201
ἐκεῖσε διάγοντος. καὶ γὰρ τὸν Ἀμβρόσιον ἐπὶ τῷ διαλῦσαι τῶν ἀμφισβητουμένων 1.546 αἱρετικῶν τὰς ἔριδας ἀποσταλέντα, ἔτι κατηχούμενον ὄντα, ἐξαι τησάμενος ὁ λαὸς ἐβάπτισε καὶ ἐπίσκοπον Μεδιολανῶν ἐποίησεν. ὅπερ ἀκούσας Οὐαλεντινιανὸς ὁ βασιλεύς "χάρις σοι" ἔφη, "ὦ δέσποτα θεὲ παντοκράτωρ καὶ σῶτερ ἡμέτερε, ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν σώματα σὺ δὲ ψυχὰς ἀνθρώπων ἐνεχείρισας, καὶ ταύτῃ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας." τῆς δὲ δύσεως πάσης τριάδα ὁμοούσιον πρεσβευούσης ᾐτήσαντο Οὐαλεντινιανόν, καὶ ἐποίησε σύνοδον ἐν τῷ Ἰλλυρικῷ, καὶ τὴν ἐν Νικαίᾳ πίστιν ἐκύ ρωσεν. ἴδικτον δὲ ἔγραψεν Οὐαλεντινιανὸς τοῖς ἐν Ἀσίᾳ καὶ Φρυγίᾳ καὶ πᾶσι τοῖς ἐν τῇ ἀνατολῇ ἐπισκόποις, ἐμμένειν τοῖς ὡρισμένοις παρὰ τῆς συνόδου παρεγγυώμενος, κοινωνοὺς αὐτοῦ καὶ Οὐάλεντα τὸν ἀδελφὸν καὶ Γρατιανὸν τὸν υἱὸν προσλαβόμε νος ἐν τῷ ἰδίκτῳ. τότε καὶ Γρηγόριος ὁ θεολόγος τῆς Κωνσταν τινουπόλεως ἐκκλησίας προέστη, ταῖς Βασιλείου καὶ Μελετίου καὶ τῶν λοιπῶν τῆς εὐσεβείας ὑπερμάχων εἰσηγήσεσι. καὶ εἰ μὴ φθάσας τὴν πόλιν ἀνεκαλέσατο, πᾶσα ἂν τῆς Ἀρείου καὶ Εὐνο μίου λώβης ἐπληρώθη· πάσας γὰρ τὰς ἐκκλησίας αὐτοὶ κατεῖχον, πλὴν τοῦ τῆς ἁγίας μάρτυρος Ἀναστασίας. ἐπίσκοπος δὲ τῶν Ἀρειανῶν ἦν ∆ημόφιλος.
Γρηγόριος δὲ τότε ὁ Νύσσης καὶ Πέ τρος, ἀδελφοὶ Βασιλείου, διέλαμπον. Οὐαλεντινιανὸς δὲ ὠνεί δισε Οὐάλεντα τὸν ἀδελφὸν ὡς κακόδοξον, μὴ πέμψας αὐτῷ βοή θειαν κατὰ τῶν Γότθων αἰτοῦντι, ἀλλ' εἰπών "οὐ θέμις ἐπαμύ νειν ἀνδρὶ θεομάχῳ." 1.547 Τῷ ιαʹ ἔτει Οὐαλεντινιανὸς ὁ μέγας ἐτελεύτησε, βασιλεύσας ἔτη ιαʹ, τρόπῳ τοιῷδε. οἱ Σαυρομάται ὑπ' αὐτοῦ ἡττηθέντες πρέσβεις πρὸς αὐτὸν ἔπεμψαν αἰτοῦντες εἰρήνην. αὐτοῦ δὲ τού τους ἐρωτῶντος εἰ πάντες οἱ Σαυρομάται τοιοῦτοί εἰσιν ἀκρότατοι, καὶ αὐτῶν εἰπόντων ὅτι τοὺς κρείττονας πάντων ὧδε ἔχεις καὶ ὁρᾷς, ἀνακράξας βιαίως ἔφη "δεινὰ Ῥωμαίων ἡ βασιλεία ὑπο μένει εἰς