199
ἐμβρύοις ἡπατοσκό πει, καὶ παιδία δὴ πολλὰ κατασφάττων ὑπὸ τὰ εἴδωλα κατώρυτ τεν. οὐ μόνον δὲ ἀλλὰ καὶ ἵππους λευκοὺς καὶ πυρροὺς καὶ ζῴων εἴδη πολλὰ τῷ τε ἡλίῳ καὶ πυρὶ καὶ τοῖς ἀνέμοις καὶ πᾶσιν αὐτοῦ τοῖς δαιμονίοις ὁ ἐνάγιστος ἔθυεν. ὅθεν οὐδὲν ἄπιστον καὶ τα φέντα τοῦτον τῆς γῆς ἀναρρίπτεσθαι. διὸ καὶ ἀκαθάρτων ζῴων ὀστέοις συμμίξαντες αὐτὸν κατέθαψαν, τὴν πρὸς θεὸν καὶ ἀν θρώπους ἀλλοτρίωσιν αὐτοῦ δεικνύντος τοῦ πράγματος. ἐξ Ἀν τιοχείας δὲ Ἰοβιανὸς ἐπὶ Κωνσταντινούπολιν ὁρμώμενος, ἐλθὼν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας ὕπατος προῆλθε. φθάσας δὲ ἐν προα στείῳ ∆αδαστανᾶ ἐκοιμήθη ἐν οἰκίσκῳ νεωστὶ κεκονιαμένῳ, τῆς δὲ ἀσβέστου βαρὺν ἀτμὸν ἀναδιδούσης αἰφνίδιον ἐτελεύτησεν, ἀποπνιγεὶς ἀπὸ τῆς καύσεως. ὡς δέ τινες γράφουσι, μύκητα πεφαρμαγμένον φαγὼν ἀπέθανεν. τούτου γυνὴ Χαριτώ, ἥτις οὐδὲ βασιλέα αὐτὸν ἐθεάσατο. Οὐαλεντινιανὸς ἀνηγορεύθη ἐν Νικαίᾳ τῆς Βιθυνίας παρὰ 1.541 τοῦ στρατοῦ, ὃς ἐβασίλευσεν ἔτη ιγʹ, διὰ τὸ εὐδοκιμῆσαι αὐτὸν ἐν τῇ ὁμολογίᾳ ὡς Χριστιανὸν ἐπὶ Ἰουλιανοῦ καὶ ἐξορισθῆναι. ἦν δὲ τῷ σώματι εὐμεγέθης, τὴν χροιὰν ἐρυθρός, τὴν τρίχα τῆς κεφαλῆς ἐπίξανθον ἔχων, τοὺς ὀφθαλμοὺς ὡραίους, μικρὸν ἐπι γλαυκίζοντας, ὡς λέγειν πολλοὺς παρόμοιον εἶναι τῷ ∆αβίδ, καθὼς φησὶν ἡ γραφὴ περὶ ἐκείνου "καὶ αὐτὸς ἦν πυρράκης μετὰ κάλλους ὀφθαλμῶν." οὗ καὶ τὸ αὐστηρὸν διὰ τὸ δίκαιον ἐπῃ νεῖτο καὶ ἐθαυμάζετο· οὐ γὰρ ἄνευ λόγου τὸ αὐστηρὸν ἐκέκτητο, ἀλλ' ἀεὶ τῷ δικαίῳ τὰ πρῶτα παρεῖχεν, ὑπ' οὐδενὸς ἐκ τούτου περιτρεπόμενος, οὐδὲ μετατιθέμενος ἐξ ὧν ἅπαξ ἐβουλεύσατο. μετὰ δὲ τὸ εἰσελθεῖν εἰς τὸ Βυζάντιον, ἐπεί τινες ἠξίουν συγκοι νωνὸν προσειληφέναι τῆς βασιλείας, ἔφη "λήψομαι ὃν ἂν ἐθέλω κοινωνόν." πρὸς ὃν ∆αγλάϊφος συγκλητικὸς ἀπεκρίνατο "εἰ τοὺς σοὺς φιλεῖς, ἔχεις ἀδελφόν· εἰ δὲ τὴν πολιτείαν, σκόπησον ὅτῳ ἂν τὴν ἁλουργίδα περιβαλεῖς." ὁ δὲ τῇ φύσει μᾶλλον πιστεύσας τὸν ἀδελφὸν Οὐάλεντα προσελάβετο, καὶ βασιλέα ποιήσας τὰ ἀνατολικὰ μέρη αὐτῷ ἀπένειμεν, αὐτὸς δὲ κατέσχε τὰ δυτικά.
