὐτοῦ διέβαλον· ὑπὸ δὲ τῶν ὀρθοδόξων ἐξεβλήθησαν τὰ τούτων νοθεύματα. Ἐπὶ τούτοις ὤφθη ὁ θεῖος σταυρὸς ἐν τῷ οὐρανῷ φωτοει δῶς κυκλούμενος ὑπὸ στεφάνου φωτεινοῦ, ἀπὸ τοῦ Γολγοθᾶ ἕως τοῦ ἁγίου ὄρους τῶν ἐλαιῶν, λαμπρότερος μᾶλλον ἢ ἐπὶ Κων σταντίου· αὐτομάτως δὲ τοῖς ἁπλώμασι τῶν θυσιαστηρίων καὶ 1.538 βίβλοις καὶ ἄλλοις ἐσθήμασιν, ἀλλὰ καὶ ἐν ἱματίοις οὐ μόνον Χριστιανῶν ἀλλὰ καὶ Ἰουδαίων, ἐπεπόλαζε τὸ σημεῖον τοῦ σταυροῦ, οὐ μόνον ἐν Ἱεροσολύμοις ἀλλὰ καὶ ἐν Ἀντιοχείᾳ καὶ ταῖς ἄλλαις πόλεσι· καὶ ὃν ἀναισχύντως ἠπίστουν Ἰουδαῖοι καὶ Ἕλληνες, εὕρισκον ἐν τοῖς ἱματίοις αὐτῶν. ἔν τισι δὲ καὶ ἐμελάνιζον.
Ἰουλιανὸς δὲ μαντείαις καὶ θυσίαις καὶ ἐπῳδαῖς δαιμόνων καὶ ἀπάταις φραξάμενος, ὡς φησὶν Ἀγαθίας, κατὰ Περσῶν ἐστρά τευσεν, ὅτε καὶ χρησμὸν ἔλαβεν ἔχοντα οὕτως "νῦν μὲν πάντες ὡρμήθημεν θεοί, νίκης τρόπαια κομίσασθαι παρὰ θηρὶ ποταμῷ. τῶν δὲ ἐγὼ ἡγεμονεύσω θοῦρος πολεμόκλονος Ἄρης." ἐν δὲ τῷ εἰσιέναι αὐτὸν ἐπὶ Περσίδα, ἐν οἰκίᾳ τινὸς γυναικὸς Χριστιανῆς εὑρέθη ὑδρίσκη ὕδατος ἑστῶσα πλήρης, ἥτις καὶ ἀθρόως εἰς οἶνον γλυκὺν βράζοντα μετεβλήθη. ἴσως δὲ τοῦτο σύμβολον ὦπται τῆς ἐπὶ τὸ ἥδιστον τῶν πραγμάτων μεταβολῆς διὰ τὴν τοῦ τυράννου μετὰ μικρὸν καταστροφήν. στρατεύσας γὰρ ἐπὶ Πέρσας ἐδελεάσθη ὑπό τινων αὐτομόλων ἐμπρῆσαι τὰς ναῦς. εἶτα δι' ἐρημίας καὶ ἀνωμάλων χωρίων τὴν πορείαν ποιούμενος ἐφ' ἱκανόν, πάντων ἀπολελοιπότων τῶν χρειωδῶν καὶ τῶν ἀναγκαίων, καὶ πολλὰ ταλαιπωρησάντων τῶν μετ' αὐτοῦ, ἐπειδὴ καιρὸς τοῦ πο λέμου ἀφίκετο, περιερχόμενος ἀνὰ τὸ στρατόπεδον καὶ διατασσό μενος ἐπλήγη δόρατι ἀφανῶς εἰς τὰ ὑποχόνδρια, ὥστε ἀνοιμῶξαι αὐτόν. καὶ τῇ χειρὶ τοῦ αἵματος λαβόμενος ἔρραινεν εἰς τὸν ἀέρα, λέγων "νενίκηκας, Χριστέ· κορέσθητι Ναζωραῖε." καὶ οὕτως 1.539 τὴν μιαρὰν αὐτοῦ ψυχὴν ἀπέρρηξε, πολλὰ δυσφημήσας εἰς τοὺς ἑαυτοῦ θεούς, ἀπατεῶνας καὶ πλάνους καὶ ψεύστας ἀποκαλῶν. οὗ τὸ δύστηνον σῶμα ἀπεκομίσθη ἐν Κωνσταντινουπόλει, καὶ ἐτέθη ἐν λάρνακι πορφυρᾷ κυλινδροειδεῖ, ἐν ᾧ ἐπέγραψεν ἐλε γεῖον τόδε· Κύδνῳ ἐπ' ἀργυρόεντι, ἀπ' Εὐφρήταο ῥοάων Περσίδος ἐκ γαίης, ἀτελευτήτῳ ἐπὶ ἔργῳ κινήσας στρατιάν, τόδ' Ἰουλιανὸς λάχε σῆμα, ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής. τοῦ δὲ μετ' αὐτὸν βασιλεύσαντος Ἰοβιανοῦ τὴν ἁλουργίδα ὄπισθεν περιπατοῦντος ἀκουσίως πατήσαντος ἐν τῷ ἐπικλινῆ τινὰ κατιέ ναι τόπον, ἐπιστραφεὶς Ἰουλιανὸς καὶ τὸ συμβὰν κρίνας αὐτὸν μετ' ἐκεῖνον τῆς βασιλείας κρατήσειν ἔφη· εἶθε, κἂν γοῦν ἄν θρωπος. Ἰοβιανὸς ἐβασίλευσε μῆνας θʹ ἡμέρας ιεʹ. οὗτος χιλίαρχος ἦν, ἀνὴρ πραότατος καὶ ὀρθόδοξος Χριστιανός, ὃς ὑπὸ παντὸς τοῦ στρατοῦ βασιλεὺς ἀνηγορεύθη ἐν ᾧ τόπῳ ὁ παραβάτης ἀνῃ ρέθη. ἦν δὲ τὴν ἡλικίαν εὐμήκης, ὥστε μηδὲ ἓν τῶν βασιλικῶν ἱματίων ἁρμόζειν αὐτῷ. μετὰ μίαν δὲ συμβολὴν τοῦ πολέμου εἰρήνη ὡς ἀπὸ θεοῦ συμφώνως ἀνεβοήθη ὑπό τε Ῥωμαίων καὶ Περσῶν, καὶ ὡρίσθη ἔτη λʹ. ὁ δὲ παρῃτεῖτο τὴν βασιλείαν, λέγων μὴ δύνασθαι αὐτὸν ἄρχειν στρατοῦ ἑλληνίσαντος. πρὸς ὃν πάντες ὁμοφώνως ἐβόησαν "Χριστιανοί ἐσμεν, αὐτοκράτωρ τρισαύγουστε." ὅθεν νόμους ἐξέπεμψεν εἰς πᾶσαν τὴν ὑπὸ Ῥω 1.540 μαίων γῆν εἰς περιποίησιν τῶν τοῦ θεοῦ ἐκκλησιῶν, καὶ τοὺς ἐν ἐξορίᾳ Χριστιανοὺς ἀνεκαλέσατο, γράψας καὶ τῷ ἱερῷ Ἀθανασίῳ σημᾶναι αὐτῷ ἐγγράφως τῆς ἀμωμήτου πίστεως τὴν ἀκρίβειαν· οὗ γενομένου βεβαιότερος εἰς ὀρθοδοξίαν γέγονεν. οὗτος ὑποστρέ ψας ἐν Ἀντιοχείᾳ πολλὰς κιβωτοὺς ἐν τοῖς βασιλείοις εὗρε κεφαλῶν ἀνδρῶν πεπληρωμένας, πολλὰ δὲ φρέατα νεκρῶν σωμάτων ἀν θρωπίνων πλήρη· καὶ γὰρ μυρίας μὲν γυναῖκας κατὰ γαστρὸς ἐχούσας ἀνατεμὼν ὁ Ἰουλιανὸς ἐν τοῖς αὐτῶν