200
λυομένων εὑρέθη εἰς τὰ θεμέλια ἐπὶ πλακῶν γεγραμμένος χρησμὸς οὗτος. ἀλλ' ὅτε δὴ νύμφαι ἱερὴν κατὰ ἄστυ χορείην τερπόμεναι στήσονται ἐϋστεφέας κατ' ἀγυιὰς καὶ τεῖχος λουτροῖσι πολύστονον ἔσσεται ἄλκαρ, δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων, ἄγρια, μαργαίνοντα, κακὴν ἐπιειμένα ἀλκήν, Ἴστρου Κιμμερίοιο πόρον διαβάντα σὺν αἰχμῇ καὶ Σκυθικὴν ὀλέσει χώραν καὶ Μυσίδα γαῖαν. Θρηϊκίης δ' ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν αὐτοῦ κεν βιότοιο τέλος καὶ πότμον ἐπίσποι. καὶ δὴ εἶχεν ἅπαντα οὕτως. ὡς δὲ μετὰ τὴν νίκην Προκοπίου ἐπανῆλθεν Οὐάλης, φιλοτιμεῖται τὴν πόλιν ὑδάτων πλήθει, κα τασκευασάμενος ὁλκὸν ὃν Οὐάλεντα ὠνόμασε. καὶ ὁ τότε τῆς πόλεως ἔπαρχος τὴν ἐκ τοῦ γεγονότος τῇ πόλει χαρὰν ἐπιδεικνύς, νυμφαῖον κατασκευασάμενος ἐν τῷ Ταύρῳ τῷ μεγέθει τῆς πόλεως ἄξιον, ἱερομηνίαν ἐπετέλεσεν, εὐωχήσας ἅπαντα τὸν λαόν. καὶ τούτοις οὐ μακρὰν τὰ ἐκ τῶν βαρβάρων ἠκολούθησεν ἔθνη, καθὼς τὸ γράμμα ἐχρησμολόγησεν, ἐπιχυθέντων μὲν τῇ Θρᾴ κων, μετὰ δὲ ταῦτα δαπανηθέντων περὶ αὐτήν. καὶ πάλιν κατὰ τῶν ἐκκλησιῶν Οὐάλης κινεῖται. σεισμὸς δὲ γέγονε καθ' ὅλης τῆς γῆς μέγας, ὡς καὶ ἐν Ἀλεξανδρείᾳ πλοῖα προσωρμισμένα τῷ αἰγιαλῷ ἐπάνω γενέσθαι τῶν μεγάλων τειχῶν. ναυτικοὶ δέ τινες 1.544 ἐξηγήσαντο ὡς κατ' ἐκείνην τὴν ὥραν μέσον τοῦ Ἀδρία πελάγους πλεόντων εἰς τοὔδαφος καθίσαι τὰ πλοῖα, καὶ μετὰ βραχὺ πάλιν ἐλθεῖν τὸ ὕδωρ, καὶ οὕτω πλεῦσαι.
Τῷ δʹ ἔτει τὸν ἀγωγὸν τοῦ ὕδατος οἰκοδομεῖ ὃν Οὐαλεντι νιανὸν ὠνόμασε. τούτῳ τῷ Οὐαλεντινιανῷ γυνὴ προσῆλθε, Βε ρενίκη λεγομένη, λέγουσα ὑπὸ Ῥοδανοῦ πραιποσίτου διαρπαγῆναι τὴν οὐσίαν· οὓς κρίνας ὁ βασιλεὺς ἀποδοθῆναι αὐτῇ τὰ ἴδια προσέταξε. τοῦ δὲ πραιποσίτου μὴ πειθομένου προσῆλθεν ἡ γυνὴ τῷ βασιλεῖ ἐπὶ ἱπποδρομίου, καὶ τὴν ἀπείθειαν ἐξεῖπε τῷ βασιλεῖ. κελεύει οὖν ὁ βασιλεὺς πυρὰν ἐν τῇ σφενδόνῃ ἀναφθῆναι καὶ τὸν πραιπόσιτον αὐτοῖς ἀμφίοις ἐν αὐτῇ κατακαῆναι, τῇ δὲ γυναικὶ τὴν οὐσίαν αὐτοῦ πᾶσαν ἀποδοθῆναι. Τῷ εʹ ἔτει Οὐαλεντινιανοῦ χείρονα διωγμὸν Οὐάλης μετὰ Εὐδοξίου τοῦ ἀσεβοῦς ὑπὲρ τῶν Ἑλληνιστῶν πρὸς τοὺς ὀρθοδόξους ἐποίησε. Καὶ τῷ ʹ ἔτει πρεσβείαν ἀπέστειλαν οἱ ὀρθόδοξοι πρὸς Οὐάλεντα, ἄνδρας ἱερατικοὺς πʹ· οὓς πάντας σὺν τῷ πλοίῳ ὑφαφθῆναι Οὐάλης ἐκέλευσε, καὶ πάντες σὺν τῇ νηῒ κατεφλέ χθησαν, μέχρι ∆ακιβύζων τοῦ πλοίου διαρκέσαντος. Ἐν δὲ τῷ ζʹ ἔτει Οὐάλης ὁ μιαρὸς τοῖς Ἕλλησιν ἄδειαν δέ δωκε θυσίας καὶ πανηγύρεις ἐπιτελεῖν. ὡσαύτως καὶ Ἰουδαίους ἐτίμα. μόνους δὲ τοὺς ὀρθοδόξους καὶ τὰ τῆς ἀποστολικῆς ἐκ κλησίας ἦν δεινῶς διώκων. 1.545 Τῷ ηʹ ἔτει Οὐαλεντινιανοῦ ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἐλθὼν 1.545 Οὐάλης πάνδεινα κακὰ τοῖς ὀρθοδόξοις ἐνεδείξατο, πολλοὺς μὲν ἀνελὼν μαχαίρᾳ, ἄλλους ἀποπνίξας εἰς τὸν παραρρέοντα Ὀρόν την ποταμόν. ὡσαύτως δὲ καὶ ἐν Ἐδέσσῃ τὸ πλῆθος τῶν ὀρθο δόξων συλλαβὼν ἐφόνευσε. καί τις γυνὴ ὀρθόδοξος τὸ ἴδιον τέ κνον ἕλκουσα σπουδῇ ἔλεγε "δεῦρο τέκνον, καιρὸς μαρτυρίας· μαρτυρήσωμεν ὑπὲρ τοῦ Χριστοῦ." τοῦτο τὸν Οὐάλεντα ᾔσχυνε καὶ τὸ ἄλγος ἐκώλυσε, θεοῦ δηλαδὴ τοῦτο οἰκονομήσαντος. ὁμοίως καὶ ἐν Καππαδοκίᾳ τὰς ἐκκλησίας Ἀρειανοῖς παραδοῦναι ἐσπούδασε, τῆς ἐναντιώσεως δραξάμενος ἧς ἔσχε παρὰ τοῦ μεγά λου Βασιλείου Ἰουλιανός, πρεσβυτέρου τότε τυγχάνοντος τῆς ἐκ κλησίας Καισαρείας, καὶ Εὐσεβίου τοῦ ἐπισκόπου διεγείροντος εἰς ζῆλον ὀρθοδοξίας. Τῷ δὲ θʹ ἔτει τοῦ πολυάθλου Ἀθανασίου πρὸς κύριον ἐκδη μήσαντος, ἐπισκοπήσαντος ἔτη μʹ, ἐν διωγμοῖς δὲ καὶ τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι, Πέτρος τὴν ἐπισκοπὴν διεδέξατο, ὃν οἱ Ἀρεια νοὶ ἀπήλασαν. τότε πολλοὶ τῶν ὀρθοδόξων ἀθέως ᾐκίσθησαν, πολλοὶ δὲ καὶ ἐν βασάνοις ἐτελειώθησαν. τῷ δ' αὐτῷ ἔτει καὶ ὁ μέγας Βασίλειος τῆς Καισαρέων ἐπεσκόπησεν ἐκκλησίας, τοῦ Εὐσεβίου εὐσεβῶς κοιμηθέντος. Τῷ ιʹ ἔτει Ἀμβρόσιος μετὰ Εὐδόξιον τῆς ἐκκλησίας Μεδιο λανῶν ἡγήσατο, Οὐαλεντινιανοῦ τοῦ βασιλέως