Τῷ πρώτῳ ἔτει αὐτοῦ Οὐαλεντινιανὸς ὁ Αὔγουστος Γρα τιανὸν τὸν υἱὸν αὐτοῦ ἀνηγόρευσε. συνόδου δὲ ἐν Λαμψάκῳ γε νομένης καὶ τὰ τῶν Ἀρειανῶν ἀκυρωσάσης, ἐπεὶ Οὐάλης ὁ δυσ σεβὴς Ἀρειανὸς διάπυρος ἦν, τὰ ἐν Λαμψάκῳ πραχθέντα ἀνέ τρεψε καὶ τοὺς συνελθόντας ἐκεῖσε ἐπισκόπους ἐξώρισεν, Εὐδο ξίῳ δὲ ὁμόφρονι αὐτοῦ τὰς τῆς Κωνσταντινουπόλεως ἐκκλησίας παρέδωκεν· οἱ δὲ ὀρθόδοξοι οὔτε ποιμένα οὔτε ἐκκλησίαν εἶχον. 1.542 πρὶν ἢ βασιλεῦσαι Οὐαλεντινιανόν, παρὰ Σαλουστίου τινὸς ἐχρη ματίσθη· ὁ δὲ ὑπέσχετο μηδενὸς ἀποτεύξεσθαι ὧν ἐκεῖνος δέοιτο. γενομένου δὲ βασιλέως καὶ ἀπαιτουμένου ὑπ' αὐτοῦ τὴν ἐπαρχίαν, "χρῆν" ἔφη "μὴ δεῖν τὴν τῶν ἐπαγγελιῶν φυλάττεσθαι πίστιν, ὅταν τοῦτο βλάβην φέρῃ τῇ πολιτείᾳ." τούτῳ τῷ ἔτει ἐγεννήθη παιδίον νεκρὸν θηλυκὸν ἔξω τῆς πόλεως Ἀντιοχείας, ἔχον δύο κεφαλάς, διωρισμένας ἀπὸ τοῦ τραχήλου. Τῷ δευτέρῳ ἔτει τῆς βασιλείας Οὐαλεντινιανοῦ Λιβέριος ἐπίσκοπος Ῥώμης, Ἀθανάσιος Ἀλεξανδρείας, Μελέτιος Ἀντιχείας καὶ ὁ Σαμοσάτων Εὐσέβιος τῆς ἐξορίας ἀνακληθέντες ἐν τῷ ὀρθῷ λόγῳ διέπρεπον. τῶν δὲ Ἀρειανῶν προΐστανται ἐν Ἀλεξανδρείᾳ Λούκιος Ἀντίοχος καὶ Εὐζώϊος. Παυλῖνος δὲ τοῦ ἑνὸς μέρους τῶν ὀρθοδόξων εἰς δύο διῃρημένων, καὶ τοῦ ἄλλου Με λέτιος προΐσταντο. Τῷ τρίτῳ ἔτει Προκόπιος ἀντῆρεν, ἀνεψιὸς Ἰουλιανοῦ, καὶ ἐπὶ Νακωλίας ἐλθὼν καὶ πλείστῳ στρατῷ φραξάμενος φόβον ἐνε ποίησε τῷ Οὐάλεντι. καὶ τὸν κατὰ τῶν ἐκκλησιῶν διωγμὸν ἀνῆ κεν πρὸς βραχύ, ἕως Προκόπιον προέδωκαν οἱ ἴδιοι στρατηγοὶ Ἄγγελος καὶ Γόμαρις. καὶ τὸν μὲν Προκόπιον εἰς δύο καταδε θέντα δένδρα βιαίως κατεμερίσατο, τοὺς δὲ αὐτὸν προδόντας ἔπρισε κατὰ δίκαιον κρῖμα τοῦ θεοῦ, ὅτι ἀναξίῳ εὐνόησαν. τότε καὶ Χαλκηδόνος τὰ ὑπολειφθέντα τείχη καθεῖλεν, ὑπερ ασπιζομένων τῶν Χαλκηδονίων τοῦ Προκοπίου· ὧνπερ κατα 1.543