Οὐαλεντινιανὸν λήξασα, εἰ Σαυρομάται τοιοῦτοι ὄντες οἰκτρότατοι Ῥωμαίοις κατεξανίστανται." ἐκ δὲ τῆς τάσεως καὶ τοῦ κρότου τῶν χειρῶν φλεβὸς ῥαγείσης καὶ πλείστου ἀναδοθέντος αἵματος, ἔν τινι φρουρίῳ Γαλλίας θνήσκει. Καὶ ἀναγορεύουσι Ῥωμαῖοι Οὐάλεντα τὸν ἀδελφὸν αὐτοῦ Αὔγουστον, ὃς ἐκράτησεν ἔτη γʹ. ἐπὶ αὐτοῦ οἱ Γότθοι περά σαντες τὴν Μαιώτιδα λίμνην ἐλάφου ἡγησαμένης αὐτοῖς ἦλθον εἰς τὴν Θρᾴκην, καὶ δύο γεγονότες μέρη ἀλλήλοις ἐμάχοντο. καὶ συμμαχίαν αἰτήσαντες οἱ τοῦ ἑνὸς μέρους παρὰ Οὐάλεντος ἔτυχον ὑποσχέσει τοῦ Χριστιανοὺς γενέσθαι· ὅθεν καὶ βαπτισθέν τες Ἀρειανοὶ ἀποκατέστησαν, καθὼς ἦν καὶ Οὐάλης. μετὰ τοῦτο οὖν ἐν Συρίᾳ τοῦ Οὐάλεντος διατρίβοντος, οἱ Σκύθαι περάσαντες κατὰ τῆς πόλεως εἰσέφρησαν, τὰς σπονδὰς μὴ φυλάξαντες μετὰ τὸ βαπτισθῆναι αὐτούς. τοῖς αὐτοῖς ἔτεσιν ἡ τῶν Μασσαλιανῶν αἵρεσις ἤγουν Εὐχιτῶν ἢ Ἐνθουσιαστῶν, τῶν καὶ Βογομίλων, ἐφύη. Οὐάλης δὲ πάσας τὰς ἐκκλησίας πορθῶν ἧκεν εἰς Καισά ρειαν, κατὰ τοῦ μεγάλου Βασιλείου μαινόμενος. ἔπραξε δὲ οἷα 1.548 καὶ ὁ μέγας Γρηγόριος εἰς τὸν ἐπιτάφιον τοῦ μεγάλου Βασιλείου ἔλεξεν, ὅτε καὶ Γαλάτης υἱὸς Οὐάλεντος καὶ ἡ σύμβιος ∆ομνίκα νόσῳ χαλεπῇ ἐχειμάσθη. πρὸς τούτοις ∆ημοσθένους τινὸς τῶν ὀψοποιῶν Οὐάλεντος ἐν τῇ ὁμιλίᾳ τῇ πρὸς Οὐάλεντα μεμφομένου Βασίλειον καὶ βαρβαρίσαντος, εἰπεῖν τὸν διδάσκαλον "ἰδοὺ ἐθεα σάμεθα καὶ ∆ημοσθένην ἀγράμματον." Τῷ τρίτῳ ἔτει πάλιν ἐξῆλθον οἱ Γότθοι εἰς τὴν Ῥωμαίων γῆν καὶ ἠρήμωσαν πολλὰς ἐπαρχίας, Σκυθίαν Μυσίαν Θρᾴκην Μακεδονίαν Ἀχαΐαν καὶ πᾶσαν τὴν Ἑλλάδα, ὑπὲρ τὰς εἴκοσινἐπαρχίας. ἐθεάθησαν δὲ ἐν τῷ ἀέρι ἄνδρες ἔνοπλοι, ἐσχημα τισμένοι ἐν ταῖς νεφέλαις. ἐγεννήθη δὲ ἐν Ἀντιοχείᾳ παιδίον ἐν τελὲς μὲν τὰ ὁλομερῆ, ὀφθαλμὸν δὲ ἔχον ἕνα ἐν μέσῳ τοῦ μετώ που, χεῖρας δὲ τέσσαρας καὶ πόδας τέσσαρας καὶ πώγωνα. Λι βάνιος δὲ ὁ σοφιστὴς καὶ Ἰάμβλιχος ὁ Πρόκλου διδάσκαλος ἐποίη σαν τὴν λεγομένην ἀλεκτορομαντείαν· γράψαντες γὰρ